Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

Ἀθήνηθεν δὲ οὓς ἐδεξάμεθα καὶ ὅσοις ἄλλοις Ἑλληνικοῖς γένεσιν ἀνεκράθημεν, ἐπειδὰν ὁ λόγος χωρῶν ἐπ’ ἐκείνους ἔλθῃ | τοὺς χρόνους, [*](R 291) εἰρήσεται.

59. Νυνὶ δὲ λεκτέον, ὡς καὶ τῇ Περσικῇ βασιλείᾳ τὸ χωρίον ἄνωθεν αἰδέσιμον. καὶ νὴ Δία γε καὶ τοῖς Περσῶν θεοῖς ἔντιμον καὶ πρό γε ἐκείνων Ἀσυρίοις. ἐστράτευε μὲν γὰρ ἐπ’ Αἴγυπτον ὁ Καμβύσης, γυνὴ δὲ αὐτῷ Μερόη παρῆν. σκηνώσαντες δὲ ἐν τῷ τόπῳ, ᾧ τὴν αὑτῆς ἔδωκε προσηγορίαν ἡ γυνή, ἡ μὲν ἦλθεν εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος, ὡς θύσειε, Σεμίραμις δὲ ἡ Ἀσυρίων ἄρχουσα τῇ θεῷ τὸν νεὼν ἐπεποιήκει.