Oratio 59

Libanius

Libanius, Oratio 59, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

Ἦν μὲν οὖν ἂν καὶ τοῦτο μέτρον ἀρκοῦν θα- τέρῳ καὶ φιλοτιμίας οὐδὲν ἂν ἀπῆν, εἰ καὶ μηδὲν ἐνῆν ὑπὲρ τοῦ πρεσβυτέρου προσθεῖναι. τὸν γάρ οὐδὲν μὲν ἀνωτέρω τῆς ὁσίας πεποιημένον, ἐν δὲ τῷ τοσοῦ- [*](4 [Isocr.] Demon. p. 3 d 15 Dem. p. 761,21. Ar. Pac. 559. Men. Misog. IV 167,9 Μ (III p. 96 n. 329 Κ). Prisc. inst. XVIII 251) [*](16 Her. VI 101 et 119; Plat. epigr. 10 (Anth. Pal. VII 259)) [*](3 παρέπεμψεν La 5 ἰσχύσαι Ρ sed in ras m 3 ἰσχῦσαι ? cf. p. 214, 8 et t. II 11, 5 9 κατωικισμένους C sed κισ in ras f κατῳκημένους Μο | ἡμᾶς om Re 10 μόνον Re 11 ὅλων La sed ολ in ras y 12 ἐν scripsi e Ρ sed γρ ἐπὶ suprascr m 3, UCaM sed in hoc ἐπὶ in marg m 3, ut usui Liba- niano conveniens ἐπὶ CMo sed in hoc ἐν in marg, I sed πὶ in ras m 2, LaB edd 16 ἐξεπράξατο UI ἐπράξαντο Ca cf. t II 78, 2 17 ἐρετρικῶν καρπῶν καὶ γενῶν La 19 ἐνῆν] ἦν CMoB Re 21 ὁσίας Ρ sed ὁ in ras ex οὐ corr m 3 ὁνσίας La σίας cum ras 1—2 litt ante σ)

252
τὸν ἀποσχισθῆναι τῶν πραγμάτων μηδὲ τὸ μικρὸν ἀποβαλόντα, φοβοῦντα δὲ τοὺς ἐναντίους, εἰ προσιὼν ἂν ἀγγελθείη, καὶ πάλιν παρέχοντα θαρρεῖν, εἰ τῆς ἀναχωρήσεως ὁ καιρὸς ἐπισταίη, πόλεις δὲ τἀς μὲν κινοῦντα, τὰς δὲ κατοικίζοντα πῶς οὐ διὰ παντὸς φαίη τις ἂν ἀφῖχθαι τοῦ προσήκοντος; οὐ μὴν ἔνεστιν ἀπο- ρῆσαι βουλομένῳ λέγειν, ἀλλ’ αὐτά δὴ τὰ κυριώτερα λέλειπται, τοῦτο μὲν ἡ τελευταία μάχη, τοῦτο δὲ ἕτερα ἄττα σοφίας τῆς ἐσχάτης βάσανον παρασχόμενα. ἔξεστι δὲ ὧδέ πη θεάσασθαι.

89. Ἴσμεν ἄπαντες τοῦθ’ ὅτι τήνδε τὴν μερίδα τῆς βασιλείας δύο τὰ μέγιστα τῶν βαρβάρων ἔθνη περι- πτύσσεται, ἔνθεν μὲν ὑπὲρ Ἴστρου Σκύθαι κεχυμένοι, ἑτέρωθεν δὲ Περσῶν πολυανθρωπία διοχλοῦσα. τούτων τοίνυν οἱ μὲν θρασυνόμενοι πράττουσιν οὐδέν, οἱ δὲ [*](R III 303) οὐδὲ κινοῦνται | τὴν ἀρχήν. τίς οὖν οὕτω ῥᾴ- θυμος ἤ νωθρός, ὅστις οὐκ ἂν ἥδιστα ζητήσειεν οὕτω παραδόξου πράγματος φύσιν, τί ποτέ ἐστιν ὃ Σκύθας τοὺς φονικωτάτους καὶ τοὺς Ἄρει τετελεσμένους καὶ [*](8 pugna Singarensis cf. p. 257, 16 sq. 19 Luc. dial. deor. 16, 1 | Her. IV 79) [*](1 μὴ δὲ MoPICaBM 3 cf. p. 8, 2 sq. 5 κατοικἰζον La | διαπαντὸς ΡΒΜ 6 τίς Ι 7 αὐτά Ρ sed γρ ταῦτα in marg m 3 ταῦτα CMo | δὴ om Ρ sed γρ in marg m 3,. UICaLa Mor et inser M 2 8 ἑτέρα ILa 9 ἅττα CMoUCaBM sed in hoc in ἄττα corr, edd cf. t. III 170, 1 | παρασχόμενα scripsi e Ρ sed παρεχόμενα suprascr m 3, UICaLaM παρεχόμενα CMo sed in hoc ασ supra ε Β edd | ἔξεστιν La 10 δ’ CLaB Re | ὅ δέ U 11 τήνδε om U | τὴν om C 13 Ἴστρον γρ in marg Mor et Re | σκῦθαι Ρ sed ~ in ' corr m 3, ICa 14 διοχλοῦσα Μο sed ἐν supra δι 16 τηναρχὴν Β et e τὴν ἀρχὴν corr C f P 4 | ἦν Mo sed οὖν in marg 17 οὐδὰν Μ sed οὐκ ἂν suprascr m 2 18 ποτ’ ΜοΒ)

253
δυστύχημα τὴν ἡσυχίαν κρίνοντας εἰρήνην μὲν ἔπεισεν ἀγαπῆσαι, καταθέσθαι δὲ τά ὅπλα καὶ βασιλέα τὸν ἡμέτερον ἐν ἴσῳ τοῖς οἰκείοις ἄγειν καίτοι πολὺ μὲν ἀπηρτημένον Ἴστρου, τὰς δὲ δυνάμεις ἐφ’ ἑτέροις τάτ- τοντα;

τίς οὖν ἡ τοσούτου πράγματος αἰτία; ὅτι βασιλεὺς ἀνδρίαν καὶ σύνεσιν ἐπίσης κεκτημένος τὰ μὲν εὐβουλίᾳ κεχείρωται, τά δὲ ἀνάγκη μετέρχεται. γνοίη δ’ ἄν τις, εἰ παραθείη τῇ νῦν ἀπὸ Σκυθῶν ἀδείᾳ τὰς προτέρας καταδρομάς, πρὸς ἃς ἀντιβλέπειν μὲν οὐκ ἐξῆν, μιᾶς δὲ εὐχῆς τυγχάνουσιν ἐγίγνετο σώζεσθαι. αὕτη δὲ ἣν μὴ παγῆναι βέβαιον ἐν Ἴστρῳ κρύσταλλον, ὥστε καὶ ἐπελθεῖν ὑπάρχειν. καὶ τίς ἂν ἔτι θαυμάσειε τῆς ἡσυχίας τὸ βέβαιον, ἐπειδὰν ἀκούση τῆς συμμαχίας τὸ πρόθυμον;

οὕτως οὐδὲν μέν ἐστιν ὃ μὴ θαῦμά τι προσβάλλει, ἀεὶ δὲ τῷ δευτέρῳ τὸ πρότερον ἀποκρύπτεται. ὁ γὰρ εἰς ἀκοὴν μὲν ἥδι- στον, ἔργῳ δὲ οὐδενί πω πρὸ τοῦδε γεγενημένον, ἀλλὰ τοῖς μὲν οὐδὲ ἐπὶ νοῦν ἐλθόν, τοῖς δὲ οὐ δυνατὸν [*](3 cf. t. II 10, 3 7 Aesch. Ctes. § 107 p. 68, 42) [*](5 ὅτι ὁ βασιλεὺς Μο 6 ἀνδρείαν Ρ sed ει ex ι corr LaM Mor | ἐπ’ ἴσης Re cf. p. 217, 10; p. 273,6; 281,20; 287, 5 et 6 | 6 et 7 τα Ρ sed add m 3 9 ἀδεία I sed αδε in ras m 2 ἁ όα cum ras 2 litt U | ἑτέρας ἁ 11 δ’ Μο 12 κρύσταλον ΡΙ | ὑπάρχειν Ρ sed ἐν ἄλλω ὑποσχεῖν in marg m 4 ὑποσχεῖν C sed ὑπάρχειν suprascr m, Μο sed ὑπάρχειν in marg 14 συμμαχίας Ι sed συμμα in ras m 2 15 θαῦμά τι scripsi ex Ul sed in hoc ' supra υ eras et ι in ras 2 litt μετά θαύματος Ca edd θαύματος reliqui libri | προβάλλει PUI sed in hoc o ex οσ corr M 3, Μ sed σ inser m 2 17 ἔργω C sed ω in ras ex α ut videtur corr f | δ’ CMo Re | τοῦ CMo 18 οὐδέ in ras P 4 οὐδ’ I sed in ras m 2, CaBM om ULa | ἐπὶ in marg p 4 et in ras I2)

254
νομισθέν, ᾧ πάντα τὰ] πάντων ἀντιθεὶς τὸ μηδὲν εὑρήσεις, τοῦτο καὶ ἐβουλεύθη· καὶ οὐκ ἀπεγνώσθη καὶ τετέλεσται πάλαι.

ἐξῆλθε στρατόπεδον Σκυθικὸν τῇ μὲν Ῥωμαίων χειρὶ συμβαλούμενον, τῇ δὲ δυνάμει [*](R III 304) Περσῶν ἀντιταξόμενον καὶ | τὴν μὲν τούτων ἀρ- χὴν φυλάξον ἀκίνητον, τὴν δὲ ἐκείνων δυναστείαν συγκαταλῦσον. καὶ τὸ ἔτι μεῖζον, οὐ γὰρ ὅσον ἀφο- σιώσασθαι τὴν ἔξοδον ἐποιήσαντο οὐδὲ ἐπὶ τῆς χρείας ἐθελοκακοῦντες ὤφθησαν οὐδὲ προσιόντας ἰδόντες βάρ- βαροῖ βαρβάρους ὑπὸ τῆς ὄψεως ἀμείψαντες τὴν γνώ- μην εὐθὺς μετετάξαντο, καθάπερ πρότερον Θετταλοί, ἀλλ’ ὥσπερ ὑπὲρ τῆς οἰκείας ἀγωνιζόμενοι τῇ προθυ- μίᾳ τῶν ἔργων οὐδὲν τῶν κεκληκότων διήλλαξαν.

καὶ τούτων οὐ τὰς ἐκείνων φύσεις, τὴν δὲ βασι- λέως αἰτιατέον σοφίαν, ὃς ἀντὶ μὲν ἀπίστων πιστοὺς κατέστησεν, ἀντὶ δὲ ἀτάκτων εὐπειθεῖς, ἀντὶ δὲ πα- λιμβόλων βεβαίους, ἀντὶ δὲ πολεμίων συμμάχους, ἐνὶ δὲ βουλεύματι κατά τε Περσῶν ἐπορίσατο προσθήκην [*](4 Dem. p. 558, 13 9 Her. I 127, 2; V 78; IX 67 11 cf. t. III p. 456, 2 R. Thuc. I 107. Dem. p. 15, 15; 657, 25) [*](1 τὰ inser P 2 om reliqui libri cancellavi | ἀντιθεὶς scripsi e CMoBLa ἀντιτιθεὶς reliqui libri sed τι (2) eras Ρ, edd sed γρ ἀντιθεὶς in marg Mor | τὸ e τῶ corr Μ το ΡΙ sed in hoc accent eras et o in ras m 2 τῷ Ca 2 τούτῳ coni Re Anim, ἀντιτιθεὶς μηδένα εὑρήσεις, ὅτῳ τοῦτο in ed | ἐβουλεύθη CM sed ή supra εύ C m M 2 ἐβουλήθη Β 3 τετέλεσται πάλαι scripsi e CMo et in marg P 4 et praemissis verbis κάλλιον, ἄλλοι δὲ στίζουσι in marg M 3 (vide t. I p. 214), ut coni Re Anim τετέλεσται πάλαι reliqui libri edd cf. p. 219, 8 | ἐξῆλθεν La 4 συμβαλλούμενον CaM συμμαχούμενον Cobet Coll. 265 at cf. Dem. l. l. 6 φυλάξον Ρ sed o in ras m 2 φυλάξειν U φυλάξειν Ca | δ’ Re 7 συγκαταλῦσον Ρ sed in corr UCaB cf. t. III 462, 12 et 17 8 ἔξοδον Mor sed γρ ἔξωθεν)

255
καὶ τῆς Σκυθικῆς οὐ μικρὸν μέρος ἐκένωσε καὶ τοὺς συνημμένους τῇ προσηγορίᾳ ταῖς γνώμαις ἐξεπολέμω- σεν, ὥστ’ ἔμοιγε μὴ ῥᾳδίαν εἶναι τὴν κρίσιν, πότερον ἐπ’ ἀνδρίᾳ πλέον ἢ σοφίᾳ γνώμης ἄξιος θαυμάσαι.

94. Τοῦ δ’ αὐτοῦ λόγου τὴν πίστιν κἀκεῖνο παρ- ἔχεται. τοσούτου γὰρ πολέμου διαντλουμένου τῷ βασι- λεῖ στάσις ἔνδοθεν ἐξ ἀπροσδοκήτων ἐκινήθη καὶ κατ- εῖχε ταραχή τις οὐ μετρία | τὴν μεγίστην μὲν "[*](R III 305) τῶν τῇδε πόλεων, τῆς δὲ ἁπασῶν μεγίστης δευτέραν. καίτοι τοῦτο ὁ μὲν ἀπλῶς σκοπῶν δυστύχημα νομιεῖ, ὅτῳ δὲ πάρεστιν ἱκανῶς λογίζεσθαι, τῆς ἄκρας εὐτυχίας τὸ συμβεβηκὸς θήσεται. ὥσπερ γὰρ τοῖς ἀρίστοις τῶν ἰατρῶν αἰ τῶν ἀρρωστημάτων ὑπερβολαὶ λυσιτελοῦσιν ἐναποδείξασθαι παρέχουσαι τὴν τέχνην, οὕτω καὶ] τοῖς βασιλεῦσιν αἱ δυσκολίαι τῶν καιρῶν κέρδος φέρουσιν, εἰ μέλλοιεν ὑπὸ τῆς ἐκείνων εὐβουλίας ἐπὶ τὰ βελτίω τελευτήσειν, ἐπεὶ καὶ τὸν Αἰακὸν οὐδὲν ἂν ἐκώλυσε [*](2 Plat. Polit. p. 262 D 4 Thuc. I 138, 3 6 Plat. Menex. p. 242 Α 7 Her. I 191, 4; VII 204 | cf. t. I 105, 19 sq. Paul. Const. in Phot. bibl. 267 p. 475, 32 sq. Socr. h. e II 13. Amm. XIV 10, 2. Chron. min. ed. Mommsen I 236 8 Constantinopolin cf. t. II 240, 16; 1). III 89, 21. Iul. or. I p. 8 C) [*](1 οὐ σμικρὸν Ρ sed οὐ σ in ras 2 litt m 3 μικρὸν UCa γένος Μο sed μέρος in marg | ἐκένωσεν La 2 συνημένους La | ἐξεπολέμωσε Re 3 ὥστε Ρ sed ε in corr m 3, UICa LaM | πρότερον La 4 ἐπανδρείᾳ La ἀνδρεία Ρ sed ει ex ι corr m 3, Μ | ἄξιον Μ sed os suprascr m 2 | θαυμάσαι reposui e libris coll. p. 245, 10; Thuc. l. l. θαυμάζεσθαι in marg Μο edd 6 δ’ Ρ in m 2 δὲ δὲ ICaLaM | κρίσιν Mor 7 ἔνδοθεν ἐξ] ἔξωθεν La 9 τῆς—10 σκοπῶν om Ca | δ’ ΜοΒ 14 ἐνα- ποδείξασθαι — 15 βασιλεῦσιν om Ca οὕτω | sed ὢ in ras οὕτως MoU | καὶ ante τοῖς edd cancellavi | τοῖς om Re 15 λεῦσιν I sed ν add m 3 16 ὑπὸ] ἐπὶ Ca 17 ἐκώλυσεν L)

256
μέγιστον μαρτύριον δικαιοσύνης παρῃρῆσθαι, εἰ μὴ τῶν ἀέρων ἀκρασία τοὺς Ἕλληνας εἰς τὴν ἐκείνου χρείαν καταστήσασα παρέσχεν ὅστις ἦν ἐπιδείξασθαι.

ἐγὼ μὲν δὴ συγχαίρω τῷ βασιλεῖ τῆς παρενθήκης ταύτης, ὅτι τοὺς ἀγαθοὺς τῶν κυβερνητῶν ἔδωκε μι- μήσασθαι, οἳ τῆς νεὼς πολλοῖς πολλαχόθεν ταραττο- μένης πνεύμασιν ἀντέχουσιν ὁμοῦ πρὸς ἅπαντα κρείτ- τονα τῆς ζάλης παρεχόμενοι τὴν τέχνην. καὶ βασιλεύς ἐν μέσῳ στὰς πολέμου καὶ στάσεως καὶ πλήθει πραγ- μάτων κεκυκλωμένος οὐκ ἐταράχθη τὴν ψυχὴν ὑπὸ τῆς τρικυμίας, ἀλλ’ οὕτως ἤρκεσεν ἀμφοτέροις, ὧσπερ ἂν εἰ πολλὴν ἦγεν ἀπὸ θατέρου σχολήν.

ἐνταῦθα δὴ τί πρῶτον ἢ τί τελευταῖον χρὴ λέγειν; ἢ τίνος μεμνημένον τί παραλιπεῖν; πότερον ὡς ἀπανέστη τῆς Πέρσιδος ὑπεριδὼν ἐκείνων ὧς οὐδαμοῦ φανησομένων, [*](R III 306) ἢ τῆς πορείας τὸ | τάχος ᾧ τοὺς Λακεδαιμονίους παρέδραμεν, ἢ τοῦ χειμῶνος τὰς ὑπερβολὰς ἢ τῶν νι- φάδων τὰς ἐμβολάς ἢ τῶν ὄμβρων τὴν συνέχειαν; ὧν ἀπάντων, ὥσπερ τις ἀδαμάντινος, κατεγέλα.

ἀλλ’ ὡς πρὶν φανῆναι τοῖς στασιάζουσι τὴν μανίαν ἔσβεσεν; ἀλλ’ ὡς τὸν πορθμὸν διέπλευσεν ὥσπερ θείᾳ νεφέλῃ [*](2 cf. ad t. III 243, 2 13 II. π 692 14 Thuc. I 139, 1 et 140, 4 16 Her. VI 120 19 cf. p. 282, 18 21 Od. θ 502) [*](1 παρῃρῆσθαι] καὶ παραιροῦμαι καὶ ἀφαιροοῦμαι. ἀφαίρεσις δὲ μόνον οὐ παραίρεσις in marg B 2 (= Μ s. v. παραιροῦμαι p. 274, 3)) [*](1 παρῃρῆσθαι δικαιοσύνης Β 2 ἡ ante ἀκρασία inser M 2 | εἰς om Mor 3 στήσασα cum lacuna 4 litt ante σ Ca 11 τρικυμίας Ρ sed ι (1) in ras 2 litt m 2 13 δὲ Re 14 πα- ραλείπειν CMoB et supra παραλιπεῖν P 3 16 πατρίδος Μ sed περσίδος suprascr m 2 20 γε post πρίν edd delevi ασιάζουσιν La)

257
κεκαλυμμένος; ἀλλ’ ὧς τοὺς ἐν αἰτίᾳ μετεχειρίσατο; ἀλλ’ ὧς τοὺς ἀνεγκλήτους διέκρινεν; ἀλλ’ ὧς οὐδένα μὲν διέφθειρε, τοὺς δὲ κακουργοῦντας ἐσωφρόνισεν; ἀλλ’ ὧς ἐξουσίαν εἰς λόγον τῇ βουλῇ παρασχὼν πλεῖ- στον ἐκράτει λέγων; ἀλλά πάντα ταῦτα ἀφέντα τῶν ἀμοιβαίων λόγων μνημονεῦσαι δίκαιον, οἷς τὸ δεινό- τατον τῆς βουλῆς κατεπάλαισεν ὀξέως; ἀλλ’ ὡς οὐκ ἔφθη καταστήσας ἐκείνοις τὰ πράγματα καὶ πρὶν ἢ λῦσαι τὴν ζώνην αὖθις ἐφειστήκει τοῖς πολεμίοις;

οὕτως, ὅπερ ἔφην, ἀμφισβητεῖν μὲν ἔξεστι, πότερον ἀνδρίας ἢ συνέσεως ἡ κτῆσις ἀμείνων, ὁπότερον δ’ ἂν κριθῇ νικᾶν, παρὰ τῷ βασιλεῖ τὸ κρατεῖν ἐστι. καίτοι ὅτε καὶ τῶν ἡρώων τοὺς ἄκρους ἴσμεν ἀπὸ θατέρου τούτοιν εἰς τὰ πρῶτα βοηθέντας, τῷ γε ἀμφότερα μεθ’ ὑπερβολῆς κεκτημένῳ τίνας εἰς ταὐτὸν ἄξιον θεῖναι;

99. Φέρε δὴ καὶ τῆς τελευταίας μνημονεύσωμεν μάχης. ἢν τελευταίαν τε καὶ μεγάλην τὴν αὐτὴν ἔξεστι προσειπεῖν καὶ πολὺ πλέον πρέπουσαν κεκλῆσθαι με- γάλην ἢ τὴν ἐν Κορίνθῳ τὴν ὑμνουμένην. ὑπισχνοῦ- [*](1 Plat. Gorg. p. 519 Β 14 cf. p. 287, 17; t. II 143,5; Thuc. III 39, 2; 56, 4: Her. IX 16,1 | cf. t. II 162,4 Ruf. Fest. bren. 27. Amm. XVIII 5, 7. Iul. or. I p. 23 Α sq. 19 Dem. p. 472, 24 ; cf. Themist. or. II p. 37 c. Iul. or. II p. 77 B; or. I p. 28 Β) [*](2 τούς om Μ 3 διέφθειρεν La 5 ταῦτα πάντα CaM 6 μνημονεῦσαι δίκαιον Praemisso κείμενον in marg I 2 | τὸν ΙΒΜ 8 πρινὴ Ρ sed in πρὶν ἢ corr m 3, UI 10 ὡσπερ CMo | ἔξεστιν La 11 ἀνδρείας Ρ sed ει in ras m 3, LaM | ἄμεινον CMoB Re 14 βοη θέντας cum ras 2 litt U | Τῷ γε Ρ sed γ in ras, Mor et coni Sintenis τῷ δὲ reliqui libri sed eras I, Re 15 τίνας scripsi e PUICaLaM sed in hoc τίνα suprascr m 2, et γρ in marg Mor τίνα reliqui libri edd | αὐτὸν Ca Mor sed γρ ταὐτὸν in marg 16 φέρε I sed φε in ras m3) [*](17 τε om Μ inser P 3 | τὴν αὐτὴν om Μ)

258
μαι δὴ τὸν βασιλέα δείξειν ἐν ταύτῃ Πέρσας τε ὁμοῦ καὶ τἀς οἰκείας δυνάμεις νενικηκότα. καὶ μηδεὶς πρὶν ἀκοῦσαί τι ταῖς ὑπερβολαῖς ἀπιστείτω, ἀλλ’ ἀναμείνας [*](R III 307) τοὺς λογισμοὺς | οὕτως ἐκφερέτω τὴν κρίσιν. μι- κρὸν δὲ ἄνωθεν ἄρξασθαι βούλομαι. οὕτω γὰρ ἂν τοῦ παντὸς ἡ σκέψις ἀκριβεστέρα γένοιτο.

100. Πέρσαι πρὸς τἀς εἰσβολὰς τοῦ βασιλέως ἀπειρη- κότες καὶ τῷ μήκει τοῦ πολέμου κεκακωμένοι τὴν ἀναγ- καίαν <τύχην> παράκλησιν εἰς τοὺς κινδύνους βανον, οἷς γὰρ ὁ βίος οὐκ ἐν ἡδονῇ, τούτοις οὐ βαρὺ τὸ τεθνάναι. βουλόμενοι δὴ δράσαντές τι καὶ παθεῖν κατα- λέγουσι μὲν ἡβηδὸν τοὺς ἄνδρας οὐδὲ τοῖς κομιδῆ νέοις ἀνεύθυνον τὴν ἀστρατείαν τάξαντες, ἀγείρουσι δὲ τὰς γυναῖκας σκευοφόρους εἶναι τῇ στρατιᾷ. ἔθνη δὲ ποικίλα βαρβάρων πρόσοικα τὰ μὲν ἱκετείᾳ πείθουσι μετασχεῖν τῶν κινδύνων, τὰ δὲ βίᾳ καταναγκάζουσιν ἱν ὑπουργῆσαι πρὸς τὴν χρείαν, τοῖς δὲ χρυσοῦ τι πλῆθος προτεί- νουσιν, ὅς ἐκ παλαιῶν φρουρούμενος χρόνων τότε δὴ πρῶτον εἰς τοὺς ἐπικούρους ἀνηλίσκετο.

ἐπεὶ δὲ πᾶσαν τὴν ἐκείνῃ διερευνησάμενοι γῆν ἐρήμους μὲν ἀφεῖσαν τὰς πόλεις, πᾶν δὲ τὸ ἐν ποσὶν ἐστενοχώρουν [*](5 cf. p. 151, 11. t. III 453, 5 et ad t. III 309, 9 11 cf, t. II 327 14 12 cf. t. III 413, 1 R. Her. I 172; VI 21) [*](3 τι inserui e libris sed inser C m et τὸ τί οὐκ ἔκειτο in marg P 3 4 οὕτως — 5 βούλομαι om Ca 9 τύχην inserui coll. Plat. leg. VII p.; 806 Α; Dem. p. 1468, 15 10 τὸ inserui e CMoUILaBM om PCa edd 11 δὴ inserui e libris | δρά- σαντές Ρ sed αν et ες in ras m 2 13 ἀστρατείαν Μ sed ἁ praep m 2 | num ἐπαίρουσι coll. p. 239, 1 ? | τὰς] „praeponi velim καὶ“ Re 15 τὰ Ρ sed ' add m 2 20 πρόσοικον post πᾶσαν in lac 9 litt C a B post τὴν ras —2 litt Μ | ἐκείνων I sed ων in ras m 4, Mor 21 21 ἀφεῖσαν reposui e libris ἀφῆσαν edd)

259
τῷ πλήθει, μελέτην δὲ τῇ πορείᾳ μίξαντες ἐπὶ τὸν πο- ταμὸν ἐχώρουν, ἔγνω μὲν βασιλεὺς τὸ γιγνόμενον. πῶς γάρ ἂν ἐλάνθανεν οὕτω μεγάλη κίνησις κονιορ- τοῦ μὲν εἰς αἰθέρα μέσον ἐγειρομένου, κτύπου δὲ συμ- μιγοῦς ἵππων τε καὶ ἀνδρῶν καὶ ὅπλων οὐδὲ τοὺς πορρωτάτω καθεύδειν ἐῶντος, τῶν δὲ κατασκόπων ὄψει τὸ πρᾶγμα λαβόντων καὶ τὴν ἀγγελίαν οὐκ ἔξωθεν εἰκαζόντων, ἀλλ’ ἐκ τῆς θέας φερόντων.

ὁ δὲ ταῦτα σαφῶς ἀκούων τὴν μὲν χρόαν οὐκ ἤμειψεν, ὧς ἄν τις ἔκπληξιν τῇ ψυχῇ δεχόμενος, βουλὴν δὲ ζητῶν εἰς τὰ παρόντα χρηστὴν κελεύει τοὺς ἐν τῇ φυλακῇ τῶν ὅρων ἱδρυμένους μεταχωρῆσαι τὴν ταχίστην καὶ μήτε ποταμοῦ ζευγνυμένου ταράττεσθαι μήτ’ ἀπόβασιν ἀνείργειν μήτε τειχισμὸν κωλύειν, ἀλλὰ καὶ ταφρεύειν | ἐᾶν, εἰ τοῦτο βούλοιντο, καὶ χαράκωμα βαλέσθαι [*](R III 308) καὶ περισταυρῶσαι καὶ ναμάτων ἀφθονίαν προκατα- σχεῖν καὶ τὰ τῶν χωρίων ἐπικαιρότατα προλαβεῖν. οὐ [*](1 cf. t. III 453, 17 15 Dem. p. 254, 26 17 Thuc. I 68, 4) [*](9 χρόα καὶ χροιά αὐτὸ τὸ εἶδος τοῦ χρώματος, χρῶμα δέ κυρίως τὸ μετὰ τῆς ὕλης ὦχρα, κιννάβαρι Β2) [*](1 τῶ C sed ῶ in ras ex ινὶ corr η, Ρ sed ῶ in ras 3 litt m 2, I sed ῶ in ras τινὶ CaLaM sed in hoc τῶ suprascr m 2 | δέ] μὲν Β 4 ἐγειρομένου Ρ sed ε ιν ras m 2 6 πορρωτάτω I sed supra ω ras πορρωτάτους Re | ἐῶντος C sed ς in ras et o ex α corr | κατασκόπων] huius loci parum accurate meminit Thomas Μ. s. ν. ὀπτήρ p. 254, 7 Λιβάνιος ἐν τῷ εἰς Κωνστάν- τιον καὶ Κώνσταντα· κατασκόπων τινῶν κακία, cum haec verba magis reddant locum epitaphii Iuliani t. II 260, 7 αὐτο- μὀλων τινῶν κακία 10 τὴν ψυχὴν Μο sed τῆ ψυχῆ in marg | δεχόμενος in marg Mo2 12 την ΙΜ sed in hoc eras | την- ταχίστην Ρ sed e τὴν ταχίστην corr m 2, Β 17 προσλαεῖν CP sed in hoc σ eras, UICaLaBM)

260
γάρ, εἰ διαβάντες ἐγκαθίζοιεν, τοῦτο παρεῖχε τὸν φό- βον, ἀλλ’ εἰ τὴν πρώτην ἀποκρουσθέντες πρόφασιν εἰς φυγὴν λάβοιεν. ἔδει δὴ δελεασθῆναι τοὺς πολε- μίους τῇ τῆς ἀποβάσεως ἀδείᾳ.

103. Ὡς οὖν ταῦτα συνεκεχώρητο καὶ παρ’ ἡμῶν οὐδεὶς ἀπήντα, τριχῆ τὸν ποταμὸν γεφυρώσαντες πυκνοὶ πανταχῆ διέβαινον. καὶ πρῶτον μὲν ἡμέρας νυξὶ συν- είροντες τῆς ἀποβάσεως οὐκ ἔληγον. ἔπειτα τειχίζειν δεῆσαν αὐθημερὸν τὸν περίβολον ἤγειραν ὀξύτερον τῶν περὶ Τροίαν Ἑλλήνων. ἤδη δέ διαβεβηκότων πάντα ἣν μεστά, ὄχθη ποταμοῦ, πεδίων εὖρος, ὀρῶν κορυφαί. οὐδὲν δὲ ἦν εἶδος πολεμιστήριον ὃ μὴ τὴν στρατιὰν συνεπλήρου, οὐ τοξότης, οὐχ ἱπποτοξότης, οὐ σφενδονήτης, οὐχ ὁπλίτης, οὐχ ἱππεύς, οὐχ οἱ πανταχόθεν πεφραγμένοι. ἔτι δὲ αὐτοῖς βουλευομέ- νοις ὅπη τράπωνται βασιλεὺς ἐπιφαίνεται πᾶσαν Ὁμη- ρικὴν εἰκόνα τῇ λαμπηδόνι παρερχόμενος καὶ θέμενος τὰ ὅπλα περὶ τοῦ παντὸς ἐσκοπεῖτο.

Πέρσαι δὲ τότε τοιοῦτόν τι βουλεύουσι. τούς μὲν τοξότας καὶ τοὺς ἀκοντιστάς ἐπὶ τῶν κορυφῶν καὶ τοῦ τείχους [*](7 cf. t. II 546, 8 10 II. η 433—465 16 II. ο 623; λ 66; υ 46) [*](1 εἶχε PUCaM Mor γαρ εῖχε La 2 τὴν πρώτην Μ sed eras, I sed in τηνπρώτην core 3 δὲ CaM 4 διαβάσεως CMo sed in hoc ἀποβάσεως in marg cf. l. 7 et p. 259, 13 et p. 265, 19 5 συνεκεχώρητο Ρ sed συγκε supra συνεκε m 3 συγκεχώ- ρητο CB Mor 6 πυκνὸν Ρ sed ὶ suprascr m 3 7 νυξὶν La 13 στρατείαν La 14 αφενδονίτης Mor 2 15 ἔτι Ρ sed ἔτ in ras m 2 | δ’ Re | βουλομένοις UCaM sed in hoc εν inser m 2 16 ὅπη scripsi e MoPUILaM ὅπηι C ὅποι relin- qui libri edd 17 λαμπηδόνι Μο sed λαμπρότητι in marg 19 τοιοῦτόν I sed ν eras 20 τῶν C sed ν add f | κορυφῶν Ρ sed ῶν in ras m 3 | καὶ in ras P 3 om UICaLaM)

261
ἔταξαν, τοὺς δὲ πεφραγμένους τοῦ τείχους προὐβά- λοντο. οἶ δὲ λοιποὶ τὰ ὅπλα ἀναλαβόντες τοῖς ἐναν- τίοις προσῄεσαν ὧς ἀναστήσοντες. ἐπεὶ δὲ κινηθέντας κατεῖδον, εὐθὺς ἐγκλίναντες ἔφευγον ὑπάγοντες τοὺς διώκοντας εἴσω βελῶν, ὧς ἂν ἐκ μετεώρου τοξεύοιντο.

χρόνον μὲν οὑν τινα καὶ τῆς ἡμέρας τὸ πλεῖστον κατεῖχεν ἡ δίωξις, ὡς δὲ οἱ μὲν φυγόντες εἰς τὸ τεῖχος ἐνέπεσον, ἐκάλει δὲ λοιπὸν τοὺς τοξότας ὁ καιρὸς | καὶ τοὺς πρὸ τοῦ τείχους ἀκραιφνεῖς, ἐνταῦθα [*](R III 309) δὴ βασιλεὺς νίκην ἐνίκησεν οὐ κατὰ τὰς εἰωθυίας ταύτας οὐδ’ οἷαι πολλαὶ συνέβησαν καὶ νῦν καὶ πρό- τερον οὐδ’ ἧς ἐν χερσὶ τὸ ἔργον καὶ πολεμικοῖς ὀρ- γάνοις οὐδὲ πρὸς ἢν δεῖ κοινωνίας καὶ οὐκ ἂν ἑτέρως κατεργασθείη, ἀλλ’ ἢν καθαρῶς ἔξεστιν οἰκείαν τοῦ κρατήσαντος προσειπεῖν.

τι δὲ τοῦτο ἒστι; μόνος μὲν ἐξεῦρε τῶν δρωμένων τὸν νοῦν, μόνον δὲ οὐκ ἔλαθεν ἡ γνώμη τῆς παρατάξεως, μόνος δὲ βοήσας κελεύει μὴ διώκειν μηδὲ εἰς πρόδηλον ὠθεῖσθαι κίν- δυνον. νῦν δὴ καὶ πλέον ἄγαμαι τῆς γνώμης τὸν ποιητήν, ᾖ πολλῶν χειρῶν ἰσχυρότερον εἶναί φησι [*](20 Eur. Antiop. fr. 220, 3 N 2. cf, t. II 253, 7) [*](1 τεταγμένους CMoPUI sed in hoc τετα in πεφρα corr, La | προὐβάλλοντο U 2 λοιποὶ C sed οι (2) in ras m 2 4 ἐγκλί- νοντες La 5 ὡσὰν ΡΒΜ 7 φεύγοντες CB 9 προ- τείχους U προ Ρ sed ρο in ras m 3 | τοῦ inser P 3 om UILa) [*](12 οὐδέ CCaLa edd | ἧς scripsi e C sed ex οἶς corr f, ΒΜ οἶς MoPUICa (et Patm sed γρ αἷς in marg) οἳσ La αἷς edd | καὶ] ἦν Β 15 εἰπεῖν CB | τοῦτ’ ἐστιν Re 16 δ’ CMoB 18 κελεύει μὴ scripsi μένειν ἢ libri edd μὴ Cobet Coll. 265 | διώκειν I sed διωκ in ras m 2 ειν cum ras 4 litt ante ε U κελεύειν Ca sed γρ διώκειν in marg, La | ἐκέλευε post διώκειν inser C m M 2 | μηδ’ C μὴ δ’ ΜοΒ μὴ δὲ ΡΙΜ 19 δέ δὴ IB 20 ἣ CBM sed in hoc ex ἧ corr ἢ MoCa | χειρῶν om Ca | φησιν ἔν Cobet l. l. at cf. t. II 253,7 et Themist. or. XXXIV p. 464, 1 ed. Dind.)

262
βούλευμα σοφίας μετέχον. ἡ χρώμενος βασιλεὺς καὶ πάντα ὁμοῦ συνιεὶς ἐώρα τὸ μέλλον οὐδὲν χεῖρον τῶν παρόντων καὶ γιγνομένων.

καὶ σφόδρα γε εἰκό- τως. ἦν μὲν γὰρ τὸ μεταξὺ τῶν στρατοπέδων ἑκατὸν στάδιοι καὶ πεντήκοντα, ἤρξαντο δὲ τῆς διώξεως ἀγο- ρᾶς πληθούσης, ἐπλησίαζον δὲ ἤδη τῷ τείχει δείλης ὀψίας. πάντα δὴ συλλογιζόμενος, τὸν ἀπὸ τῶν ὅπλων πόνον, τῆς διώξεως τὸ μῆκος, φλόγωσιν ἐξ ἡλίου, δί- ψους ὑπερβολήν, νύκτα ἐπικειμένην, ἐπὶ τῶν λόφων τοξότας, ἠξίου Περσῶν μὲν καταφρονεῖν, πείθεσθαι δὲ τῷ καιρῷ.

εἰ μὲν οὖν ἐδέξαντο τὸν λόγον καὶ μὴ μεῖζον ἴσχυσε τῆς παραινέσεως ὁ θυμός, οὐδὲν ἂν ἐκώλυσε καὶ τοὺς ἐναντίους κεῖσθαι καθάπερ ἐν τῷ παρόντι καὶ τοὺς κεκρατηκότας σεσῶσθαι· νῦν δὲ ὅσῳπερ ἄν τις ἐκείνοις ἐγκαλῇ, τοσούτῳ πλέον τὸν βασιλέα σεμνύνει. οἱ γὰρ ἐν τῷ μὴ πεισθῆναι πταί- σαντες τὴν τοῦ παραινέσαντος συμβουλὴν κεκοσμήκασιν.

ἐγὼ δὲ καλῶ μὲν κἀκείνας βασιλέων νίκας ὅσας ἐν κοινωνίαις ἐργάζονται, πολὺ δὲ ταύτας ἐντιμοτέρας ὑπολαμβάνω ὧν οὐκ ἔνεστι τοὺς μερίτας εἰπεῖν. ὥστ’ [*](6 cf. p. 74, 8. Dem. p. 1301, 28. Thuc. VIII 26,1 11 Ruf. Fest. bren. 27. Eutrop. Χ 10, 1) [*](2 συνιεὶς scripsi συνεὶς CPBM edd συνθεὶς reliqui libri 6 πλήθουσ La 7 δὲ Μ | τὸν e τῶν corr I 3 8 πόνον CI βοά ὁ (2) in ras ex ω corr C 2 I 3 | δίψους reposui e libris et γρ in marg Mor δίψης edd 12 τῆς παραινέσεως et μὸς οὐδὲν ἂν ἐκώλυσε in marg La i παραινέσεως P1 sed αινε in ras P 2 I 2. Mor sed γρ παραβάσεως in marg παρα σεως cum ras 3 litt U παραβάσεως Ca sed in marg γρ παραινέσεως | καιρὸς Ca 15 ἐγκαλεῖ, τοσοῦτο La 16 οἱ] οὐ Mor 19 εἰργάσαντο CaM 20 οὐ νεστι U cum ras 1 litt | μεριστάς C sed ίτας suprascr m, ΜοΜ μερι cum lac 4 litt Ca | ὥστ’ scripsi e PU ICaBM ὥστε reliqui libri edd)

263
εἰ καὶ | σφόδρα φιλονεικεῖ τις μὴ πάντα κατά [*](R III 310) γνώμην κεχωρηκέναι τοῖς στρατιώταις, οὐδὲν ἂν κω- λύοι τοὺς μὲν μὴ πάντα κατωρθωκέναι, τὸν δὲ παντα- χοῦ νενικηκέναι καὶ πρώτους γε ἐκείνους ὧν ἄμεινον ἐβουλεύσατο.

110. Ἄξιον δὲ καὶ τὴν τῶν μαχεσαμένων ἀρετὴν ἐξετάσαι καὶ πᾶσι ποιῆσαι καταφανές, ἐξ ὅσων ἐλατ- τωμάτων ὁρμώμενοι ποῖοί τινες ἐγένοντο. πρῶτον μὲν οὖν τοῖς πρὸ τοῦ τείχους πεφραγμένοις συμμίξαντες ἐξεῦρον τρόπον τῆς ὁπλίσεως ἰσχυρότερον. ἐπιφερό- μένον γὰρ τὸν ἵππον ὁ πεζὸς ἐξιστάμενος ἐκείνῳ μὲν κενὴν τὴν ὁρμὴν κατεσκεύαζεν, αὐτὸς δὲ ἐν τῇ παρα- δρομῇ τὸν ἔποχον ῥοπάλῳ παίων ἐπὶ κόρρης ἀνέτρεπέ τε καὶ τὸ λοιπὸν εὐπετῶς εἰργάζετο. ἔπειτα οὐκ ἐφθη- σαν τῷ τείχει τὰς χεῖρας προσενεγκόντες καὶ καθῄρητο τὸ] πᾶν ἐξ ἐπάλξεων εἰς πρώτην κρηπῖδα καὶ ὁ κω- λύσων οὐκ ἣν.

περὶ πολλοῦ δ’ ἂν ἐποιησάμην καὶ ὅστις ἣν ὁ πρῶτος τὸν περίβολον διασπασάμενος εἰπεῖν καὶ διατρίψαι περὶ τὴν ἀνδραγαθίαν, ἴσως γὰρ οὐκ ἀηδέστερον εἰς ἀκοὴν τοῦτό γε τοῦ πυρὸς ὁ τὴν [*](7 cf. 1;. I 102, 3 13 Dem. p. 537, 29; 562, 9. Plat. Gorg. p. 486 C) [*](1 κατα La 3 τούς Ρ sed suprrascr m 3 | κατορθωκέναι UICaM | τὸν Ρ sed suprascr m 3 7 πᾶσιν πᾶσιν | ἴσων Μο sed ὅσων in marg 9 τεταγμένοις Β sed τ et τ et γμ in ras 13 κόρρης Ρ sed ρ alterum inser m 3, La 14 τε om CLa | τὸ λοιπὸν in τολοιπὸν corr I | „malim κατειργάζετο“ Re 15 καθ- ῄρητο Ρ sed γρ εῖ supra η m 3 καθήρ το Ca καθῃρεῖτο ΒΜ sed in hoc καθῄρητο suprascr m 2 16 τὸ ante πᾶν libri cancellavi auctore Cobeto Coll. 265 | κρηπῖδα MoUI sed in hoc eras et suprascr, Μ cf. p. 215,2 17 περιπολλοῦ Μ) [*](18 ἦν scripsi auctore Re ἂν libri edd 19 διατρίψαι P sed in corr m 3, fortasse recte cf. tamen p. 125, 9)

264
ναῦν ἐπενείματο τὴν Θετταλῶν· ἐπεὶ δέ ὁ χρόνος οὐ συγχωρεῖ, δεῖ δήπουθεν οὐ τοῦ τυχόντος δρόμου.

ὁ μὲν οὖν περίβολος ἀκριβῶς ἔκειτο, οἱ δὲ εἰσε- χέοντο πᾶν μικρὸν τὸ πεποιημένον ἡγούμενοι καὶ τάς τε σκηνὰς διαρπάζουσι τῶν ἤδη πεπονημένων ἐγγύθεν τοὺς καρποὺς κομιζόμενοι καὶ ὅσους ἐγκατέλαβον κτεί- νοῦσι, μόνον δὲ τὸ πεφευγὸς διεσώζετο. τῆς δὲ τρο- πῆς γεγενημένης λαμπρᾶς ἐδεῖτο μὲν τὸ ἔργον λαμπρο- τέρας, εἴπως ἐνῆν, ἡμέρας εἰς τὸ τῶν κατορθωμάτων πέρας, ἐπεὶ δὲ εἰς νυκτομαχίαν ἐξώκειλε, τοξευόμενοι μὲν ἐκ τῶν λόφων, ἀμφίβολοι δὲ γενόμενοι δορατίων τε ἡδῆ καὶ βελῶν τοῖς σώμασιν ἐναποκεκλασμένων, [*](R III 311) ἀφῃρημένοι δέ ὑπὸ | τῆς νυκτὸς τὸ δύνασθαι χρήσασθαι σφίσιν αὐτοῖς ἀνά τὸ σκοτεινὸν ὅμως χω- ροῦντες ὁπλῖται πρὸς ψιλοὺς πόρρωθεν ἰσχύοντας καὶ πρὸς ἀκραιφνεῖς πεπονηκότες ἄνδρας μὲν ἀγαθούς ἀπέβαλον, τῆς χώρας δὲ τοὺς πολεμίους ἐξήλασαν.

καίτοι τίς ἂν ὑπέμεινε τὴν ἐκείνων ἀνδρίαν λογισμὸν προσλαβοῦσαν, ὅπου γε τοσούτοις ἐναντιώ- μασι χρώμενοι τὸ μετὰ κρείττονος διακριθῆναι τοῦ σχήματος ὑπ’ οὐδενὸς ἀφῃρέθησαν; τίς δ’ οὐκ ἂν θείη [*](1 II. o 704 sq. 10 cf. t. II 327, 14 | cf. t. III 375,24. Isocr. ep. 2,6 p. 409 c 11 Thuc. IV 32,3 18 Ruf. Fest. brev. 27) [*](1 θετταλόν CMoBLaM sed in hoc e θετταλῶν corr, Re 3 ὁ in ras I 3 | οἵ MoP sed in hoc add m3, Β οἵ δ’ Mor | δ’ ΜοΒΡ sed in hoc in ras 2 litt m3 4 τὸ Ρ sed add m3 5 διαρπάζουσιν La 12 τε reposui e libris sed in ras I δὲ edd | ἐναποκεκλεισμένων Mor sed γρ ἐναποκεκλασμένων in marg 13 δ’ CMoP sed in hoc in ras m3, Β 15 ὁπλίται ΜοΡ sed in hoc in corr m2, ΒΜ 18 ἀνδρείαν ΜοΡ sed in hoc ει ex ι corr m3, ILaM 19 προσλαβοῦσαν I sed σ (1) in ras m2 | ὅπου Ρ sed supra ου ras | γε inser P3 20 κρείτ- τονος Ι sed ττονο in ras m 2)

265
Πέρσας ἡττῆσθαι περιφανῶς, οἳ διέβησαν μὲν ὧς τῆς ἑτέρων κρατήσοντες, τοσούτων δὲ πλεονεκτημάτων ἀπο- λαύσαντες ῥίψαντες τὰς ἐλπίδας ἀπιόντες ᾤχοντο;