Declamatio 46
Libanius
Libanius, Declamatio 46, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἐπεὶ δὲ ἐδόκει καιρὸς εἶναι γάμου, πρὸς ἐμὲ μνημονεύει. καὶ διηγεῖτο τὸ γένος τῆς κόρης, τὴν σωφροσύνην τῶν τρόπων, τοῦ σώματος τὴν ὥραν, πάντα οἷς ἄν τις ἐπισπασθείη νοῦν ἔχων, καὶ τελευ- τῶν προσέθηκεν | ὡς, εἰ μὴ τὸ παρὸν ἁρπάσαιμι, [*](RIV 643) μηκέτι ζητήσει παραπλήσιον γάμον. ἐπείσθην. τέ γὰρ οὐκ ἔμελλον τοσαῦτα ἀγαθὰ προσίεσθαι; καί, νὴ Δία γε, τὸν πατέρα τῆς προνοίας ἐθαύμασα. τί δεῖ καθ’ ἕκαστον λέγειν ὅσα παρ’ ἡμέραν ἐξέφερε γυναικείας ἀρετῆς ἐπιδείγματα; ἕν γὰρ τὸ εἰς ἐμὴν μετὰ χρημάτων ἀποπλεῦσαι ἐλευθερίαν, ὃ πᾶσιν ἐπέθηκε, γνώρισμα τῶν ὅλων γίγνεται.