Declamatio 46
Libanius
Libanius, Declamatio 46, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
ἓν μὲν οὖν, ὦ δικασταί, τοῦτο τοσοῦτον ἐλαττοῦμαι, ἕτε- ρον δ’ οὐ μικρόν. ἀνάγκη γὰρ | τῇ μνήμῃ τῶν [*](RIV 642) γεγενημένων καὶ μάλιστα δὴ τῆς γυναικὸς εἰς ταραχὴν ἐμπίπτοντα τῶν λογισμῶν ἐκκρούεσθαι. ἂν οὖν τι τοι- οῦτον συμβαίνῃ, βοηθεῖτε τῷ κινδυνεύοντι καὶ παρ’ ὑμῶν αὐτῶν πληροῦτε τὰ ἐλλείμματα. τὸ γὰρ τὰ εὔ- ορκα ψηφίζεσθαι τοῦτο ἔστι τὸ τοῖς πανταχόθεν φαι- νομένοις ἀκολουθεῖν, κἂν ὁ λέγων ἀδυνάτως ἔχῃ σώ- ζειν ἑαυτόν.