Declamatio 44

Libanius

Libanius, Declamatio 44, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

76. Ἃ τοίνυν πρὸς τοὺς ἐπιτηδείους, ὅτε μοι παρ- ῄνουν τοῖς δάκρυσι τῶν παιδίων ἐμαυτὸν ἐξαιτεῖσθαι, διείλεγμαι, ταῦτα καὶ πρὸς ὑμᾶς ἐρῶ. εἰσί μοι παῖδες, ὦ ἄνδρες, παιδευόμενοι κατὰ τοὺς ὑμετέρους νόμους καὶ τοῦτ’ ἀκούοντες ἀεὶ παρ’ ἐμοῦ, ζῆν ὡς ἐκεῖνοι κελεύουσι. τούτους ἀπεῖπον μηδένα ἄγειν ἐπὶ τὸ βῆμα. μὴ γὰρ σώζοιτο παρ’ ὑμῖν στρατηγὸς διὰ παῖδας ἐλεού- μένος ἢ γυναῖκα κλαίουσαν ἢ μητέρα δακρύουσαν ἢ πατρὸς δακρύοντος πολιὰν ἢ φίλους παρεστῶτας. ἐκ τῶν πεπραγμένων ἕκαστος ἀποφευγέτω καὶ κολαζέσθω, κἂν ἄπαις τις ᾖ δίκαιος, ἀθῷος ἀπίτω, κἂν πολλῶν πατὴρ πονηρός, ἀποθνησκέτω.

τίσιν οὖν ὑμᾶς ἀντὶ τῶν παίδων ἀξιώσαιμ’ ἂν προσέχειν; τῇ τῶν στρατι- ωτῶν εὐταξίᾳ, ταῖς ἐξόδοις, ταῖς μάχαις, τοῖς στρατη- γήμασι, τοῖς ἔργοις. πέμψατε λάθρα παρὰ τοὺς πολε- μίους. εἰ μισοῦμαι παρ’ ἐκείνοις ζητήσατε καὶ νομίσατε τῆς αὐτῆς εἶναι ψυχῆς μήτε τοῖς ἔξω μήτε τοῖς εἴσω τῆς πόλεως ἐχθροῖς ἐπὶ τῇ πόλει διαλέγεσθαι.

[*](5 cf. t. V 15, 12 sq.)[*](1 γραφῆ LaVi Ι οὖν om Cl 2 οὕτος LaVi 4 et 6 με Va)[*](6 εἰ δέ μοι Οἶ’ εἰσὶν οἱ Mor 7 ὦ ἄνδρες scripsi e MLa Vi ὦ δικασταί LBVa edd ὧδε Cl cf. ad p. 480, 8 8 τοῦτ’ scripsi e MLaViClBVa τούτων L edd sed „abesse “ Re tuetur lacobs Add 85 9 τούτοις Μ sed i ex υ corr m 2, Mor Ι ἄγειν scripsi λέγειν libri edd sed „lege aut ἕλκειν aut potius ἄγειν“ Re 10 σώιζοι τὸ La 11 ἢ (3) — 12 πολιὰν om Μ LaViCklBVa 13 καὶ] ἢ Μ 14 τίς LaViBVa | ἢ La | ἀθῶος LaViVa Ferr 15 καὶ ante πονηρὸς Μ 16 στρατιωτῶν Μ sed ηγῶν suprascr m 2 18 περὶ MVi 19 καὶ om Μ | νομί- ζετε LaVi 20 ἔσω Vi)
520
[*](RIV 501)