Physiognomonica (Epitome Adamantiana)

Pseudo-Polemon

Pseudo-Polemon, Physiognomonica (Epitome Adamantiana), Foerster, Teubner, 1893

298

[p. 169Fr.] Εἴπερ τι ἄλλο καὶ τὸ φυσιο- γνωμονεῖν ἐστι καὶ πολλὰ καὶ μεγάλα τοὺς μαθόντας ὠφελοῦν· οὔτε [ p. 170] γὰρ παρακαταθήκην δοίη τις ἂν οὔτε γαμετὴν ἑαυτοῦ πιστεύσειεν ἢ διόλου τι κειμήλιον, οὐδεμὴν φιλίας τινὸς κοινωνήσειέ τινι ἢ ἀσελγείας ἢ ἀπιστίας ἢ ἄλλης κα- κουργίας σημεῖον φέροντι. πάντων ὡς ἔπος εἰπεῖν ἀνθρώπων ὥσπερ ἔκ τινος ἀμεταπταίστου ἢ θεοπέμπτου καὶ ὀξυτάτης [*](Ps, Pol. 15. Πολέμωνος φυσιογνωμονικόν P Πολέμονος φυσιογνωμονικ. ~ C Εἴπερ] Εἴπέρ CP 16. ἐστι Ro ἔν- εστι CP 17. τις] τίς P τὶς C 18. διόλου] διʼ ὅλου P τι] τὶ C ἢ τι P οὔ τι Struvius op. II, 179 κειμήλιον] καμή- λιον P 19. κοινωνήσειε Sylburg κοινωνήσεται x ἢ (pr.)] εἰ Ro 20. φέροντι] φέρονται CP φέροιτο Ro correxi πάντων] πάντων γὰρ Τylburg πάντων ὡς] πάντων corr. e πάντὡς C εἰπεῖν] εἰπὸν C 21. ἔκ] εἴ Ro ἀμεταπταίστου] πετα- παίτου P πεταπώτου C ἀπταίστου Sylburg θεοπέμπτου Sylburg θεοπετάστου x )

299
Ps. Pol. μαντείας τῶν συγγνωριζομένων ἦθός τε καὶ βίου πρό- [*](†) θεσιν [ p. 1 71 | διὰ τούτων δεικνύντων, ὡς φυσιογνωμονη- θήσεται μὲν τὰς τῶν χρηστῶν φιλίας αἱρεῖσθαι, τὰς δὲ τῶν πονηρῶν κακίας φυλάττεσθαι ὑποτομαῖς ἐν τοῖς μεγίστοις ἡ τῶν μεγίστων ἐπίσκεψις ὠφελεῖν εἴωθε τοὺς εἰδότας, δῆλον ὡς πάσῃ σπουδῇ τὴν τέχνην ἐκμανθάνειν προσήκει.

Καὶ τὰ μὲν ἐπὶ τοσοῦτον προειρήσθω· φυσιογνωμονεῖν δὲ χρὴ οὕτως ἐν ταῖς ἡλικίαις καὶ τοῖς γένεσι τῶν ἀνθρώ- πων. [p. 172] ἔστι γὰρ πολλῶν εἴδη ἐπιχώρια ἄλλα ἄλλοις, 20 τὸ μέντοι κατὰ γένος οὐ μέγα σημεῖον, ἀλλʼ οὐδὲ τὸ ἐπιχώριον, τὸ δὲ κατὰ ἡλικίαν καὶ ἀλλόφυλόν τινι προσὸν τοῦτο δὴ πλεῖον συμβάλλεται σημεῖον. ἐν δὲ τοῖς κατὰ φύσιν οὖσιν [*](Ps. Pol. 11. μαντείας| μαντίας P ἦθος u(et Henrych. ἔθος x πρόθεσιν| πρόσθεσιν C 12. ὡς φυσιογνωμονηθήσεται] ὁ φυσιογνώμων ἐπίσταται, ὡς Sylb. 13. μὲν τὰς| τάς μὲν Sylb. φιλίας Sylb. τελείας P et Cin marg. (in textu: τελούσας) 14. ὑποτομαῖς| ὑποτομαὶς C (in marg.: ἀντιτοῦ συντήμως) ἐπειδήπερ οὖν Sylb. ἡ Ro ἢ PC 15. ἐπίσκεψις| ἐπίσκεψις, ἣ Ro 16. τέχνην Sylb. et u τύχην C Ro ψυχὴν P ἐκμανθάνειν| ἐκ- μανθάνον C εἰσμανθάνειν Ro 17. φυσιογνωμονεῖν δὲ χρὴ Sylb. τῷ γνωμονεῖν. Κοὶ χρὴ x 20. ἀλλʼ| ἄλλʼ C 21. δὲ κατὰ restitui e P δέπαρ, C δὲ παρὰ Ro 22. πλεῖον| πλοῖον C )

300
Pa. Pol. ἑκάστῳ εἴδεσι διαφόροις τὰ πολλὰ τῶν σημείων λελέξε- ται. ἔστι δὲ καὶ κατὰ γένη ἀνθρώπων φυσιογνωμονία· πολλὰ γὰρ ἐπίκοινα σημεῖα κατὰ ἔθνος ἕκαστον καὶ πολλὰ ἑκάστου εἰπεῖν σημεῖα ῥᾳδίως |p. 173] καὶ οὐκ ἐκ τῶν κατὰ ἄνδρας σημείων· καὶ τάδε εἰρήσεται· ὅ τι γὰρ ἑνὶ ἑκάστῳ σημεῖον ἕκαστον δύναται, τοῦτο καὶ τοῖς πλείοσι τὸ αὐτὸ δύναται. τῶν ἐθνῶν δὲ τὰ μὲν ἐπίκοινα σημεῖα, ἐξ ὧν τὸ γένος ἅπαν φυσιογνωμονεῖται, οὐ μόνον . . . καὶ Αἰθίοψιν, ἀλλὰ καὶ Σκύθαις καὶ τοῖς ἄλλοις ἀνθρώποις κατὰ γένη, ὡς καὶ ἐν ὑστέρῳ λεχθήσεται, ἰδίᾳ δὲ ἀνδρὶ ἑκάστῳ μεγάλα τὰ διάφορα [ p. 174] τῶν σημείων. καὶ γὰρ δεῖ γνῶναι μᾶλλον κατὰ ἄνδρα [*](Ps Pol. 10. εἴδεσι scripsi cum Struvio εἰδέσθαι PRo εἴδ’ ἔσθαι C εἴδει Sylb. 11. καὶ] ἡ C 12. ἐπίκοινα Ro ἐπέ- κεινα PC κατὰ ἔθνος ἕκαστον Sylb κατʼ ἔθνος ἕκαστον u καὶ ἔθος ἑκάστῳ PC καὶ ἔθος ἑκάστου Ro ἑκάστου Ro ἑκάστης P ἑκάστως C 13. ἐκ] εἰς Ro 14. σημείων| ση- μείων ἐπίγνωσιν Ro ὅ τι Ro ὅτι P ὅ, τε C 16. ἐθνῶν Sylb. et u ἐτῶν PC ἐθῶν Ro μὲν Sylb. et u μὴ CRο μὰ P ἐπίκοινα Ro ἐπέκοινα P ἐπὶ κονὰ C ἅπαν φυσιο- γνωμονεῖται Sylb. ἀποφυσιογνωμονεῖται PC ἀπὸ φυσιογνωμο- νιῶν Ro 17. οὐ μόνον Ro οὐ μόρον C in marg. om. P post οὐ μόνον lacunam indicavi: excidisse videtur Αἰγυπτίοις 18. ἄλλοις om. P 20. δεῖ γνῶναι u ἔγνωκε x )
301
Ps. Pol. ἰδίᾳ διαφέρειν ἢ κοινῶς κατὰ ἔθνος. οὕτω τὸ κατὰ ἄνδρα φυσιογνωμονεῖν ἀκραιφνέστατον καὶ ἀτρεκέστατον.