Declamatio 39

Libanius

Libanius, Declamatio 39, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

ἀλλὰ μέμφῃ γράφοντα; σὺ τούτων αἴτιός μοι γεγένησαι διὰ τῆς γυναικός. εἰ γὰρ μὴ ταύτην πρός με ἐθαύμασας μηδὲ τὴν ὥραν ἐπῄνεσας μηδὲ γα- μεῖν ἠνάγκασας, ἀφείμην ἂν τῶν νυνὶ τούτων φρον- τίδων καὶ φόβων. νῦν δὲ γάμος καὶ δέος νομοθέτην με πεποίηκεν. ἢ πόθεν οἴει τὰς πολλὰς ταυτασὶ τολ- μᾶσθαι μοιχείας; οὐκ ἀπὸ τοῦ τοῖς μοιχοῖς ἐκ τῶν κρίσεων διαδύσεις ὑπάρχειν; δεῖ δή ποτε τοῦτο τὸ κακὸν ὡς ἐλάχιστον γενέσθαι, δεῖ τοῦδε τοῦ νόμου βοηθήσοντος μὲν τοῖς γεγαμηκόσιν, ἐπισχήσοντος δὲ τὴν ἀφόρητον ταύτην ὕβριν.

31. Κερδανοῦμεν δέ τι καὶ ἕτερον, ὦ ἄνδρες δι- κασταί, μέγιστον οἱ τὴν πόλιν οἰκοῦντες. ἢν γὰρ ἀκρι- βεστέρα γένηται περὶ τὰς γυναῖκας ἡ πρόνοια, καὶ τοῖς ἡδέως κακῶς λέγουσι τουτοισὶ κλείσομεν τὰ στό- ματα. ὧς νῦν γε ἐμπιπλᾶσι τὴν ἀγορὰν τοιούτων λό- γῶν· ὁ δεῖνα τὴν τοῦ δεῖνος. κἂν ἀπιστῇ τις, ὅρκος εὐθέως. ὁ δὲ ἀκούσας ἀντὶ τοῦ τὸν εἰπόντα ἐπισχεῖν [*](11 cf. t. III 413,2; 389, 22: II 250,8 20 Arist. Thesm. 622) [*](1 προσθεῖναι Β sed θ’ inser | δή om Μο δέ Η 6 μὴ δὲ(1) ΜοΜαΒ | τὴν inserui e Μ om reliqui libri edd | μὴ δὲ H Β 9 με om Ma 10 ἐκ τῶν κρίσεων om I 11 διαλύσεις Ma sed ’ς in ras m 2, ClMBLaurl Mor | ὑπάρχειν Ma sed ὑ in ras m 2 I δέ HMoMaClB Re 12 γενέσθαι — 13 τοῖς in marg Ma 2 om Cl | γενέσθαι scripsi ex HMoMa 2M γεγενῆσθαι Β Laurl edd I δὲ post δεῖ MBLaurl edd delevi | τοῦδε om Laur Ι | τοῦ νόμου] νόμου τοῦ Ι 16 ἀκριβεστέρα Ma sed έρ in ras m 2 18 κακῶς om Laurl 19 ὡς in ras Ma 2 | γ’ Η | τούτων H τούτων τῶν Μο 20 ἀποστῇ Cl sed ο in ι corr m3)

310
ἑτέρῳ γίνεται διδάσκαλος καὶ προιὸν εἰς φήμην τὸ πρᾶγμα καθίσταται.

εἶθ’ οἶ ποιηταὶ μείζω τούτων καταβλάπτουσιν ἡμᾶς θεὸν τὴν φήμην πεποιηκότες καὶ μαρτυροῦντες τοῖς κακῶς ἀγορεύουσιν. οὓς παύσομεν, ὦ πάτερ, διὰ τοῦ νόμου. οὐ γὰρ ἔτι πιστὰ δόξουσι λέγειν ἐφεστηκότων τοῖς μοιχοῖς τῶν ὑβριζομένων με- τὰ τοῦ ξίφους. βοηθείτω τοίνυν ὁ νόμος τῇ πόλει πάντως καὶ ἡμεῖς αὐτοῦ τὸ μέρος ἀπολαυσόμεθα.

33. Ἀλλὰ πολλοί, φησι, τοὺς ἐχθροὺς δι’ ἀπά- της ὡς αὑτοὺς εἰσαγαγόντες ἀποκτενοῦσιν ὡς μοιχοὺς ψευσάμενοι. καὶ τίς οὕτως ἀνόητος ἢ κα- κοδαίμων, ὦ πάτερ, ὥσθ’ ἧς λαμβάνει μείζω δοῦναι δίκην ἂν ἐθελῆσαι; ἢ νομίζεις ἴσην εἶναι ζημίαν ἀπο- [*](RIV 578) θανεῖν | καὶ περὶ τὴν γυναῖκα ὑβρίσθαι; οὐκ οἶσθ’ ὅτι τῷ μὲν μετὰ τὴν πληγὴν οὐδενὸς αἴσθησις, τὸν δ’ ἐν αἰσχύνῃ ζῆν ἀνάγκη;

τί φής; ἀποθανεῖ- ταί τις ὧς μοιχὸς σωφρονῶν; καὶ πῶς ὁ κτείνας βιώ- σεται τοιαῦτα πεπονθέναι δοκῶν; ἐμοὶ γάρ, ὦ πάτερ, [*](3 cf. ad p. 273, 17. Synes. ep. 44, 1. Demetr. Cyd. ep. 2 ed. Boiss. Anecd. nov. p. 260,19) [*](1 γίγνεται ΜΒΙ edd Ι προιὼν Οἶ’ sed ὢ ex ὁ corr 4 παύ- σωμεν HMoMaClM 6 ὑβρισμένων ὢ 7 τοῦ inserui ex Η ΜοΜ om MaClBLaurl edd 8 ἡμᾶς Μο | τοῦ μέρους H) [*](10 αὐτοὺς HMoMaClMBI edd | εἰσάγοντες Laur | ἀποκτε- νοῦσιν Ma sed ει supra ε m 2 ἀποκτείνουσιν ΗΜο 11 ψευ- σάμενοι Ma sed δό supra σά m 2 12 ὦ πάτερ ἢ κακοδαίμων Μο 13 ἐθελῆσαι scripsi e MaB ἐθελήσαι Μ edd ἐθελήσῃ σ’ HLaurl ἐθελοή Μο 14 περὶ om Ι | ὑβρίσθαι Ma sed θ inser m 3 15 οἶδας Ma sed γρ οἶσθ’ in marg m 3 οἷδ’ Cl sed in οἶδας corr m 3 16 τὸν Μο sed in τοῦ corr m 2 τῶ Ma | ἐν om MaCl | συζῆν Ma et e ζῆν corr Cl 3 | φής libri edd | ἀποθα- νεῖται τίς Ma 18 τοιαῦτα scripsi auctore lacobsio Lect αὐτὰ libri (αὑτὸ Μο) edd | πάτερ ἐμοὶ δοκεῖ τοῦτ’ εἷναι πάντων ἀφορητότερον Ι)

311
τοῦτ᾿ εἷναι δοκεῖ πάντων ἀφορητότατον. σὺ δ’ οὐχ οὕτω φρονεῖς. οὐδὲν τοσοῦτον. οὐ δήμευσις τῶν ὄν- των, οὐ πήρωσις σώματος, οὐ θάνατοι τέκνων, οὐ φυγὴ καὶ πλάνη κατὰ τὴν ξένην, οὐ δήμιος, οὐ κώ- νειον, οὐ τὸ ἄταφον ἐρρῖφθαι. διὰ τοῦτο μάλιστα τὰς τυραννίδας μισῶ, ὅτι μεγίστην τέρψιν ἡγοῦνται τὰς τοι- αύτας ὕβρεις. τοῦτο καὶ πραττόμενον καὶ δοκοῦν ἐσχάτην συμφορὰν <ἡγοῦμαι καὶ ἀποθανεῖν> δεξαίμην ἢ μοιχείας δόξαν οὐκ οὔσης κατασκεδάσαι τῆς οἰκίας.

35. θάρρει δὴ περὶ τῶν σωφρονούντων, ὦ πάτερ. τῶν δὲ οὐχ οὕτως ἐχόντων μὴ πάνυ κηδώμεθα μηδὲ πλάτ- τωμεν φόβους, ἔνα μή τινα ἀναγκάσωμεν εἰπεῖν· σὺ δὲ τὸν μὲν οὐ μοιχὸν δι’ ἔχθραν ἀποθανεῖσθαι νομίζεις, παῖδα δὲ βέλτιστον ὡς πονηρὸν οὐκ ἀποθανεῖσθαι νομίζεις κακίᾳ πατρός; τί δ’, ἂν λελυπηκὼς ὁ πατὴρ ᾖ τὸν παῖδα καὶ δι’ αὐτό γε τοῦ- το μισῇ τὸν υἱόν, ὅτι οἶδεν ἠδικημένον; δώσομεν αὐ- [*](3 Plat. leg. XI p. 925 E) [*](1 δοκεῖ τοῦτ’ εἶναι MaCl | ἀφορητότερον MaCl | δὲ ClMB Laurl edd 2 οὕτω om Re | σωφρονεῖς Μο | „post οὐδὲν τοι- οῦτον videtur deesse παρὰ σοὶ κέκριται vel simile qiiid scil. ἐπὶ τῇ μοιχείᾳ. tu moechum nulla dignum censes eiusmodi poena, quales hae sunt, confiscatio bonorum — " Re 5 num ἐρρῖφθαι? at cf. ad p. 53, 16 | ἐγὼ δὲ ante διὰ inserendum coni Re | δια- ἐδειματοῦτο ΗΜοΜαΒ 7 τοῦτο καὶ] καὶ τοῦτο MaClMBI Mor | καὶ om Laur Ι ,,post δοκοῦν deest non nihil, verbi causa ὁμοίως οὐκ ἀνασχετὸν vel tale quid in eo sensu" Boissonade Anecd. II 370, αἴσχιστον καὶ lacobs Lect | ἐσχάτη συμφορὰ MBI Mor) [*](8 ἡγοῦμαι καὶ ἀποθανεῖ. inserui om libri edd sed μεγίστην ἡγοῦμαι συμφοράν. ἀποθανεῖν coni Re 9 οὐκ inser Ma 3 10 δὲ Μο | καὶ ante περὶ Β 11 μὴ πάνυ κη in lac 8 litt om Ι I κηδώμεθα Μο Ι μὴ δὲ MaBLaur τῶν δὲ ΗΜο | πλάττομεν HMoCl 12 ,,post τινα videtur ὄντα desse" Re 14 παῖδα — 15 νομίζεις om HMo 15 πατρός om Μο 16 τὸν παῖδα ᾖ MaCl 17 μισῇ scripsi μισεῖ libri edd | εἶδεν Β | καὶ ante δώσομεν Β | αὐτοῦ Ma sed ου in ω corr m2)

312
τῷ τὴν ἐξουσίαν τοῦ φόνου;

οὐχ ὁρᾶτε καὶ νῦν [*](RIV 579) τινας πρὸς τοὺς αὐτῶν χαλεπούς; τίνας | δὴ τῆς ἀδείας δοθείσης νομίζομεν ἔσεσθαι; μὴ γὰρ ἱκανὸν οἴεσθε, ὦ ἄνδρες δικασταί, δεσμὸν εἶναι τὴν φύσιν, ἀλλὰ κρατεῖ μὲν ὡς τὰ πολλά, ὅταν δὲ τὰ νοσήματα τῆς ψυχῆς ἐρρωμενέστερα γένηται, διακόπτεται καὶ ὁ πατὴρ ἄλλο τι φαίνεται τοῦ τῆς ψυχῆς ἀναγκάζοντος πάθους.

εἰ δὲ σοὶ βούλει πεπηγέναι τὸν νόμον ὅν τέθεικας, εἶκε καὶ τῷδε. ὡς φιλονεικῶν γε κἀκεῖνον κινεῖς. κατέγνωκας γὰρ τῆς γυναικός τινα ἀκρασίαν; σὺ δέ, 0) πάτερ, κατέγνωκάς τινα τοῦ παιδὸς μοχθη- ρίαν; ἀλλ’ ὅμως τὸ μέλλον ὑφορώμενος νομοθετεῖς. ἀνεπίφθονον δὴ κἀμὲ τὸ μέλλον ἀξιῶσαι μείζονός τε καὶ ἀπονωτέρας φροντίδος, ἐπεὶ νῦν γε ἡ γυνὴ μάλα ἐπίπονον τοῖς φυλάττουσιν ἔχει. τιμᾷ γὰρ αὕτη νῦν μὲν ἐμέ, νῦν δὲ τοῦτον. οὐ γὰρ ὁμοῦ τὰς ἐξόδους, ὦ ἄνδρες δικασταί, ποιούμεθα. ἀλλὰ σοφόν τι τοῦτο πρὸς τὴν γυναῖκα εὕρηκεν ὁ πατήρ. ἀγοράζει μὲν αὐτὸς οἴκοι μένοντος ἐμοῦ, διατρίβει δὲ οἴκοι περιπατοῦντος [*](1 ἐργασίαν Ma sed ἐξουσίαν suprascr m 2, Cl 2 ἑαυτῶν Ι edd αὐτῶν reliqui libri 3 δὲ post μὴ inser Ma 2 4 οἰ- έσθω HMo 5 κρατεῖν Ma | ταπολλά MaB 7 ἄλλοτι Μο sed in ἀλλ’ ὅτι corr m 2 9 τέθεικας Cl sed ς add m 3 | καὶ Ma sed ὡς suprascr m 2 10 τὴν Η 11 τινα τοῦ παιδὸς scripsi ex HMoMaCl τοῦ παιδός τινα MBLaurl edd | μοχθηρίας Η μοχθηρίαν γα sed μοχθηρ in ras m 2 1.3 δὴ Ma sed ἡ in ras m 2 δὲ Μο | ἀξιῶσαι Ma sed σαι in marg ὃς add m 2 14 φροντίδας Laur | ἐπεὶ Ι sed ἔασον suprascr 15 ἔχειν Ma sed ει suprascr m 2 Cl | τιμᾷ γὰρ αὕτη Re τιμᾶ ταύτῃ Η τιμᾶ θ’ αὕτη Μο τίνα ταύτην Ma sed τιμᾶ in marg m 2 ClMBLaurl Mor 18 ἀγοράζει — 19 ἐμοῦ praemissis verbis ἀγοράζει ἀντὶ τοῦ εἰς ἀγορὰν διατρίβει. Λιβάνιος citat Andr. Lopad. lex. Vindob. s. v. p. 14,8 ed. Nauck | γὰρ post μὲν Laurl 19 διατρίβει — 313, 1 ἐμοῦ om Ι)

313
ἐπ’ ἀγορᾶς ἐμοῦ, ὥστ’ ἢ ἐμοὶ σύνεστι τὸ γύναιον ἢ τούτῳ, κἂν ὁ γεγαμηκὼς ἀπῇ, τὸν κηδεστὴν ἀντὶ τοῦ γεγαμηκότος ἔχει φύλακα.

ἀλλὰ καὶ κατ’ αὐτὸ τοῦ- το μέντοι προσήκει τόνδε κυρωθῆναι τὸν νόμον, ἴνα παύσηταί ποτε τῇ γυναικὶ παρακαθήμενος ὁ πατὴρ καὶ μεριμνῶν καὶ πονῶν καὶ τῶν κοινῶν ἀμελῶν. εὐθὺς γὰρ αὐτὸν ἀποστήσει τῆς γυναικὸς οὗτος ὁ νόμος ἱκα- νὸς φύλαξ σωφροσύνης καθιστάμενος.

Ὡς ἔδει γε, ὦ ἄνδρες δικασταί, ζῆν ἡμῖν ἔτι τὴν μητέρα, καὶ οὐδὲν ἂν τῶν νῦν τούτων ἐπράττετο. τί γὰρ ἂν ἔδει μοι νόμου τῶν ἐκείνης ὀφθαλμῶν εἰς φρουρὰν ἀποχρώντων; νῦν δέ, ἐπειδὴ τέθνηκεν, εἰς τοῦτο ἥκω καὶ νομοθετῶ καὶ λύω τῷ τε πατρὶ καὶ ἐμαυτῷ τὰ παρόντα πράγματα.

ἴθι δή, ὦ πάτερ, | ἀπαλλαγεὶς τῶν ἔνδον, δὸς σαυτὸν ὅλον τοῖς [*](RIV 580) κοινοῖς καὶ τὴν γυναῖκα τῷ νόμῳ. συνεχῆ ποιοῦ τὴν πολιτείαν καὶ νόμισον ἄλλος γεγονέναι τήμερον. προσ- ἐρχου τῷ δήμῳ, λέγε γνώμας ἐν τῇ βουλῇ, πρέσβευε, στρατήγει, ποίησαί τινα καλὴν ἀποδημίαν. μέλει μέν σοι τῆς ἐμῆς γυναικός, οἶδα καὶ οἵδε πάντες τοῦτο ἴσασι καλῶς ὧς πολὺ τῶν ἄλλων κηδεστῶν ἐν τοῖς [*](9 cf. p. 298, 15) [*](14 ἐπίλογος Μο) [*](1 ὥστε MaCl 2 αὐτὴ Η 3 καὶ om MaCl | τοῦτο μἐν- τοι scripsi ex HMo τοῦτο μέν μοι MaCl μέντοι τοῦτο ΜΒ Laurl edd 5 γυνὴ Cl 7 τῆς γυναικὸς om ΗΜο | ἱκανῶς Mor 8 τῆς ante σωφροσύνης Β 9 ἐπὶ Η 10 ἔτι post τὴν inser I | νυνὶ MaCl 11 ἂν om Μ | νόουσ H νόμων Μο 12 δ’ ΜΒ Mor 13 κωλύω Ι 14 ὦ om HMo 15 δοὺς ΜΙ Mor 16 num <ἐφεὶς> τὴν γυναῖκα τῷ νόμῳ εχῆ? | ποίου ΗΜο 17 καὶ inser Ma 2 | γέγονε Ι 18 γνώμας scripsi ex HMoMaClMB γνώμην Laurl edd 19 ποίησον Η MaCl I τὰ κοινὰ ΗΜο | μέλει scripsi ex HMoMBLaur cum la- cobsio Lect μέλλει MaClI edd 20 οἴ γε Ι 21 ἴσασιν | ἐν τοῖς om Ι)

314
πρὸς ἐκείνην διήνεγκας, ἀλλ’ ἱκανὴν ἐκεῖθεν δόξαν ἐσχηκὼς κτῆσαι τὴν ἀπὸ τῶν μειζόνων, ἄλλως θ’ ὅτε καὶ παῖδα παρέσχου τῇ πόλει νόμους δυνάμενον γρά- φειν.

ἐγώ σοι συλλήψομαι τῶν πολιτευμάτων οὐδὲ μικρὸν χωριζόμενος, συνεξιὼν οἴκοθεν, συνεισιὼν οἴ- καδε, μονονοὺ συμπεφυκώς, δουλεύων ταύτην τὴν ἡδίστην δουλείαν, ἂν ἄρα ἀναμάρτητος εἶναί σοι δόξω καὶ μὴ πρῶτος πατέρων κατ’ ἐμοῦ χρήσῃ τῷ νόμῳ.

42. καὶ δῆτα ἀναστὰς λέγε τούτων ἐναντίον, τί ποιῶν καὶ τί μὴ ποιῶν ἐγὼ διαφεύξομαί σου τὴν δεξιάν; κἂν μὴ πείθωμαι πᾶν ὅσον καλόν, ἀπόκτεινον. οὐ δεῖ με- μνῆσθαί με χωρίων; οὐ μεμνήσομαι. οὐ δεῖ προσ- άπτεσθαι χρημάτων; οὐ προσάψομαι. οὐ δεῖ προστάττειν οἰκέταις; οὐκ ἐπιτάξω. λῄδιον δεῖ φοροῦντα ἀνέχεσθαι; ἀνέξομαι. λιμώττοντα φέρειν; οἴσω. σιγᾶν; οὐ φθέγξο- μαι. χαμαὶ καθεύδειν; τοῦτο ποιήσω. πάντα σοι χαρι- οῦμαι ταῦτα. καὶ οὐκ ὄψει με περὶ ταῦτα θρασύν. μοι- χοὺς δὲ ἐξέστω μοι μισεῖν καὶ νόμους κατ’ αὐτῶν γράφειν.

φήσει δέ με καὶ τἄλλα ὁ πατὴρ φαιδρό- τερον γεγονέναι καὶ οὐκ ἀηδῆ συγγενέσθαι. νῦν μὲν [*](14 Men. com. IV 332, 507 M (III 256, 1028 K)) [*](2 ὅτε Laur 3 καὶ om Ι 1 παράσχοις Μο 4 ,,fort μικρὸν ἐμοὶ χαριζόμενος" Re 5 μικρὰ Β | οἴκοθεν — 6 δου- λεύων in marg Μα 2 6 καὶ ante μονονοὺ Μο 2 | πεφυκὼς ΜΙ Mor 1 ἣν Μ | σοι inser Ma 2 om Οἶ’ 9 δῆτ’ Μο 11 πείθομαι H | πᾶν ὅσα καλὸν Μο πᾶν ὅσον καλῶν Ma sed πάνθ’ ὅσα καλὰ suprascr m 2 σὸν καλόν Laurl | εἰ Mo 12 με inser Ma 3 | χωρἷαν Η Ι οὐ — 14 οὐκ ἔπι in marg Ma 2 om Cl) [*](13 οὐ δεῖ] οὐδὲ ΗΜο 14 λήδων scripsi auctore Re λῄδιον Laurl λινἰδιον HMoMaClMB edd 16 σοι om Ι 17 τοι post ταῦτά HLaur, σοι Ι | οὐκ inser Ma 2 | βραδύν coni Mor num βαρύν? 18 μοι om Μο | νόμον Ma sed οὑς supra ον m2 19 φησὶ HMo | τἆλλα HMo 20 ἀειδῆ H)

315
γὰρ | ἐπιτιμᾷ πολλάκις· τί σκυθρωπάζεις, ὦ [*](RIV 581) τέκνον; τί τοῖς πενθοῦσιν ἔοικας; ἐγὼ δὲ τότε μὲν ἔλεγον οὐδέν, νῦν δὲ φράσω· τὸν νόμον τοῦτον, ὦ πάτερ, κατὰ τῶν μοιχῶν θεῖναι μὲν βουλόμενος, ἀεὶ δὲ μέλλων ἐβαρυνόμην καὶ ὥσπερ ὠδίνων ἤλγουν τὴν καρδίαν· εἰ δὲ κυρωθείη τήμερον καὶ συγχωρήσαις καὶ τοῦτο ὑπομείναις, ὄψει μειδιῶντα τὸν κατηφῆ, ὄψει βλέποντα ἐλεύθερον τὸν κατεπτηχότα.

ἐποίει δέ με λογισμός τις τοιοῦτον, ὡς μὲν ἂν σὺ φαίης, εὐήθης, ἐποίει δ’ οὖν. ᾤμην ἐνδεέστερον τὸν παλαιὸν νόμον ὀργίζεσθαι τοῖς μοιχοῖς, ὡς καὶ τοὺς πολλοὺς ἐπ’ ἀλ- λοτρίους παρακαλεῖσθαι γάμους, τοὺς μὲν δοῦναι δυ- ναμένους, τοὺς δὲ πιστευομένους. μετὰ δὴ τοῦτον τὸν νόμον οὐκέτ’ ὄψει με τὸν ἔμπροσθεν, ἀλλ’ οἶον εἰκὸς τὸν ὑπὲρ γυναικὸς ἱκανῶς τεθαρρηκότα.

45. Σὺ μὲν κήρυττε, πάτερ, τοῖς περιεστηκόσι του- τοισὶ νέοις ὅτι, ὦ παῖδες, φυλάττεσθε τὰς τῶν πατέρων ὀργάς, ἐγὼ δὲ ἀντικηρύξω καὶ αὐτὸς καὶ πρεσβυτέρῳ καὶ νέῳ καὶ ξένῳ καὶ πολίτῃ καὶ παιδὶ καὶ πατρί· σωφρόνει καὶ φρίττε τὴν τοῦ γεγα- μηκότος δεξιὰν ὡς τῆς αὐτῆς εὐνῆς δεξομένης [*](2 δὲ om Μο 4 ὦ πάτερ om Laur | κατὰ om Μο | ὃν οὐκ post μοιχῶν HLaur ὃν MaCl, ἕνεκεν Μο ἐνθεῖναι HMaClLaurl 10 ἐπεὶ Mor sed γρ ἐποίει in marg punctum post οὖν posui ex Η colon Μο om reliqui libri edd 11 τοὺς inserui ex ΗΜΟΜa Οἶ’ om MBLaur I edd 12 δὲ Η | δυναμένου Ma 13 μὴ ante πιστευομένους et in marg inser Ma 2 14 οὐκ ἔτι ὢ 15 ἤδη post ἱκανῶς ὢ, pro ἱκανῶς Πα | ἱκανῶς om Ι 16 πάτερ om Μο 17 νέοις in marg Mo 2 18 ἀντικηρύξω Β ἀντικηρύττω ΗΜο ἀνακηρύξω Ι | ὃ ante καὶ(2) HMo 19 καὶ νέῳ om H MoMaClI 20 καὶ om Μ | δὲ post σωφρόνει Ι | φρίττε scripsi ex HMoMaClMBi et γρ in marg Mor φύλαττε Laur edd | πᾶς post φρίττε Ι 21 εὐνῆς δεξομένης scripsi cum lacobsio Lect νῦν εἰςδεξομἐνης libri edd sed εὐνῆς συνεισομένης coni Re)

316
καὶ τὴν ὕβριν καὶ τὴν σφαγήν. ἐγὼ δὲ πρῶτος σιδηροφορῶν βιώσομαι κἂν ὁντιναοῦν λάβω, τῷ σιδή- ρῳ χρήσομαι καὶ οὐδὲν ἔσται μοι παίδων αἰδεσιμώτε- ρον, ἀλλ’ ἀκονησάμενος τὸ ξίφος ἔχων ἀναπαύσομαι καὶ φανέντ’ ὃς ποθὲν μοιχοῦ τοῦ πατρὸς δεήσομαι βοηθεῖν.

[*](1 τὴν (2) om Laur | δὲ om HMoB 2 ὁντινοῦν ΜοΜαΜ BLaurl edd 3 οὐδὲν — αἰδεσιμώτερον] οὐδείς μοι ἔσται αἰδέσιμος Ι | αἰδεσιμώτερος MoMaCl 5 ποθὲν scripsi e Ma ClLaur 1 (??) Β ποτε ΗΜοΜ edd | μοιχὸν Ma sed ὂν in οῦ corr m3 τοῦ μοιχοῦ Μ | προσδεήσομαιc HMoI)