Oratio 56

Libanius

Libanius, Oratio 56, Libanii Opera, Vol IV, Orationes LI-LXIV, Teubner, Foerster, 1908

τὸ δ’ αἴτιον, μισοῦσιν ἀλλήλους καὶ τοῖς ἀλλήλων φθονοῦσιν ἀγαθοῖς, κἂν εἴπῃ τις γνώμην τῷ κοινῷ λυσιτελοῦσαν, στέρεσθαι τοῦ κέρδους ἕλοιτ’ ἄν τις ἢ κερδᾶναι διὰ τῆς ἑτέρου φρονήσεως.