Declamatio 45

Libanius

Libanius, Declamatio 45, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἐξ οὗ γάρ, ὦ ἄνδρες πολῖται, τῇ πό- λει γεγένημαι, παρηκολούθησέ μοι πονηρός τις δαίμων καὶ βάσκανος οὔτε τὴν ἡσυχίαν οὔτε τὴν πολιτείαν ἡμῖν ἐπιτρέπων ἀκίνδυνον, ἐν ἀγοραῖς, ἐν θεάτροις, ἐν ἐκκλησίαις, ἐν πανηγύρεσι, πανταχοῦ τὰ ἐμὰ πολυ- πραγμονῶν μόνα. λέγοντι πολλάκις ἐβάσκαινεν, ἐκκλη- σιάζοντι συνήδρευε, βουλευομένῳ συμπαρῆν, δικαζο- μένω προὐξένει τὰ χείρονα.

ὢ πόσα πρὸς τοῦτον ὠδυράμην πολλάκις, ὢ πόσας κατ’ ἐμαυτὸν ἀφῆκα φω- νάς· συγχώρησον ἡμῖν, ὦ Τύχη, πρᾶξαί τι λυσι- τελέστερον, ἔασον ἀπόνασθαί μου τῆς προθυ- μίας τὴν πόλιν. δημοτικός εἰμι, λέγειν ἱκανός, πολιτεύεσθαι δυνάμενος. κἂν πολεμίων ἐπίῃ στρατός, οἶδα αὐτῷ ὑπὲρ τῆς ἐνεγκαμένης παρα- τάττεσθαι. διὸ οὐκ οἴσει μου τὴν ὑπὲρ τῆς πό- λεως προθυμίαν οὐδὲ φάλαγξ. ταῦτα καὶ τὰ τοι- [*](4 cf. p. 558, 1. Od. ε 396. [Luc.] asin. § 19. Greg. Cypr. Ath. defens. t. VI 81, 17) [*](7 πρόδηλος ἡ παρακλητικὴ πρὸς ζῆλον Ath) [*](1 κατηγοριῶν AthMaClB | παύσηται Va Ι καἰ μοι MaClB) [*](2 φιλανθρωπότερον Ma sed ότερον in οτέραν corr m2 3 τῇ πόλει] πολίτης MaCl 4 πονηρός τις δαίμων παρηκολού- θησέ μοι Β I τις inser Ma 2 5 οὔτε τὴν ἡσυχίαν om Mor sed inserenda observavit Not fol. VII v 7 τἀμὰ Β 8 ἐβάσκηνεν Ath 9 συνήδρευεν MaCl sed in hoc εν in ε corr 10 τοῦτον scripsi e PMMaClBVa ut coni Mor Not τοῦτο Ath edd Ι ἡμῖν post τοῦτο edd delevi ὑμῖν coni Gasda 11 ὠδυροάμην Β ὠδυ- ρόμην AthMa sed o non prorsus certum, Cl Ι ἀφῆκε Cl 12 ἡμῖν om Mor sed inserendum observavit Not ἡμᾶς Va 15 ἐπίῃ καὶ ἐπέλθῃ Ath ἐπῇ MaClVa 16 οἶδα Ma sed α add m 2 οἷδ’ AthClB 17 διὸ — 18 φάλαγξ in suspicionem vocavit Gasda 18 τὰ om Β)

533
αὐτὰ πολλάκις ἐγὼ κατὰ τοῦ δαίμονο·ς, ὁ δὲ ὥσπερ ἐπὶ τἀναντία παρακαλούμενος ἐφήδρευε παιδαγωγῶν ἡμᾶς ἐπὶ τὰ χαλεπώτερα οὔτε κοινῇ οὔτε ἰδίᾳ συγχω- ρῶν τὰ ἀμείνονα. συμπαραθέων δὲ ἡμῖν ἄνω καὶ κάτω οὐδὲ μετὰ τὴν συμφορὰν σπένδεται.

καὶ τί δεῖ τὰ πολλὰ λέγειν; τί δὲ περὶ τῶν αὐτῶν ἐνοχλεῖν καὶ δεύ- τερον; ἴστε γὰρ ἄπαντες τὰ κατ’ ἐμοῦ δόξαντα καὶ ὡς εἰσηγόμην εἰς δικαστήριον καὶ ὡς κατήγοροι καθ’ I ἡμῶν εὐτρεπεῖς καὶ ὡς ὁ δεῖνά φησιν ἀδικεῖ [*](RIV 506) τῶν πολιτῶν δεικνύς τις ἐμὲ τὰ καὶ τὰ διαπρατ- τόμενος καὶ τάδε ποιῶν, πόσας ἐνδείξεις, πόσας ἀπαγωγὰς καταπραττόμενος. καὶ τέλος ἀνηρπαζόμην καὶ παραδοθεὶς ἠγόμην πρὸς τοὺς δικάζοντας.

ἐγὼ δὲ τὰ μὲν ἀνιώμενος, τὰ δὲ πρὸς τοὺς κατηγόρους ἀγω- νιζόμενος, τὰ δὲ ὑπὸ τοῦ πάντα πολεμοῦντος ἐλαυνό- μένος δαίμονος τὰς μὲν πρώτας ἀπεκρουόμην γραφὰς καὶ πρὸς ἕκαστον τῶν κατηγόρων ἐπήρκεσα, τέλος δὲ κατ’ ἐμοῦ συνθέντες ἄτοπα, οἷά τινες μηχανορράφοι κακῶν, συνεργὸν τῆς γραφῆς τὴν κατ’ ἐμοῦ Τύχην κτησάμενοι αἱροῦσι παρὰ τοῖς δικασταῖς καὶ τὴν νικῶ- [*](11 cf. t. VI 515,1 18 Eur. Andr. 447; 1116. Themist. or. VII p. 91 d) [*](11 ἔνδειξις ὄνομα δίκης κατὰ τῶν ὀφειλόντων τῷ δημο- σίω καὶ ἡ ἀπαγωγὴ ἐπαγωγὴ cod) ὄνομα δίκης Ρ cf. schol. B ad t. VI 615, 1) [*](2 τὰ ἐναντία Cl Ι χειραγωγῶν Ath 3 ἡμῖν post συγχωρῶν Va 5 ταπολλὰ Β 6 τί δὲ] καί τί Μ | καὶ inser P 2 om Ferr 8 ἠγόμην AthMaClB 9 εὐτρεπεῖς scripsi e ΜΒ ut coni Re εὐπρεπεῖς PAthMaClVa edd 11 τάδε delendum censet Gasda 12 (??)παγωγὰς Ma ἐπαγωγὰς MClVa ἀγωγὰς Ath I καταπραττόμενοι MaClBVa | καὶ(1) om MAthMaClBVa 14 ἀναγκαζόμενος MVa 15 τοῦ] τὰ Μ 19 κατ’ ἐμοῦ inser Μα 2 | τέχνην MVa 20 αἱροῦσι scripsi e MaClBVa sed in hoc ex αἴρουσι corr, ut coni Re αἴρουσι PMAth edd Ι περὶ Va I δικάζουσι AthB et γρ in marg Mor δικάσασι MaCl)

534
σαν ἀπάγονται ψῆφον. ἐγὼ δ’, ὥσπερ οἱ δυσσεβεῖς, ἐπὶ γῆν βλέπων ἔστενον < ἐν> τῇ τῶν δικαζόντων σίᾳ κείμενος καὶ περιμένων ἐκεῖθεν χεῖρον ἢ μέτριον τὸ ἀτύχημα καὶ ἀεὶ πληγήσεσθαι προσδοκῶν.

9. Ἐνταῦθα τοίνυν, ὦ ἄνδρες πολῖται, πῶς τὴν τῶν δικαζόντων ὑμῖν φιλανθρωπίαν διηγήσομαι; οὐ γὰρ ἐπῆρε πάντας εἰς ἀπανθρωπίαν αὐτοὺς ἡ τῶν κατηγόρων ἀπόνοια οὐδὲ ἡ πάντα μοι χαλεπαίνουσα Τύχη τοσοῦτον ἴσχυσεν ὡς ὁμογνώμονας περὶ θάνατον γενέσθαι σύμπαντας, ἀλλ’ οἵ γε πλείους αὐτῶν καὶ κατηγόρων ὠμότητα καὶ Τύχης ἤλεγξαν πονηρίαν.

10. καὶ δεδώκασιν ἡμῖν μικροῦ πάντες τὸ σώζεσθαι βαθμῷ τινι πρὸς φιλανθρωπίαν καταβεβηκότες καὶ ἀπὸ τῶν χαλεπωτέρων μεταδραμόντες ἐπὶ τὰ κουφό- τέρα, ὡς εἶναί μοι μέσην τὴν συμφοράν, καὶ μετρίαν καὶ χείρονα. εἴη δὲ ταύτην καθ’ ἡμῶν ἰσχύσαι ἣν αὐ- τοί τε λαβεῖν ἱκετεύομεν ὑμῖν τε πρέπει φιλανθρω- πεύσασθαι.

[*](2 Iul. Misop. p. 452, 21)[*](1 ἀπάγονται] λαμβάνουσι Ρ (et Wolf))[*](1 ἐπάγονται MMaCl | δὲ Β 2 γῆν scripsi ex AthB ut coni Mor Not τὴν γῆν MaCl γῆς PMVa edd sed malim „εἰς γῆν“ Re | ἐν inserui auctore Re om libri edd 3 μέτριον Ma sed μέτρ in ras m 2 μέτριος Re 4 τὸ inser Ma 2 7 αὐτοὺς post πάντας, non post ἀπανθρωπίαν Β Ι τῶν om Ma 8 χαλε- πῄνασα Ma χαλεπήνασα Β 12 τὸ om Ma 13 καὶ ante βαθμῷ Ma sed del m 2, Cl Ι ἐνὶ Gasda Ι καταβεβηκότες Ma sed η in ras m 2 καταβεβοηκότες Ferr 14 καταδραμόντες AthMa ClBVa et γρ in marg Mor 16 καὶ] ἢ Gasda coll 1. 3 | post δὲ lac 2 litt Ρ Ι ἰσχῦσαι PMa sed ~ in ΄ corr, Cl fortasse recte at cf. ad t. IV 214, 8 Ι αὐτοί om Ma)
535

11. Ἀλλ’, ἐρεῖ τις, παρελθὼν παρὰ τὸν νόμον ἀξιοῖς. I τῶν γὰρ τὴν φυγὴν κατεγνωκότων [*](RIV 507) πλείους οἱ λειπόμενοι. καταρίθμει τὰς γνώμας, μὴ τοὺς δικάζοντας, ἄνθρωπε, καί μοι τὰς ψήφους ὅρα ἀφεὶς ἐξ ἡμισείας μερίζειν τοὺς κατεγνωκότας. τί γνώ- μας εἰς δύο μερίζεις πλείονας; τί δὲ καταλέγεις ἡμῖν τῶν δικαστῶν τοὺς τέσσαρας ἀπεσχισμένους τοῖς βου- λήμασι; μέριζε κατ’ ἄνδρα τὴν βούλησιν καὶ τοὺς τὴν φυγὴν κατεγνωκότας εὑρήσεις πλείονας.

σὺ δέ μοι τὰς γνώμας συνάπτων ἀπὸ τούτων οἴει παρακρούσεσθαι. οὐχ οὕτως ὁ δῆμος παρακρούεσθαι πέφυκεν. οἶδε τὰς γνώμας, οἶδε τοὺς δικάσαντας μεθ’ οἴας βουλῆς ἐκύ- ρωσαν. θάνατον ἐξ αὐτῶν τινες, ἀτιμίαν ἕτεροι, φυγὴν οἱ πλείους εἰρήκασιν. εἰ μὲν οὖν διπλῆς οὔσης τῆς τι- μωρίας τὴν ἐλάττονα παρὰ τὸν νόμον ἐζήτουν, καλῶς < ἄν> εἶχεν ὁ παρὰ σοῦ λόγος· ἐπειδὴ δὲ τριπλῆν τιμωρίαν κατ’ ἐμοῦ ἐξήνεγκαν, μὴ τὰς δύο συνάπτων ἅμα νίκα τούτῳ τὴν λειπομένην τῷ σοφίσματι.