Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οἱ μὲν γὰρ ἣν Ἡλίου κεκλήκασι τράπεζαν πλήρη κρεῶν ἀνιόντος τοῦ θεοῦ παρέχονται καὶ τὸ μὲν ἔργον ἐστὶ τῶν ἐν τέλει νυκτὸς τὰ κρέα τιθέντων ἐπὶ τὴν τράπεζαν, τερα- τεύονται δὲ τῆς γῆς εἶναι ταύτην αὐτόματον φοράν· τῶν δὲ παρ’ ἡμῖν ὠνίων ὁ μὲν τῆς παρασκευῆς εῖται χρόνος, ἡ δὲ ἁβρότης ὁρᾶται, πλεονεκτεῖ δὲ οὐδὲν ἡμέρα νυκτός, ἀλλ’ ἐπ’ ἴσης ἀφθονίας ἐν ἑκατέρᾳ πάντα ἔστηκεν.