Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀργαλέως γαμέουσιν ἐς ἀργαλέην φιλότητα.
  2. [*](C)[*](4)
  3. Κριὸν ἐποπτεύων Κρονίδης ἐπίκεντρος ὑπάρχων,
  4. ἢ καὶ σκόρπειον κυανόχροον οἶκον Ἄρηος,
  5. ἐσθλὸς ἔφυ, ῥέζει δὲ καὶ ἀνέρας ἡγεμονῆας. [*](E) [*](5)Ἐσθλὸς ἔφυ Κρονίδης, ῥέζει δὲ καὶ ἡγεμονῆας,
  6. ἄρχοντάς τʼ ἰδίης πάντοτε πραγματίης.
  7. [*](6)
  8. Ἑρμείας καὶ Θοῦρος ἐπὴν τετρ άγωνοι ἔωσιν,
  9. πολλάκι κινδύνους περὶ σώματος εὑρίσκουσιν·
  10. ἢν δʼ ἄρα καὶ δύνωσι, κακίονες οἵδε, μάλιστα
  11. Ζηνὸς ἄτερ, μόρον αἰνὸν ὑπʼ ἐμφαίνουσι δυναστῶν.
  12. [*](A)[*](7)
  13. Ἄρης καὶ Παφίη κοινὴν ὁδὸν ἰθύνοντες,
  14. Μήνην εὖτ’ ἂν ἴδωσι, λέχος τεύχουσʼ ἀθέμιστον,
  15. συγγενικὰς δʼ αὐτοῖσιν ἐφαρμόζουσι γυναῖκας.
  16. [*](45)
  17. ἢν δὲ Κύπριν καλὴν πολιὸς Κρόνος ἀγκαλίσαιτο,
  18. δυσγαμίην καὶ δυστοκίην ῥέζουσι γυναιξίν,
  19. οὐδέ τι κουριδίους ἄνδρας κατέχουσʼ ἄχρι γήρως,
  20. οὐδὲ τέκνοις γλυκεροῖς ἐπὶ χείλεσι μαζὸν ἔθηκαν·
  21. στειρώδεις γὰρ ἔασιν ἀχρήιά τʼ ὠδίνουσιν.
  22. [*](A)[*](8)
  23. Ἀντίον Ἠελίοιο φάσιν λύσασα Σελήνη
  24. μὴ Κρόνῳ ἀντήσειε· τίς ἂν τότε φῶς ἐσίδοιτο;
  25. δύσμορος, ὃς κακὰ πολλὰ παθὼν Ἀιδόσδε κάτεισιν·