Declamatio 42

Libanius

Libanius, Declamatio 42, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

κακῶς τις ὑμᾶς ἐρεῖ τῶν πολιτῶν; ἀλλ’ ἡ πόλις ἅπασα θαυ- μάσεται, μᾶλλον δὲ ἅπασα δημοκρατουμένη πόλις. οὐκ ὄψεσθε τοὺς υἱεῖς; ἀλλὰ τοῖς περὶ αὐτῶν συνέσεσθε λόγοις, οἵων καὶ αὐτὸς ἀκούω νῦν ὑπὸ τῶν χρηστῶν καὶ δικαίων εἶναι βουλομένων πολιτῶν.

55. Τί οὖν; ὦ κακῶς ἐρῶν τύραννε, ὦ τῆς φύσεως ἀλιτήριε, παῦσαι τοιαῦτα κωμάζων, δεῖσον θεούς, φο- βήθητι ψόγον. οὐ καταγελάσεις τῆς τοῦ διὰ σὲ πεσόν- τος μειρακίου ψυχῆς, ἣ νῦν, ὡς εἰκός, μετὰ τῶν τὰς αὑτῶν πατρίδας ῥυσαμένων ταῖς αὑτῶν σφαγαῖς συν- διαιτᾶται.

[*](17 cf. t. V 469,6 20 Simon. C. fr. 103,2; 104,2; 139,2)[*](2 καλῶν Cl | ἄνδρες ante πατέρες Va 3 ἦν La | ἀφ’ ὁμοίας scripsi e La ut coni Re ἐφ’ ὁμοίας Vi ἀπὸ μιᾶς Cr HVCClMVaB edd 7 καὶ ante αὐτῶν HV scriptura in Cr incerta | ἀπιόντων scripsi e CrHVCLaViCl ἀπόντων MVaB edd ἀποθανόντων lacobs Lect 8 συκοφάντας Β 10 ἡτ- τηθέντας scripsi αἰτηθέντας libri sed ι et ας in ras et οἶμαι ἡττηθέντας in marg Va 2, edd 11 τίς CrHLaVi | ἡμᾶς Ferr Mor 15 εἷναι βουλομένων reposui e libris βουλομένων εἷναι edd 16 Τί οὖν om CrHVCLaViCl inser Va 2 17 θεούς Va sed ον in ους corr om θεόν θεόν Cl 18 λόγον CrH VC | καταγελάσῃς Va | πεσόντος μειρακίου scripsi μειρακίου πεσόντος libri edd 20 αὐτῶν HVLaViClVaB edd scriptura in Cr incerta | ῥυσομένων Mor | αὐτῶν libri edd)
430

56. Ὦ παῖ, τὴν μὲν ἐπιμέλειαν οἶσθα τὴν ἐμὴν μεθ’ ἧς ἐτράφης, μεθ’ ἧς ἐπαιδεύθης καὶ ὧς, ὁπότε ἀρρωστοίης, ἐδεόμην τῶν θεῶν ἐπ’ ἐμὲ μετενεγκεῖν τὴν νόσον, πολέμου δὲ ἐκ τῆς σῆς ἰδέας περιστάντος τὴν πόλιν καὶ τοῦ καιροῦ σοι ζῆν οὐκ ἐπιτρέποντος οἴχῃ μέν, οὐκ ἀδόξως δέ, ἀλλ’ ἐμὲ μὲν ἐν θρήνοις καταλέλοιπας, σαυτοῦ δὲ τοὔνομα ἐν ᾠδαῖς οὕτω [*](RIV 478) | μὲν ἀνδρείως ὑπακούσας τοῖς ἀναγκαίοις, οὕτω δὲ αὐτὸς ὀκνοῦντα τὸν πατέρα ἐπεγείρας.