Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ πάντα ἦν ἡ Δάφνη Σελεύκῳ. πρὸς γὰρ τοῖς εἰς ὄψιν ἐλθοῦσι φάσμασιν ἔτι καὶ χρησμὸς αὐτὸν ἦγεν, ὃν παρὰ τὴν δυσκολίαν ἐκ Μιλήτου δεξάμενος ἀνεθάρρησεν, ὃς τήν τε μέλλουσαν ὑπισχνεῖτο τύχην καὶ λαβόντι τὴν Σύρων ἀρχὴν Δάφνην αὐτῷ ποιεῖν ἱερὰν ἐπέταξεν.