Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ἠελίῳ τετράγωνος Ἄρης, Μήννῃ δέ τε Φαίνων, δούλους ποιήσει καὶ γονέων στερέσει.
  2. ἢν δʼ ἔτι καὶ Παφίη κατεναντίον Ἄρεος ἔλθῃ,
  3. ---
  4. καὶ ταύτην τετράγωνος ἴδοι Κρόνος ὑψόθεν ἑστώς, ἐκ δούλων δούλους τῇδε νόει ξυνέσει.
  5. ἢ Φαέθων τετράγωνον ἴδοι Κρόνον ἠὲ τρίγωνον,
  6. ---
  7. Ἑρμείας δέ τʼ ἐφʼ ὡρονόμου Μήνη τε σὺν αὐτῷ, εὐτυχὲς ἐσσεῖται τοῦτο θέμʼ ἐκ γενεῆς,
  8. --- δόξῃ καὶ πλούτῳ καὶ φιλίαις μερόπων.
  9. καὶ Ζεὺς ὡρονομῶν Πυρόεις θʼ ἅμα καὶ τρίτος Ἑρμῆς
  10. ---
  11. Μήνη δʼ ἐκ συνόδοιο Κρόνον φίλον ἀγκαλίσαιτο, εὐπρήκτους ῥέζει καὶ μακαριστοτάτους.
  12. 99
    [*](C)
  13. Ἢν δὲ Κρόνος παρόδοισιν ἐπʼ Ἄρηος τόπον ἔλθοι,
  14. ψυχρὸς ἐὼν θερμοῖο, μολὼν τόπῳ οὐ καλοεργός,
  15. ἔσσεται ἀνθρώποις πολλοῦ κακοῦ αἴτιος οὗτος·
  16. λύπας γὰρ στονάχας τε βλάβας τʼ ἄξει μερόπεσσιν.
  17. Ἄρης δʼ ἐν παρόδοισι κατοπτεύσας Κρόνον αἰνὸν
  18. ἐσθλὸς ἔφυ· κτήσεις δʼ ἀγαθῶν καὶ νῖκος ὀπάζει.
  19. Εἴρηται δρόμος οὐράνιος ἀπλανῶν τε πλάνων τε.
  20. Λοιπόν μοι Μοῦσαι δότʼ ἀεῖσαι πλείονα τούτων
  21. εἰς ἑτέραν βίβλον τῷδε μέτρῳ πρὸς ἔπος.