Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ γίγνεται τὸ πᾶν ὑπὸ θεοῦ. πόλις ἦν Ἀντιγόνου μὲν ἐπώνυμος, ὑπ’ γόνου δὲ πεποιημένη. τῆς δὲ νῦν οὔσης πόλεως τὸ μεταξὺ πρὸς ἐκείνην στάδιοι τετταράκοντα. ἐν ταύτῃ μετὰ τὴν νίκην ὁ Σέλευκος ἔθυε, τοῦ ταύρου δὲ ἐσφαγμένου καὶ δεδεγμένων τῶν βωμῶν ὁπόσα νόμος, ἤδη μὲν τὸ πῦρ περιεῖπε τὰ κείμενα καὶ σφοδρὸν [*](R 300) ἀνεκάετο.