Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἐντεῦθεν τὰ Εὐαγόρου Σέλευκος ὑπέμενε καὶ μικρὸν ὕστερον ἴσχυσε. τῷ καιρῷ μὲν γὰρ ὑποχωρήσας εἰς Αἴγυπτον ἀπαλλάτ- τεται, | βεβαιούμενος δὲ αὐτόθι Πτολεμαίῳ τὴν βασι- [*](R 299) λείαν, οὐ πλῆθος στρατιᾶς παρεχόμενος, ἀλλ’ ἒν σῶμα τὸ αὑτοῦ καὶ ψυχὴν μίαν, ἐπειδὴ τοῖς ἐκείνου πράγμα- σιν ἀσφάλειαν περιέθηκεν, ἐπεσπάσατο Πτολεμαῖον εἰς τὸ κατάγειν αὐτὸν καὶ λαβὼν ἱππέας καὶ πεζούς, ἀμ- φοτέρους εἰς χιλίους, ἐξέωσε μὲν τῆς Βαβυλῶνος τοὺς ἐχθρούς, ἐκομίσατο δὲ τὴν ἀρχὴν καὶ γυναῖκα καὶ παῖδας καὶ τὴν ἀρχαίαν λαμπρότητα.