Declamatio 34

Libanius

Libanius, Declamatio 34, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913

35. Εἶτ’ ἐρεῖς αὖθις ὧς εἰς χρήματα ἐξημίωκα καὶ μικρὸν ἐκ μεγάλου τὸν σὸν πλοῦτον πεποίηκα; ἀλλ’ ἐρήσομαί σε, καὶ ὅπως μοι μὴ καὶ δεύτερον [*](2 κἀν scripsi καὶ LV 7 οὕτως V 10 πικροῦ L sed γρ μακρῶ in marg m 2 11 τότεχρῆν L 13 ὅτε om V 21 ἀναμέρος V 27 ἐζημίωκα scripsi ἐζημίωσα LV)

159
χαλεπαίνῃς βαρέως τὸν λόγον δεχόμενος. ὃ γοῦν ἐρήσο- μαι, τί διανοούμενος καὶ τί μετιὼν ὑφειλόμην τοῦ πλούτου καὶ τὴν ζημίαν ἐπήνεγκα; εἰπέ, ὦ πρὸς θεοῦ, εἰ δὲ μή, ἕτερος ἀντὶ σοῦ κληρονομείτω τοῦ λόγου, τί ὅλως δρῶν τῶν ἀπηγορευμένων εἰς ἔλαττον τὰ σὰ περιέστησα; ἵππους ὠνού- μενος, ἱπποτροφίᾳ προσκείμενος, ἀσωτεύων, κωμάζων, παρασίτους τρέφων, κόλακας ἐπαγό- μενος; ἀλλ’ οὐδεὶς ἀποκρίνεται. ἐγὼ δὲ καὶ αὐτὸς ποιήσομαι τὸν ἀπόλογον, ὦ πάτερ, καὶ μάλα γε ἀληθῆ. οὐδὲν ἄλλο γε κατὰ νοῦν στρέφων οὐδὲ πραγματευό- μενος ἢ ὅπως δεσπότης εἴης καὶ αὖθις τῶν σῶν καὶ τὴν Κυρείαν ἔχοις, ὡς κὰν τοῖς ἄνω καιροῖς.

ταῦτα ἔστιν ὑπὲρ ὧν εὐξάμην καὶ τὸ τάλαντον ἀφιέρωσα, οὐχ ὧς ἐπάξων ζημίαν, ἀλλ’ ὡς τὸ τελεώτατον ἀπάντων κερ- δῶν προξενήσων οὐδ’ ὡς λυπήσων σὲ τὸν πατέρα, ἀλλ’ ὧς μεγίστης αἴτιος εὐφροσύνης ὑπάρξων, εἴπερ τὸ ὑγιῶς ζῆν μέγιστον εἰς εὐφροσύνης ὑπόθεσιν. ἢ τίς ἄν σε, πάτερ, ἐπὶ τούτῳ δυσχερᾶναι ᾠήθη καὶ τοσ- οῦτον ὡς καὶ παρ’ ἐμοῦ δίκην ἐθέλειν λαμβάνειν, ᾧ βουλομένῳ σοι τὰ δίκαια δρᾶν οὐκ ἂν εἶχες ῥᾳδίως τὰ εἰκότα εὐχαριστεῖν;

εἰ δὲ μὴ τοσοῦτος ἐκ νό- σου ἢ τοιούτου τινὸς πάθους ἠπειλεῖτό σοι κίνδυνος, πολεμίους δὲ συνέβη λαβόντας ἔκ τινος τύχης, οἶα πολλὰ κατ’ ἀνθρώπους συμβαίνει, εἰς δουλείαν ἀπά- γειν, ἆρ’ οὖν ἠξίους ἐμὲ ἐλεύθερον μὲν περιόντα, χρημάτων δὲ κύριον ὑπάρχοντα καὶ πλοῦτον περιβε- βλημένον μακρὸν μηδὲν ὑπὲρ σοῦ καὶ τῆς σῆς ἐλευθε- ρίας μηδ’ ὀβολὸν προιέναι δέει τοῦ μὴ ἐλαττῶσαι [*](12 εἴης scripsi ἦς LV 13 κἂν L 19 δυσχεραναιν L δυσχεράναι V)

160
τὰ χρήματα; οὐκ οἶμαί σε τοιαύτην ἄν ποτε ποιῆσαι ἀξίωσιν εἰς τοιάνδε τὴν τύχην συνελαθέντα, τοὐναντίον γε μὴν καὶ πάσας ἀφιέναι φωνὰς τῆς σῆς ἐλευθερίας γενέσθαι καὶ πάντα ῥήματα δυσωπῆσαι δυνάμενα λέγειν βοῶντα· μνήσθητι, ὢ καλὲ παῖ, πρώτης γεννή- σεως, τῆς εἰς τόδε τὸ φῶς παραγωγῆς, ἀνατροφῆς, σπλάγχνων πατρός, πόνων οὓς ὑπὲρ σοῦ κατε- βαλόμην πολλούς. πρόες τὰ πάντα. τίμησον τὴν φύσιν. καλή σοι φιλοτιμία κἀν τοῖς νῦν οὖσιν ἀνθρώποις κἀν τοῖς μετὰ ταῦτα, ἂν ἀφειδήσας χρημάτων ἀνακομίσῃς σαυτῷ τὸν πατέρα. ἐγώ, παῖ, τὰ κατ’ οἴκους ἐπορισάμην καὶ δι’ ἐμὲ ἀπι- όντα ἀνασωθεὶς ἀνασώσομαι. ἔτι γὰρ πονεῖν δύναμαι καὶ τῆς τέχνης ὡς δεῖ συλλέγειν οὐκ ἐπιλέλησμαι.

ταῦτ’ ἂν εἶπες, σαφῶς οἶδα, καὶ ἔτι πλείω ποριμώτερος εἰς λόγους σαυτοῦ ὑπὸ τῆς ἀνάγκης ἀναφανείς. κἂν μὲν πρόθυμον εἶδες ἐλευθε- ροῦν, πρόθυμος καὶ αὐτὸς πᾶν ὅ,τι καλὸν ἐπηύξω γενέσθαι μοι, ἂν δ’ ἀμελοῦντα καὶ πάντα μᾶλλον σκοπούμενον πράττειν ἢ σοί γε προσέχειν, ἐπηράσω δι- καίως καὶ θᾶττον τὰς Ἐριννῦς ᾔτησας ἐπιέναι μοι τιμωρούς. ὅπου δὲ τότε ταῦτ’ ἂν βεβαίως διετέλεις πράττων καὶ λέγων, ἦπου χάριεν ἂν ἦν μὴ ἐν τοῖς ὁμοίοις τὴν αὐτὴν γνώμην τηρεῖν μηδὲ παραπλήσια κρίνειν αἱρεῖσθαι)·

ὅτι δ’ ὅμοια οἷς ὑπεθέμην τὰ πεπραγμένα, πολλῇ τινι ῥᾳστώνῃ ἐξέσται σκο- πεῖν. καὶ γὰρ σὺ μὲν ᾤχου τὴν ἐπὶ θάνατον, ἐγὼ δὲ περιελειπόμην ἐνταῦθα κτῆσιν ἔχων μυρίαν καὶ χρή- [*](1 ἂν inserui omLV 3 μὲν οὖν L sed γε μὴν in marg m2 10 μεταταῦτα LV 14 τέχνης <τοῦ>? α 25 signum terrogationis posui punctum L colon V)

161
μάτα ὧν τὸν ἀριθμὸν τί δεῖ λέγειν; εἰδείης ἂν αὐτός. πλὴν οὐκ ἠγάπησα πλοῦτον μὲν ἔχειν καὶ κτήματα τόσα καὶ τόσα, τὸν πατέρα δὲ οὐδαμῶς, ἀλλ’ ἐκεῖνα μὲν προθυμότατα ἀφαιρεθῆναι ὥσπερ καὶ ἄκρων ὀνύ- χων, σοῦ δὲ μηδ’ ἐν ὀνείροις διαζευχθῆναι βούλεσθαι.

40. καὶ τί τοῦτο λέγω ὧς λίαν θαυμάσιον, ὅπου γε δεῆσαν καὶ τὴν ζωὴν ὑπὲρ σοῦ οὐκ ἂν ἀπέσχον τοῦ μὴ τάχιστα δοῦναι, μόνον εἰ σῶς αὐτὸς ἀντ’ ἐμοῦ ἔμελλες περιεῖναι τῷ βίῳ; ὅθεν καὶ μή μοι χρήματα λογίζου, μὴ περιουσίαν, μὴ κτῆσιν ἄλλην καὶ κέρδη παντοῖα καὶ ἡδονὰς ἐντεῦθεν γεγενημένας. ἀπόχρη μοι συνὼν ὁ πατὴρ ἀντὶ πάντων. μεθ’ οὗ κἂν δυστυχῶ κἂν ἐσχάτως ταλαιπωρῶ, οὐ μακρὰν εἶναι τῶν εὐδαι- μονούντων δοκῶ, ὥσπερ αὖ ἀπωρφανισμένος ἐκείνου οὐ πολὺ τῶν ἀθλίως ἐχόντων διίστασθαι, κἂν τοὺς Λυδῶν κἂν τοὺς ἀπάντων ἀνθρώπων πλουτῶ θησαυ- ρούς. οὕτως ἐγὼ τιμᾶν οἶδα γονεῖς καὶ χρῆμα τοῖς τέκνοις ἥγημαι τούτους πάντων εἶναι χρημάτων ὀφεῖ- λον ἐξῃρημένον.

διὸ οὐδ’ ἐλαττῶσαι δοκῶ μοι τὰ χρήματα, πῶς γὰρ τοσοῦτον προσθεὶς τὸν πατέρα; ἀλλὰ δεόντως αὐξῆσαι, ὅτι μηδ’ ἔμποροι τὰ ἑαυτῶν ἐλαττοῦν οἴονται ἴν, εἰ τύχοι, τῶν τιμιωτάτων ἀργυρίων πολλῶν κατακτώμενοι. ἤρκεσε γὰρ ἀντὶ τῶν καταβλη- θέντων τὸ ἤδη κτηθέν. κἀμοὶ δὲ ὁ πατὴρ ἀντὶ πάν- των τῶν ὄντων, κἂν μικρὸν εἴπῃς κἂν μέγα κἂν αὐ- τὴν προσθῇς τὴν ψυχήν. εἰ δ’ ἠλάττωται τῆς χρείας σφοδρῶς ἐγκειμένης καὶ ἀπαιτούσης, τί παρὰ τοῦτο δεινόν; οὐ πάντες ἄνθρωποι διὰ τὴν ἀνάγκην σφῶν καὶ χρήματα καὶ πᾶν ἄλλο πορίζονται; ἢ τίνος ἄλλου [*](3 μηδαμῶς V 22 τύχη V)

162
γε χάριν ἔχεις εἰπεῖν; ἂν γὰρ μὴ οὔθ’ ὅταν πόλεμος ἐπιστῇ, ἐξέσται χρήσασθαι καὶ χρυσῷ καὶ ἀργύρῳ οὔθ’ ὅταν λιμὸς ἢ νόσος ἢ ἕτερός τις ἀγὼν ἐπαγό- μενος κίνδυνον, ἀλλ’ ἔνδον ἡμῖν ἄχρηστα κείσεται, τί λιθιδίων καὶ καχλήκων καὶ τῆς ἐκ πεδίου κόνεως διοίσει ἡμῖν; ἢ τί μᾶλλον ταῦτα μὲν εἰσοικίζομεν πολλῇ τῇ σπουδῇ καὶ ἀσφαλισάμενοι ἔχομεν, ἐκεῖνα δὲ ῥιπτοῦμεν ἡμῖν ἀχρήστων καὶ ἀνονήτων καὶ τούτων κἀκείνων ὄντων ὁμοίως; ὃ γὰρ μὴ ταῖς ἀνθρωπίναις ἀνάγκαις ὑπηρετεῖν ἔχει, ἐπίσης ἀπόβλητον. καὶ τῶν ὁμοίως ἀχρήστων οὐκ ἔνι δήπου, εἰ μή τινα λέγεις παραφρονοῦντα, τὸ μὲν ἀποβάλλεσθαι, τὸ δὲ πέρι, σπουδαστὸν οἴεσθαι.

σὺ δέ μοι, ὅταν σαυτοῦ προ- τιθῇς τὰ χρήματα καὶ ταῦτα μεγάλων ἐνεστηκότων κινδύνων καὶ ἀξιοῖς ἡμᾶς μὲν κινδυνεύειν ἀνέχεσθαι, ταῦτα δ’ ἀθάνατα μένειν, ἦ που συμβουλεῦσαί τῳ οὐκ ἄν ποτε ἔδοξας μὴ σθένοντι χρήσασθαι τοῖς ποσὶν ὄντων χρημάτων ἵππον πρίασθαι καὶ ἱπποτροφεῖν ἀνέ- χεσθαι, ὅπως μὴ σφοδρότερον αὐτὸ κάμνον τὸ σῶμα οἰχήσεται, καὶ τῷ ὑπὸ χειμῶνος πολιορκουμένῳ προσ- κτήσασθαι καὶ χλαῖναν τοῖς ἱματίοις καὶ τῷ γε τρο- φῆς δεομένῳ ἤ τινος ἄλλου τῶν ἀναγκαίων χρυσὸν δόντα πορίσασθαι. τοῦτο δὲ τί ποτ’ ἂν ἕτερον ἔσται ἢ τὴν ἀνθρωπίνην ἀποκλείειν ζωὴν καὶ κελεύειν ἢ ἀγαπᾶν κατὰ ταὐτὸν τοῖς ἀλόγοις διάγειν καὶ τοῖς αὐτομάτως ἀναδιδομένοις ἐκ γῆς ἐξαρκεῖσθαι ἢ μὴ βουλομένους πεσόντας ἀπομετρῆσαι τὸν βίον αὐτίκα μὴ ἐξὸν ἄλλως ἀπολαύειν ζωῆς;

[*](5 ἐκπεδίου L 8 ἡμῖν scripsi ἡμῶν LV 13 προ- ᾶς τιθείης LV 15 ἡμῶν L 18 πριᾶσθαι V 19 αὐτῶ V)[*](25 καταταυτὸν L)
163

43. Ἀλλ’ ὑποκνίζει τὸ τάλαντον ἀπιόν. τί δέ; εἴπερ αὐτὸς ἀντὶ τοῦ ταλάντου ἀπῄεις, οὐ πολὺ μᾶλλον ἦν λυπηρόν; τοιγαροῦν ἀντίθες τῇ ζημίᾳ τὸ κέρδος. εἰς σαυτὸν βλέπε καὶ τὴν σαυτοῦ σωτηρίαν. λέγε πρὸς σαυτὸν διαλεγόμενος ἡσυχῆ· ἐκινδύνευον μηκέτ’ εἶ- ’ναι, ἀπολέσαι πάντα, τὸ φῶς τόδε, τοὺς ἀνθρώ- πους, τὰ χρήματα. ἀλλ’ ὁ παῖς ἄριστα προὐνοή- σατο. ἔδειξεν ἀληθῶς φιλοπάτωρ εἶναι καὶ τῆς ἐμαυτοῦ φύσεως ὧς μάλιστα προελθὼν ἐβε- βαίωσε τὸ συγγενὲς τῇ σπουδῇ κἀκ τῶν πολλῶν δοὺς ὀλίγα ἴσχυσε πάλιν τῶν πάντων ἀπολαύειν ποιῆσαι. καὶ νῦν ἀναβιούς εἰμι. οὕτω γὰρ μά- λιστα προσήκει νομίζειν. ὢ πραγματείας ἀρί- στης, ὢ τῆς μεγαλοψυχίας τοὐμοῦ παιδός; ὢ τῆς περὶ ἡμᾶς ἀγάπης. ἀργυρίου τὴν ζωὴν ὠνή- σατο τοῦ πατρός. καὶ νῦν ἔχει μὲν αὐτὸς τὸν πατέρα, κἀγὼ δὲ τὸν παῖδα πάλιν. ἀπολαύω καὶ τῶν χρημάτων τὸ δεύτερον, τῆς οἰκίας, τῶν τε- τραπόδων, τῶνκτημάτων πάντων. μετὰτοῦ δήμου περιπολεύω, ὁρῶ τὸ βῆμα, τοὺς δικαστάς, τὴν ἀγοράν, τῆς πολιτείας τὸ σχῆμα. συνεκκλησιάζω, εἰσφέρω ψηφίς μάτα, εἰσφέρω γνώμας. οὐδὲν ὃ μὴ καὶ αὖθις ἀπείληφα. ἃ δὴ πάντα μὴ ὅτι ἑνός, ἀλλὰ μυρίων μὴ προτιθέναι ταλάντων, μάλιστα δὲ παντὸς θησαυροῦ, οὐκ οἶδα τίνος ἐρῶν ἔργον ἀληθῶς εἰπὼν ἔσομαι.

ταῦτα τοῖς λογισμοῖς οἵ σε κατ’ ἐμοῦ παροξύνουσιν ἀντι- τίθει, καὶ οὐκ ἀγνοήσεις τὸν φίλτατον. προστίθει δὲ καὶ τοῖς εἰρημένοις, εἰ βούλει· ἔστω, ὑποκείσθω [*](5 σεαυτὸν LV 11 ὀλίγους L | ἴσχυσέ<μρ>? α 14 ὦ L τοῦ μοῦ L)

164
μὴ νόσον τὴν κατασχοῦσάν με, ἀλλὰ λῃστὰς ἐνεδρεύσαντας εἶναι. ἐπεὶ δ’ ἐκεῖνοι συνέλαβον, ἐπὶ θάνατον ἦγον, εἰ μὴ βουλοίμην εὐθὺς συ- χνὸν καταβαλέσθαι χρυσίον. οὐκ ἦν τούτου γε χωρὶς τὰς σφῶν διαδρᾶναι χεῖρας, οὐ δακρύον- τα, οὐκ ὀδυρόμενον, οὐ παρακαλοῦντα, οὐκ ἄλλο τι ἐλεεινὸν ἐνδεικνύμενον. εἶτα ζῆν αἱ- ρούμενος ἀποθέμενος ἐκείνοις πρόθυμος ὅσα εἶχον, περινοστῶ ζῶν, ὤνιον τῶν ἐμαυτοῦ γε- γονώς. καλὸν τοῦτό γε ἐμπόρευμα δοῦναι μικρὰ καὶ κερδῆσαι τὰ μείζω, χοῦν ῥίψαι καὶ εἰς ἑαυτὸν ἐπαναγαγεῖν τὴν ψυχήν. ἤ γὰρ οὐ φλυα- ρία σαφὴς καὶ χρυσὸς καὶ ἄργυρος καὶ πάντα χρήματα πρὸς ἀνθρώπου ζωὴν ἐξετάσαι;

καὶ μὴν οὐ πάντ’ ἔχομεν δόντες ἐν τῷ μεγάλῳ τῷ- δε κινδύνῳ. ἔτι τὰ πλείω παρ’ ἡμῖν εὕροις. ἔτι χρυσὸς ἔνδον πολύς, ἄργυρος δὲ πλείων. χαλ- κὸν δὲ καὶ σίδηρον τίς ἐξαριθμήσει; βοῶν ἀγἐ- λαι, ἵππων ἀγέλαι, ποίμνιά τε καὶ θρέμματα ἡμῖν ἄλλα κατ’ οὐδὲν τῶν προτέρων ἐλάττω. ὅσον δ’ ἐξ ἡμῶν ἀπῆλθεν εἰς τοὺς κρείττονας, μικρά τις τοῦ περιττεύοντος ἀφαίρεσις ἦν. καὶ οὐκ ὀδυνηρὸν τοῦτό γε, ὅτι μὴ καὶ μᾶλλον με γαλῆς παραίτιον εὐφροσύνης ὡς τῶν καλλίστων ἀντ’ αὐτοῦ προσγεγενημένων ἡμῖν. καὶ ὥσπερ εἴ τῳ περὶ ὀφθαλμοὺς κινδυνεύοντι καί τινος συμβουλεύοντος ἀφελέσθαι τῶν ἄκρων τριχῶν καὶ ἀφελομένῳ γε ἡ ῥῶσις συνείπετο, οὐκ ἂν [*](5 διαδρᾶναι LV 12 ἦ V 16 <ἂν> α εὕροις? 20 ουδὲν L 21 κρείττους V)

165
δικαίως ἀσχάλλων ἦν, ὅτι τὴν κόμην ἀπέβα- λεν, οὕτως οὐδ’ ἡμῖν εὐπρεπὲς δυσχεραίνειν οἷς ἀποκοπέντες μικρὰ οὐκ ὀφθαλμοὺς καὶ ῥῖνα ἢ τι ἕτερον τῶν μερῶν, ἀλλ’ ὅλους ἀνεκτη- σάμεθα ἑαυτούς.

οὕτω δεῖ, πάτερ, κατὰ νοῦν στρέφειν μὴ μόνον τὴν τῶν χρημάτων ἀφαίρεσιν μηδὲ τἀναλώματα θεωρεῖν αὐτὰ καθ’ αὑτά, ἀλλὰ καὶ ἥτις ἐγένετο πρόφασις ἐξ ἀρχῆς ἀναλίσκειν καὶ ποῖον ἐντεῦθεν τὸ κέρδος συνέβη. εἰ γὰρ ταῦτα μόνα σκοπεῖν ἀξιοῖς, ὥρα σοι διαβάλλειν οὐ μόνον τοὺς ἰδίως ὀνομαζομένους ἐμπόρους ἕτερ’ ἀνθ’ ἑτέρων ἀμειβομένους ἀεί, ἀλλὰ καὶ κοινῶς τὸν ἀνθρώπινον βίον οὐδαμῶς ἄλλως ὅτι μὴ διὰ τῆς τοῦ ἀμείβειν ὁδοῦ προιόντα καὶ τοῦ διδό- ναι μὲν ἕκαστον τὰ παρ’ ἑαυτοῦ, εἰσφέρεσθαι δὲ τὰ παρὰ τῶν ἄλλων.

καί μοι προκεχειρισμένος ἅπαν ἔργον ἀνθρώπινον σκόπει μοι σαφῶς, ἂν μή σοι φα- νήσεται ἑτέρου χάριν ποιούμενον, τὰ πάντα δὲ κοινῶς ὑπέρ τε τοῦ ζῆν ἡμᾶς καὶ καλῶς ζῆν, εἰς ὃ δὴ καὶ τείνει ἐπίνοια πᾶσα καὶ τέχνη καὶ πόνος ἀνθρώπινος. εἰ δέ σοί τις καὶ ἰατρῶν μνησθήσεται καὶ κυβερνη- τῶν τοὺς μὲν τέμνοντας λέγων καὶ κᾴοντας ἔστιν ἃ τῶν μερῶν βουλομένους γε τὸ λεῖπον τοῦ σώματος σώζειν, τοὺς δ’ ἔστιν ἐν οἷς κινδύνων πάνθ’ ὅσ’ ἀγώ- γιμα ἀποβαλλομένους ὑπὲρ ἑνὸς τούτου, τῆς σωτηρίας σφῶν τε αὐτῶν καὶ τῶν ἐμπλεόντων, ἆρα βουλήσῃ κακῶς καὶ τούτους εἰπεῖν μὴ τὰ ἐνόντα φυλάξαντας, οὓς πάντες ὡς ἔπος εἰπεῖν ἄνθρωποι ἐπαινοῦσιν ἀν- [*](7 εἴτισ L 8 ἐξαρχῆσ LV | ἀναλίσκειν L sed γρ ἀναλοῦν in marg 10 ἰδίους V 13 προιόντος V 20 δὲ σοι τὶς L - δὲ σοι τίς V 21 κᾴοντας V κάοντος L 23 τούσδ’ LV) [*](25 σωτηρίας τῶν τε σφῶν αὐτῶν V)

166
δραγαθισαμένους ὡς ἄριστα πρὸς τἀς τύχας καὶ ἱκα- νώτατα πρὸς τὰς ἀνάγκας μεμαχημένους; οὔ μοι δο- κεῖς τοσοῦτον ζηλοῦν φιλοσκώμμων ἀκούειν ὥστε μέμφεσθαι οὓς εὐλαβηθῆναι καὶ τὸν Μῶμον αἰτιᾶσθαί φασιν.