Declamatio 9

Libanius

Libanius, Declamatio 9, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

πῶς οὖν ταῦτα ἑκὼν ὑπέμεινα; οὐχ ἑκών, ὦ ἄνδρες Ἀθηναῖοι, μὰ τοὺς θεούς· ἀλλὰ τί δὴ παθών; αὑτὸν ἐρωτησάτω Θεμιστοκλῆς, οἶδε γάρ, καὶ ῥᾳδίως ἀποκρίναιτ’ ἂν αὐτὸς αὑτῷ. τί οὖν ἐχρῆν με ποιεῖν; ἐπαινεῖν τὰ ἁμαρτήματα καὶ παρακαλεῖν ἐπ’ αὐτῶν διατρίβειν καὶ χορηγεῖν εἰς αὐτά; καὶ τίς οὐκ ἂν ἔκρινέ με δικαίως; πῶς δ’ οὐκ ἂν οὗτος αὐτὸς πρὸ τῶν ἄλλων ἀπάντων, εἰ κατέχειν δέον παρεῖχον εἰς ἃ μὴ προσῆκεν ἄδειαν, καὶ βελτίω ποιεῖν, ἐγὼ δὲ προσετίθην τοῖς χείροσι;