Declamatio 13

Libanius

Libanius, Declamatio 13, Libanii Opera, Vol 6, Declamationes XIII-XXX, Teubner, Foerster, 1911

καὶ τὰ μὲν τρόφιμα τῆς ἐρημίας τῶν ὁμοφύλων συνίησι καὶ ἀσφα- λῶς λέοντες μὲν λέουσι, λύκοι δὲ λύκοις συναγελάζον τᾶι, οἱ δὲ Ποτίδαιαν οἰκοῦντες ἄνθρωποι ταύτῃ οὐκ ἔσχον ὁμοίαν τὴν ἀσφάλειαν, ἀλλὰ διέσπων καὶ διε- σπαράττον ἀλλήλους προτιθέντων αὐτοῖς τὴν δίαιταν ταύτην Εὐμολπιδῶν καὶ Κηρύκων τῶν ἀπὸ τῆς Ἐλευ- σῖνος οἱ καθαροῖς ἥκειν τὰς χεῖρας τοῖς μύσταις προ- [*](12 Her. IV 114, 1. Thuc. I 3, 4 17 cf. decl. Alcib. ed. Mel. Graux p. 637,41. Thuc. VIII 53,2. Isocr. paneg. § 167 p. 73 d. Aesch. or. III 18) [*](4 πόλις οὖσα Vi sed πόλεις ἤσαν in marg m 2, MaCl 5 δ’ ots Vi sed δὲ in marg m 2 | ὅτε post ἤδη inser Vi | τέ- τακται CrHV 8 δὲ ViMaCl | ζῶια Cr 9 ὥστε Vi sed ὅτε in marg m 2 | μὴ δ’ CrHBViMaCl 10 ante τότε lac 10 litt Vi | τότε inser Ma 3 om ἁ 11 ἀθηναῖοι θηριώδη βίον Πα | τὰ τότε μὲν τρόφιμα Ma sed γρ τὰ μὲν τρόφιμα in marg m 3, Cl 14 ταύτῃ scripsi ut coni Mor ταύτην libri edd | „fort. οὐ; ἔσχον, οὐδ’ ómoqian“ Re 15 διεσπάρασσον CrHB 16 προστιθέντων Ma 17 εὐμολπίδων ViMa sed in hoc ἰδὼν in ἰδών corr m 3, Cl | Κηρύκων scripsi κηρύκων edd 18 οἱ et προαγορεύοντες scripsi coll p. 20, 9, ut coni Iacobs Lect 115 οἱ et προσαγορεύοντες CrHBViMaCl οἱ et προσαγορεύοντες V οὖ et προαγορεύουσιν M edd | ἥκειν Vi sed ἡκὸν in mari m2)

40
ἀγορεύοντες. αὐτοῖς ἤδη τὸ κήρυγμα τοῦτο κήρυττε· ὅστις τὰς χεῖρας μὴ καθαρός. Ἀθηναίων λέγε. ὅστις Ἑλλήνων φωνῆς ἀξύνετος. τίνες αὐτῶν μᾶλλον βάρβαροι; μή μοι τοὺς μυησομένους δοκίμαζε, ἀλλὰ τοὺς μυήσοντας, εἴ γε καὶ μυήσουσιν ἐπὶ ταῖς τοιαύταις τροφαῖς.

ἀναγνώτω τις τὸ κατὰ Μεγα- ρέων πινάκιον· εἰργέσθωσαν Μεγαρεῖς λιμένων Ἀττικῶν καὶ γῆς. εἶτα ἡ αἰτία προσγέγραπται, ὅτι τῆς ἱερᾶς χώρας ὀλίγον μέρος ἐπεξῆλθον καὶ ἐπειργάσαντο. εἶτα, ὦ πρὸς αὐτῆς τῆς Ἐλευσῖνος, οὐ πάσης οὗτοι τῆς γῆς καὶ θαλάττης ὑπερορισθῆναι δί- [*](RIV 369) καίοι; οὐχ ὅπου μήτε πόλεις | μήτε ἄνθρωποι; οὐ γῆν ἱεράν, ἀλλὰ φύσιν ἀνθρωπίνην ὑπερβάντες [*](4 cf. t. | 93, 16 7 Thuc. | 67 et 139, 1. Plut. Per. 30, 1) [*](1 κήρυττε scripsi κηρύττεται libri edd κηρύττετε coni Ia- cobs 1. 1. 2 καθαρός. Ἀθηναίων λέγε scripsi auctore Re καθαρὸς (καθαρὰς V) ἀθηναίων λέγε libri edd καθαρός, Ἀθη- ναίων λέγε Ἀθηναίων ὅστις φωνῆς ξυνετός coni Iacobs 1. 1. 3 Ἑλλήνων φωνῆς scripsi coll p. 20, 10 ἐφ’ ὧν CrHV σφῶν BMViMaCl edd Ἑλλήνων coni Re φωνῆς Iacobs App Pors 326 Lect 115 Lobeck Agl. 16 Cobet Misc. 165 | αὐτῶν Vi sed τούτων in marg m 2 τούτων CrHVB Re 4 βάρβαροι μᾶλλον Μ Mor | μυησαμένους CrHBMaCl μυήσαντας Vi sed μυησομέ- νους in marg m 2 | δοκίμαζε — 5 τούς in marg inser Vi 2 5 μυήσαντας CrHVBMaCl om Vi | εἴ γε scripsi e Β, ut e Mon scribendum coni Iacobs Lect 115 Ach Tat 946, e Par. 3017 Gasda εἰ τε reliqui libri sed οἴ γε in marg m 2, edd | ταῖς inserui e CrHV, ut e Mon inserendum coni Iacobs Lect 1. 1. App Pors Adv 283 om BMViMaCl edd 6 τρτυφαῖς Vi | τίς CrHB) [*](8 εἶτα καὶ τί προσγέγραπται Β 9 μέρος ἐπεξῆλθον scripsi e CrHVB ἐπεξῆλθον μέρος MMaCl edd ἐξῆλθον μέρος Vi 10 ὢ H scriptura in Cr parum perspicua | αὐτῆς Vi sed ταύ- της in marg m 2 ταύτης CrHV 11 οὔτοι scripsi e CrHVB αὐτοὶ MVi sed in hoc οὔτοι in marg m 2, MaCl edd | τῆς inserui e CrHVB om MViMaCl edd | θαλάσσης BVi 12 μή- ποτε(1) ViMaCl 13 ὑπερβάντες Ma sed πρὸ supra ὕπερ m3)

41
καὶ τοῦτο δὴ τὸ δεινότατον ἔργον ἐξειργασμένοι ῇτι- ᾶσθε τοὺς Μεγαρέας ὧς οὐκ εὐσεβῶς ἐκ τῆς Ἐλευ- σῖνος τρεφομένους. πῶς οὖν ὑμεῖς Ποτίδαιαν ἐθρέ- ψατε; εὐσεβῶς; ὁσίως; εἶτα οὐκ εἰρωνεύεσθαι μετὰ τῶν ἄλλων καὶ τὰ πρὸς τοὺς θεοὺς ὑμῖν δοκοῦσιν;

54. Ἀλλὰ καὶ κλαῦσαί ποτε Μίλητον οὗτοι λέγουσι καὶ τὴν ἐπὶ τῇ πολιορκίᾳ τραγῳδίαν ἐκβαλεῖν. τί τοι- οῦτον ἢ Δαρεῖος ἐτόλμησεν ἢ Φρύνιχος ἐδίδαξεν; ἅλωσις ἦν Μιλήτου καὶ ὁ πόλεμος καὶ τὸ δρᾶμα, καθα- ροὶ δὲ ἑάλωσαν ἐκεῖνοι ἔχοντες ἀποδεῖξαι τοὺς τῶν ἀποθανόντων τάφους. νῦν δ’ ἔδει κλαῦσαι, νῦν ἐλεῆ- σαι Ποτίδαιαν, τοῦτο μὴ ποιῆσαι τὸ δρᾶμα.

55. Οἰκτρὸν ἦν καὶ τὸ εἰς Σοῦσα καὶ Βάκτρα τὰς νήσους ἀναστῆναι, ἀλλὰ κἀκείνους ὧς ἀνθρώπους οἱ σαγηνεύσαντες ἀπήγαγον, καὶ νέμονται μὲν τὴν βάρ- βᾶρον, ἀλλὰ γῆν. οἶ δ’ ἐν Ποτιδαίᾳ ἔτι τὴν πατρίδα ἔχοντες ἔνδον ὄντες ἐπενείμαντο ἑαυτοὺς οἱ ταλαίπω- [*](2 Thuc. I 139 c. schol. 6 Her. VI 21 cf. t. IV 247, 25 et 454,21R 13 Her VI 31 sq.) [*](1 δεινότατον Vi sed δεινὸν in marg m 2 δεινὸν ΦΗVΒ Ι εἰργασμένοι MaCl 2 voce μεγαρέας desinit Cr fol 3 οὖν om HV | signum interrogationis post ἐθρέψατε om MVi punctum HMaCl 4 εὐσεβῶς; ὁσίως; scripsi ex Η εὐσεβῶς ὁσίως; V εὐσεβῶς· ὁσίως Β ὁσίως; εὐσεβῶς MViMaCl edd | εἰρωνεύεσθε MaCl 5 τοὺς om VB 6 καὶ om V 7 καὶ inser Vi 2 om MaCl | ἐκβάλλειν Vi sed ἀλεῖν supra άλλειν m 2, Ma sed in ἐκβαλεῖν corr m 3, ἁ 8 φρύνοιχος ViMa φρύ- βοιχος Οἶ’ 9 ἡ V | καθαροὶ — 12 δρᾶμα om HV 10 ἑάλω- σαν Vi sed ἁλώκεσαν in marg m 2 11 δ’ inserui e ViMaCl δὲ Β om M edd 13 τὸ εἰς] εἰς τὸ Μ | σοῦσαν BViMaCl | Βάκτραν BMaCl Βάκτραν Vi βάτρα Μ 14 ἀναστῆναι Ma sed σ’ supra ’ν m a ἀναστῆσαι coni Gasda 16 ἀλλὰ Vi sed ἄλλην infrascr m 2 ἄλλοι Μ Mor | ὅτι Μ 17 σχόντες MMa ἁ Mor | ἄσην οἵτινες post σχόντες inser Mas | ἔνδον ὄντες in marg inser Vi 2 om MaCl ἔνδον] ἔτι Β)

42
ροι.

ποῖος πόλεμος ἄλλος ταῦτα ἤνεγκε; ποία πολιορκία βάρβαρος; μῦθος ἦν τὰ Κυκλώπων, τῶν ποιητῶν κόμπος τὰ Λαιστρυγόνων. οὐδὲ Καμβύσης εἰς τοσοῦτον ἧκεν, ἀλλ’ ἐκεῖνον ἐξ Αἰθιόπων ἐπανήγαγεν ἀρχόμενον τοιοῦτον κακόν. μίαν πιστεύω γενέσθαι τοιαύτην τράπεζαν, κἀκείνην ἐν Θρᾴκῃ κἀκείνην παρ’ ὑμῶν. καὶ τὸ ἔργον τὸ περὶ τὸν Ἴτυν αἱ γυναῖκες ὰλη- θῶς ἔδρασαν αἱ Ἀττικαί. καλῶς ἄρα οἱ τραγῳδοὶ [*](RIV 370) | ταῦτα ἐδίδασκον, τὸν Τηρέα, τὴν Πρόκνην, οὐχ ἔνα φυλάττοισθε, ἀλλ’ ἔν ἔχοιτε μιμεῖσθαι. ἀλλ’ ὑμεῖς ἐπενεανιεύσασθε πόλιν ὅλην καὶ ταύτην Ἑλλήνων, ὡς τὸν Θρᾷκα ἐκεῖναι, δειπνίσαντες. πόσων δραμάτων ταῦτα ἱστορίαι; τίνες ἀρκέσουσι τραγῳδίαι τῷ πάθει; πόσαι σκηναὶ Ποτίδαια;

καὶ ταῦθ’ ὑμεῖς εἰδότες οὐκ ἐξηρπάσατε τοὺς ἀνθρώπους, οὐκ ἀπεσπάσατε ἀλλήλων, ἀλλ’ ἄλλοι μὲν ἤδη καὶ κύνας καὶ ὄρνιθας [*](2 Od. ι 291 3 Od. κ 116 4 Her. III 25 7 Thuc. II 29, 3. [Dem.] epitaph. p. 1397, 27 sq. 9 Soph. Ter. fr. 523 sq. ed. Nauck 2 11 cf. p. 13, 9) [*](1 ἄλλος inser Vi 2 Ma 3 om Cl 2 πολιορκία βάρβαρος; scripsi πολιορκία βάρβαρος· HMVi πολιορκία βάρβαρος MaCl πολιορκία; βάρβαρος VB edd 4 ἧκεν, ἀλλ’ ἐκεῖνον scripsi ἢ κἀκεῖνον Μ edd ἢ κἀκείνων HVBMa sed in hoc εῖνον supra είνων, Cl ἢ κἀκεῖνα Vi sed ὂν supra ἁ m 2 ἧκεν. ἐκεῖ- νον γὰρ coni Re ἤλασεν, ὃν coni Iacobs App Pors 327 Lect 115 | ἀπήγαγεν Ma 5 στρατὸν ἀρχόμενον coni Mor | τοιούτων κακῶν ΜΒ Mor 6 τοιαύτην τράπεζαν γενέσθαι MBViMaCl Mor 7 αἱ γυναῖκες ἀληθῶς scripsi ex HVB coll Thuc. 1. 1. ἀληθῶς αἱ γυναῖκες Ma ἀληθῶς γυναῖκες MViCl edd 8 αἱ inserui ex HVBViMaCl cum Iacobsio Lect 115 om Μ edd) [*](10 ἴνα Vi | ἔχοιτε scripsi ex HVBViMaCl. ut e Mon scri- benduin coni Iacobs Anth Pal III 292 ἔχητε Μ edd 11 ταύ- κ τὴν scripsi ταῦτα libri edd 12 τὴν θρά Cl | δειπνήσαντες BViMaCl 13 ἀρέσκουσι Οἶ’ 14 πᾶσαι HVB | ποτίδαια inser Ma 3 om Cl ποτίδαιαν in marg Vi 2 16 ἤδη καὶ om HV)

43
νεκρῶν ἀπεσόβησαν ὁλόκληρα τὰ σώματα τοῖς τάφοις φυλάττοντες, ὑμεῖς δὲ τοῖς κειμένοις τοὺς ἀνθρώπους ἐπεβάλετε. οὐ γὰρ Ποτιδαιατῶν τὸ ἔργον οὐδὲ οἱ δασάμενοι τὰς τροφὰς ἐπενόησαν, ἀλλ’ ἡ τούτων ὰπό- νοια καὶ ἡ τυραννὶς τοὺς ἀνθρώπους <ἐπὶ> τοῖς ἀνθρώ- ποις ἔδειξεν.