Declamatio 39

Libanius

Libanius, Declamatio 39, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

πολλὰ γὰρ τῶν ἀδικημάτων ἀκοῦσαι μέν ἐστιν ἀπίθανα, πράττεται δέ. καὶ εἰ μὲν καὶ νῦν γίνεταί τι τοιοῦτον, ἔξεστι ζητεῖν. αἱ γοῦν τραγῳδίαι γέμουσι παραδόξων κακῶν. ἃ οὐ χρὴ νομίζειν ἐπ’ ἐκείνων ἑστάναι τῶν χρόνων. τῆς γὰρ αὐτῆς οὔσης φύσεως εἰκός τοι καὶ τὰ αὐτὰ τολμᾶσθαι.

δικαστηρίου δεῖ τῷ μοιχῷ; τί οὖν, ἂν νεώτερος ὁ γραφόμενος ᾖ; τί δ’, ἂν ἐν πατρὸς ὁ μεμοιχευκὼς ἡλικίᾳ; οὐκ οἴει τοὺς μὲν ἐπιτιμήσειν, τοὺς δὲ ἀπιστήσειν, τοὺς δὲ ἀφεῖναι κελεύσειν; τί δ’, ἂν οἱ μέλλοντες μαρτυρεῖν τὸν μοιχὸν ποιῶνται πρὸ τοῦ παθόντος κακῶς; οὐκ ἀνάγκη τῇ περὶ τὴν γυναῖκα εῖ εἶ [*](1 καὶ om Η 4 σωφρονῶν et συκοφαντῶν Μ 6 τὰ om Μο 9 ὑπολάβοις scripsi ex HMoMaClB Par. 3017 (Boisso- nad. Anecd. II 136) ὑπολάβῃς MLaurl edd | μὲν post πολλὰ MaClBI edd delevi 10 ἁμαρτημάτων Πα sed γρ ἀδικημά- των suprascr m 3, Cl 11 καὶ(2) om ClMLaurl Mor inser Ma et γρ in marg m 2 | γίγνεταί ΜΒΙ edd 12 αἱ γοῦν] ἃ δ’ οὖν ΗΜο 13 δ’ post ἃ Re delevi | οὐ om MoLaur | νῦν post χρὴ Ι I τὸν χρόνον Ma sed in τῶν χρόνων corr m 2, Cl 14 τοι scripsi ex HMaClBI τι MoMLaur edd Ι νῦν post καὶ Μο Re delevi 15 δικαστηρίου — μοιχῷ] ἐν δικαστηρίω τὸν μοι- χόν· Η δικαστήρια τῶν μοιχῶν Μο δικαστήριον τὸν μοιχὸν Ma sed in δικαστηρίου δὴ τῶ μοιχῶ corr m 3, ClLaur om I 16 γράφων Ma I ὁ om I 18 τούς δὲ ἀπιστήσειν inser Ma 2 | κελεύειν Ma sed ελεύ in ras m 2, ΜΒΙ Mor καὶ λέγειν 19 τὸν μοιχὸν om Β | πρὸς Laur 20 πάθους I)

309
συμφορᾷ καὶ ζημίαν προσεῖναι συκοφαντίας; ἔασον δή με, πρὸς Δῖός, ὦ πάτερ, θεῖναι τὸν νόμον καὶ παῦσαι λυπῶν, ὡς νῦν | μέν με ἀνιᾷς, κυρωθέντος δὲ [*](RIV 577) οὐκέτι.

ἀλλὰ μέμφῃ γράφοντα; σὺ τούτων αἴτιός μοι γεγένησαι διὰ τῆς γυναικός. εἰ γὰρ μὴ ταύτην πρός με ἐθαύμασας μηδὲ τὴν ὥραν ἐπῄνεσας μηδὲ γα- μεῖν ἠνάγκασας, ἀφείμην ἂν τῶν νυνὶ τούτων φρον- τίδων καὶ φόβων. νῦν δὲ γάμος καὶ δέος νομοθέτην με πεποίηκεν. ἢ πόθεν οἴει τὰς πολλὰς ταυτασὶ τολ- μᾶσθαι μοιχείας; οὐκ ἀπὸ τοῦ τοῖς μοιχοῖς ἐκ τῶν κρίσεων διαδύσεις ὑπάρχειν; δεῖ δή ποτε τοῦτο τὸ κακὸν ὡς ἐλάχιστον γενέσθαι, δεῖ τοῦδε τοῦ νόμου βοηθήσοντος μὲν τοῖς γεγαμηκόσιν, ἐπισχήσοντος δὲ τὴν ἀφόρητον ταύτην ὕβριν.

31. Κερδανοῦμεν δέ τι καὶ ἕτερον, ὦ ἄνδρες δι- κασταί, μέγιστον οἱ τὴν πόλιν οἰκοῦντες. ἢν γὰρ ἀκρι- βεστέρα γένηται περὶ τὰς γυναῖκας ἡ πρόνοια, καὶ τοῖς ἡδέως κακῶς λέγουσι τουτοισὶ κλείσομεν τὰ στό- ματα. ὧς νῦν γε ἐμπιπλᾶσι τὴν ἀγορὰν τοιούτων λό- γῶν· ὁ δεῖνα τὴν τοῦ δεῖνος. κἂν ἀπιστῇ τις, ὅρκος εὐθέως. ὁ δὲ ἀκούσας ἀντὶ τοῦ τὸν εἰπόντα ἐπισχεῖν [*](11 cf. t. III 413,2; 389, 22: II 250,8 20 Arist. Thesm. 622) [*](1 προσθεῖναι Β sed θ’ inser | δή om Μο δέ Η 6 μὴ δὲ(1) ΜοΜαΒ | τὴν inserui e Μ om reliqui libri edd | μὴ δὲ H Β 9 με om Ma 10 ἐκ τῶν κρίσεων om I 11 διαλύσεις Ma sed ’ς in ras m 2, ClMBLaurl Mor | ὑπάρχειν Ma sed ὑ in ras m 2 I δέ HMoMaClB Re 12 γενέσθαι — 13 τοῖς in marg Ma 2 om Cl | γενέσθαι scripsi ex HMoMa 2M γεγενῆσθαι Β Laurl edd I δὲ post δεῖ MBLaurl edd delevi | τοῦδε om Laur Ι | τοῦ νόμου] νόμου τοῦ Ι 16 ἀκριβεστέρα Ma sed έρ in ras m 2 18 κακῶς om Laurl 19 ὡς in ras Ma 2 | γ’ Η | τούτων H τούτων τῶν Μο 20 ἀποστῇ Cl sed ο in ι corr m3)

310
ἑτέρῳ γίνεται διδάσκαλος καὶ προιὸν εἰς φήμην τὸ πρᾶγμα καθίσταται.