Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
Καμβύσης δὲ χαρίζεται τῷ θεῷ καὶ πλησίον που τῆς Ἀρτέμιδος τὸν ἀδελφὸν ἱδρύσατο. καὶ οὕτως ἐδέξατο τὸν Περσῶν θεὸν ἔνοικόν τε καὶ ἐραστὴν ὁ τόπος καὶ μάντιν τῆς μελλούσης τύχης οὐδὲν τοῦ Καμβύσου πρὸς τὴν πρόρρησιν παθόντος ὧν εἴωθεν ἐμποιεῖν ὁ φθόνος.