Declamatio 46

Libanius

Libanius, Declamatio 46, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

τουτὶ δὲ τὸ ζητημάτιον ὅτι μὲν ἐν πάθει κεῖται παντὸς ἰδεῖν, πολλὰ γὰρ δυσχερῆ συμπεσόντα χορηγεῖ τῷ πάθει, ἐκεῖνο δὲ ἴσως οὐ πρόχειρον ἰδεῖν, ὅτι δεῖ τὸ ὑφορμοῦν θεραπεῦσαι. ὑφορμεῖ δὲ τὸ δο- κεῖν κατεγνωκότα τὸν πατέρα τοῦ παιδὸς οὐ βουληθῆ- ναι λύσασθαι. εἰ γὰρ καὶ μὴ τὸ πλάσμα τὴν αἰτίαν δίδωσιν, ἀλλ’ ὑποπτεύεταί γε.