Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ποίμνιά τε καὶ αἰπόλια τῶν βοσκημάτων εἰς τὴν ἀνθρώπου τροφὴν τελεῖ, καὶ οὐδέν, ὥσπερ ἐν τοῖς πεπηρωμένοις σώμασιν, ἀργὸν ἔρριπται τῆς χώρας, ἀλλὰ τὰ μὲν ἀμείβεται τοὺς πόνους πρεπῶς, τὰ δ’ ἄνευ πόνων δωροφορεῖ.
27. Ποτάμους τοίνυν ὁπόσοι διαρρέουσι τὴν γῆν, τίς ὄν ἐξαριθμήσειε τοὺς μὲν μείζους, τοὺς δὲ ἐλάττους, καὶ τοὺς μὲν ἀενάους, τοὺς δὲ τοῦ χειμῶνος ἐκγόνους, πάντας δὲ ὁμοίως χρησίμους, | τοὺς μὲν ἐκ τῶν ὀρῶν [*](R 283) ὁρμωμένους, τοὺς δὲ ἐκ τῶν πεδίων ἀνίσχοντας, τοὺς μὲν εἰς ἀλλήλους ἐμβάλλοντας, τοὺς δὲ εἰς λίμνην ἰόντας, τοὺς δὲ εἰς θάλατταν στείχοντας;
[*](15 Hes. op. 737)[*](1 ταπολλὰ ΒΜΜο 2 ἑ alterum in εὐθενούσης in ras I2 εὐθυνούσης MoCa 3 ὁρῶν BMo et in ὀρῶν corr Ρ2 | τὴν φύσιν οὐ κάρπιμα Μο 4 ἑτέρωθεν Mor ἑτέρωσε Gasda at cf. § 28 p. 446, 3 ἐνταῦθα 5 τὰ τείχη coni Mor | ἐρέπτει citat Plan fol. 103 ἐρέπτει τε I sed supra εἰ circumflex. eras et m2 gravis supra τε 6 γ in συνεργάζεται in ras Ρ2 7 λουτροῖς A sed λουτ in ras m2, P sed ὒ in ras m4 λοετροῖς C et Mor | τε om Mor 9 ἐς Μο | συντελεῖ BCa 10 ὥσπερ om B 12 δωροφορεῖ e δορυφορεῖ corr Cs 13 περὶ ποταμῶν titulus CB in marg 15 ἀεννάους Α sed prius ν erasum, Ρ sed m3 corr in ἀενάους, UICa Re 16 ὁ in ὀρῶν in ras P2 18 ἐμβαλ in ἐμβάλλοντας in ras P2 ἐμβάντας Mor | ν in λίμνην inser Mo2 19 δ’ Re | θάλασσαν Μ)28. Αἵ γε μὴν πηγαὶ καὶ τὸ τούτων ἄφθονον ἡμέ- τερον ἀκριβῶς γνώρισμα, καὶ οὐδεὶς οὕτω θρασὺς οὐδὲ ἐπὶ Νύμφαις μεγαλοφρονῶν, ὅστις ἂν ὡς ἴσον ἐνταῦθα ἔχων παρρησιάσαιτο.
29. Ὑπὲρ δὴ τοιαύτης τῆς ἡμετέρας γῆς αἰ Ὧραι χορεύουσιν ἐμμελῶς οὐ διαφθείρουσαι τὴν ἀπὸ ταύτης χάριν τῷ παρὰ σφῶν ἀηδεῖ· οὔτε γὰρ ὁ χειμὼν ὑπὸ πλεονεξίας ἐπιλαμβάνει τὸν τοῦ ἦρος χρόνον μεθαρ- μόττων εἰς αὑτὸν τὴν ἐκείνου τέρψιν οὔτε τὸ θέρος ταὐτὰ ποιοῦν ἐκτείνεται πρὸς τὸν χειμῶνα τὴν αὑτοῦ τε κἀκείνου μέσην ὥραν ἐκβάλλον, ἀλλ’ ἑκάστη τε ἐν ὅροις μένει καὶ τοῦ ἔτους ἴσον ἀποτέμνεται μέτρον καὶ τῆς δευτέρας προσιούσης ἐξίσταται. καὶ τὸ μέγιστον, αἰ γὰρ ἐκ τῶν ὑπερβολῶν ἀνιαραὶ τοῖς σώμασιν, ἡ μὲν τοῦ ψύχους, ἡ δὲ τοῦ θάλπους τὸ ὑπερβάλλον δεῦρο κολάζουσαι ταῖς ἡμερωτέραις ἐοικέναι βούλονται.