Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
καλὸν δὲ κἀνταῦθα τὸ μηδὲ τοὺς καταδεεῖς ἀπο- κεκλεῖσθαι τῆς τοιαύτης ἐδωδῆς· πορίζουσα γὰρ ἡ Τύχη τὰ πρόσφορα ἑκάστῳ διεῖλεν εἰς μὲν τοὺς εὐδαίμονας τὴν ἀπὸ τῆς θαλάττης φοράν, εἰς δὲ τοὺς ἑτέρους τὴν ἀπὸ τῆς λίμνης, κοινὸν δὲ ἁμφοῖν ἔδωκε τὸν ποταμόν, ὃς τοῖς μὲν εὐπόροις βόσκει τὸ γένος, ὅ παρὰ τῆς θαλάττης εἰς αὐτὸν ἀναπλεῖ, τὰ δ’ ἄλλα τοῖς ἄλλοις ἅπαντα πολλά.
260. Τοῦ ποταμοῦ δὲ καὶ τῆς λίμνης οὐ τοσοῦτον τὸ κέρδος εἰς τὴν πόλιν, ὅσον τραπέζας κοσμεῖν, ἀλλὰ καὶ ὅσα δίδωσιν ἡ γῆ, τῆς πόλεως εἶναι ποιοῦσι δι εὐπετείας τὴν κομιδὴν ἐργαζόμενοι καὶ οὐ κατακλεί- οντες τὰς τῶν καρπῶν ἀγωγὰς εἰς ὑποζυγίων στενότητα. νειμάμενοι γὰρ τὴν χώραν, καὶ ὁ μὲν διὰ τούτων ῥέων ἃ τὴν λίμνην οὐκ ἔχει σύμμαχον, ἡ δὲ ἐν τούτοις πεπταμένη τοῖς τόποις οἷς ὁ ποταμός οὐ βοηθεῖ, ναυ- τικοῖς λιμναίοις τε καὶ ποταμίοις κενοῦσι τοὺς ἀγροὺς εἰς τὴν πόλιν.