Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
τῶν δ’ ἄλλων οἱ πλεῖστοι οἱ μὲν ἅπαντι τῷ κύκλῳ καταμέμφονται, οἱ δὲ ταῖς μὲν βελ- τίοσι, ταῖς δὲ οὐ τοιαύταις χρώμενοι ταὐτὸν πεπόνθασι τοῖς ἐξ εἰρήνης εἰς πόλεμον μεταπίπτουσιν, ἐπειδὰν ἡ μὲν ἀμείνων τὰ αὑτῆς ἐκπλήσασα οἴχηται, προσβάλλῃ δὲ ἡ χαλεπωτέρα, καὶ πρὶν ἡσθῆναι καθαρῶς, ἀλγοῦσι τὴν μὲν ἀπιοῦσαν οὐ δυνάμενοι κατασχεῖν, τὴν δ’ ἐπιοῦσαν φρίττοντες. ὧν ἡ μὲν ἱδρῶτι ῥεῖσθαι ναγκάζει καὶ καλινδεῖσθαι περὶ τὰς κρήνας, ἡ δὲ τοῖς κάμνουσι παραπλησίως ἐν ταῖς εὐναῖς διάγειν νιφετῷ καθειργμένους.