Declamatio 46

Libanius

Libanius, Declamatio 46, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τί οὖν τούτους εὐφραίνομεν τοῖς ἡμετέροις κακοῖς; τί τοῖς διαφόροις χαρίζῃ τὰ τι- μιώτατα τῶν σαυτοῦ περιελαύνων; πέπρακταί τινα χαλεπά. σιωπάσθω ταῦτα. κέρδος λαθεῖν τοὺς πολλοὺς συμφορὰς γεγενημένας. ἐπεὶ δὲ οὐ συγχωρεῖς ἡσυχάζειν ἐθέλοντι, ἀλλ’ ἐν δικαστηρίῳ δεῖ με τραγῳδῆσαι τὰ πάθη τῆς οἰκίας, λέξω καὶ διηγήσομαι ἄκων μέν, ἄκων, νὴ τοὺς θεούς, ἐρῶ δ’ οὖν ὡς ἂν οἷός τε ὦ