Declamatio 5

Libanius

Libanius, Declamatio 5, Libanii Opera, Vol V, Declamationes I-XII, Teubner, Foerster, 1909

καὶ τίς οὐκ οἶδεν ὡς ὁμοῦ τε τού- τοῖς ἐν καλλίονι τὰ πράγματα κἀκεῖνος ἡδίων ἐμοί τε ὃ μόνον εἰς τιμωρίαν ἀπόλλυται; εἰ μὲν γὰρ ἦν τοὺς μὲν Ἕλληνας σώζειν, ἐκείνῳ δὲ μὴ χαρίζεσθαι , πονη- ροῖς μὲν ἂν καὶ οὕτως ἐβοηθοῦμεν , ἴσως δ’ ἂν ὑπε- μένομεν· εἰ δὲ ἡ τούτων σωτηρία φαιδρὸν ἐκεῖνον ποιεῖ, τίς λόγος ἂν εἴη δυσμενεῖ παρασκευάζειν ἡδονήν;

οὐδὲν δεινόν, Ὀδυσσεῦ, τὸν Ἀπόλλω μιμεῖσθαι, ἐσχάτης μὲν οὖν ἀρετῆς τῶν θεῶν εἶναι ζηλωτήν. ἐκεῖνος ὑπέρ τε αὑτοῦ καὶ τοῦ πρεσβύτου παροξυνθεὶς λοιμὸν ἐμβαλὼν εἰς τὸν στρατὸν τῇ φθορᾷ τῶν Ἀχαιῶν ἐκόλαζε τὸν ὑβρίσαντα καίτοι τῶν Ἑλλήνων πολλὰ καὶ φιλάνθρωπα πεποιηκότων εἰς τὸν Χρύσην. ἀλλ’ ὅμως, ἐπειδὴ τὸ ἐκείνους ἀναλοῦσθαι συμφορὰν ἔχον [*](16 Il. α 22) [*](1 ὁ ante τῶν, non ante φόνος Laur 2 τοῦτο om Ma τοῦτον Can | τοῦτο ante στένειν Ma sed τοῦ del et ’ supra ο(2) m 3 I βουκόλος Ma sed ς corr m 3 3 τῆς νόσου τὴν ἀγέλην MaB | ἀπήλλαξα Ma sed α(3) in ras m 3 ἀπήλασα Vi 4 δ’ Can I τὸν στρατὸν τῶν δεινῶν Laur 5 τούτω Β 6 ἡδίων Mor sed γρ ἥδεται in marg 9 ἂν] γὰρ V | ἴσως — ὑπεμέ- νομεν om Laur Ι ὑπεμένομεν scripsi ὑπέμεινα Β ὑπεμείνα- μεν reliqui libri edd 10 δ’ Β 11 εἴη reposui ex HV LaViMaBLaur ᾖ Can edd 13 τῶν inserui ex HVMa sed in hoc ῶν ex ὸν corr m 3, Laur τὸν Vi om reliqui libri edd I θεῶν Ma sed ῶν in ras m 3 θεὸν Vi 14 αὐτοῦ HV LaViCan Ι πρεσβυτέρου HV 16 ἐκόλαζε reposui e libris ἐκόλασε edd | ὑβρίζοντα HV 18 τὸ κείνους La τὀκείνους Vi Ι ἀναλῶσθαιMa ἀλῶσθαι La sed ἄνα praepos y ἁλῶσθαι Vi I ἔχον La sed εἰ supra ο s ἔχειν Ma sed ων supra ειν m 3)

358
εὕρισκεν Ἀγαμέμνονι, κοινῇ νόσῳ μετῄει τὸν ἄρχοντα. ποτέρου δὲ χρῄζουσι καὶ νῦν, ὦ πρὸς Δῖός; εἰ μὲν γὰρ σωτηρίας, ἔξεστιν αὐτοῖς μετὰ Μυρμιδόνων του- τωνὶ καταφρονεῖν Ἕκτορος· εἰ δὲ ὑπὲρ τῶν Ἀτρειδῶν τρέμουσιν, οὔπω δέονται τῆς ἐμῆς ἐξόδου.