Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

διττῷ δὲ πόθῳ κατειλημμένος, τῷ μὲν πρὸς τὴν ἡμετέραν χώραν, τῷ δὲ πρὸς τὴν τῶν ὑπολοίπων κτῆσιν, καὶ τοῦ μὲν ἀναγκάζοντος | μένειν, τοῦ δὲ ἐπείγοντος [*](R 297) τρέχειν καὶ] τὴν ψυχὴν ἀνθελκόμενος εἰς οἰκισμόν τε καὶ πόλεμον οὐκ ἐποιήσατο κώλυμα θατέρῳ θάτερον οὐδὲ ἠνέσχετο οὔτε τὴν ὅλην σπουδὴν ἀνελεῖν διὰ τὴν πόλιν οὔτε ἐκείνην πληρῶν ἣν εἰς τὸ πολίζειν ἔσχεν ἐπιθυμίαν σβέσαι, ἀλλ’ ἀμφοτέρων ἐχόμενος τῇ μὲν ἐδίδου τὰς ἀρχάς, ἐπὶ δὲ τὴν Φοινίκην ἦγε τὴν δύναμιν.