Declamatio 46

Libanius

Libanius, Declamatio 46, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

3. τὸ μὲν οὖν προσῆκον ἦν, ὦ δικασταί, πενθεῖν [*](7 ἀξίωσις Ath 16 δεύτερον προοίμιον προοίμιον δεύτερον Μ) ἐξ ὑπολήψεως ἐξυπολήψεως Ma) τῶν δικαστῶν MrubrMa 2 δεύτερον προοίμιον ἐξ ὑπολήψεως C ἐξ ὑπολήψεως δεύτερον προοίμιον Ath) [*](2 Τύχην scripsi τύχην libri edd 3 αὐτὴν MaCl sed in lioc in marg m 2 Ι ἀντὶ in ras Cl 2 4 γὰρ reposui e libris μὲν edd | ἐπέραστον Ferr et γρ in marg Mor 5 λῃστάς HAthCl Ferr 6 οἰκείων Li 7 οἷδ’ ἂν Cobet Mnem. N. S. III 155 Coll 298 Ι τινα HVLi | καταλείπει scripsi e LiLaMAthBVa καταλείποι HVCl καταλείπω Ma κατέ- λιπεν Ferr καταλίποι Mor sed γρ κατέλιπε in marg, Re Ι μείζω Ma sed ΄ et ω in ras m 2 9 μοι inserui ex HVLiLa MaCl om MAthBVa edd 10 εἷπόν τι MAthVa εἴπω τὶ HVLLa 12 τοῖς Re | σὺν scripsi ex HVLiLaAthMaCl ξὺν MBVa edd | θεῶ Μ 13 εἰπὼν scripsi e Li εἰπεῖν LaMAth MaClBVa Va edd om HV | ἡμᾶς HLi | δὲ La | διδάξαι LuMa sed in hoc ειν supra αι m 2, Cl 14 οὐκ ἄξιός Cl sed ξ in ras m 2 οὐ δίκαιος BVa | τοιαῦτα La 16 co om BVa | δικασταί scripsi ex HVLiMMa sed in hoc γρ ἄνδρες suprascr m 2, Cl ἄνδρες LaAth edd om BVa cf. p. 555,6; 556,13; 561,3)

554
με νῦν ἐγκεκαλυμμένον καὶ θρηνεῖν συνεχῶς τὸ γύ- ναιον καὶ τὸν πατέρα τουτονὶ τὸν χρηστόν, εἰ μὲν ἐβούλετο, κοινωνεῖν μοι τῶν δακρύων, εἰ δὲ μὴ τοῦτο, συγχωρεῖν ἐπ’ ἐμαυτοῦ με τὰς ἐμαυτοῦ συμφορὰς ὀδύρεσθαι· ἐπεὶ δ’, οὐκ οἶδα τί γνούς, μελανειμο- νοῦντά με ἕλκει πρὸς τὸ δικαστήριον, τὸν δὲ τῶν θρήνων καιρὸν ἀγῶνος ποιεῖται, δέομαι ὑμῶν, ὦ δι- κασταί, καὶ ἱκετεύω μὴ συνδραμεῖν τῷ πάθει τῶν ἀδί- κως ἀγανακτούντων, ἀλλ’ εἰς ὅσον ἔξεστιν ἐπανορθώ- σασθαι καὶ μὴ περιιδεῖν τοῦτον μὲν ἔρημον γιγνόμε- νον, ἐμὲ δὲ ἐξελαυνόμενον ἐπὶ τῷ δοκεῖν ἀδικεῖν, ὃ καὶ μάλιστα δέδοικα. ὡς τὸ μὲν παθεῖν τι δεινὸν μέ- τριον ἔμοιγε καὶ καινὸν οὐδέν, τὸ δὲ προσεῖναί τινα φαυλότητος αἰτίαν, τοῦτ’ ἂν εἴη τοῖς σωφρονοῦσιν ἀφόρητον.