Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
γνοίη δ’ ἄν τις ὡδὶ τὸ τῆς ἀγορᾶς ὑπερβάλλον. αἱ πόλεις, ὅσας ἴσμεν ἐπὶ πλούτῳ μάλιστα φρονούσας, ἕνα στοῖχον τῶν ὠνίων δεικνύουσι, τὸν τῶν οἰκημάτων προκείμενον, ἐν δὲ τοῖς μέσοις τῶν κιόνων ἐργάζεται οὐδείς, παρ’ ἡμῖν δὲ καὶ ταῦτα πωλητήρια, ὥστε ἑκάστου μικροῦ τῶν οἰκημάτων ἀντιπρόσωπον ἐργαστήριον, ἀντίπυργοι ξύ- λινοι καὶ ῥῶπες εἰς σκέπην, καὶ τόπος οὐδεὶς ψιλὸς χειροτεχνήματος, ἀλλὰ κἂν μικροῦ τις λάβηται κρασπέ- δοῦ, παραχρῆμα τοῦτο ἀκεστήριον ἤ τι παραπλήσιον, καὶ ἔχονται δὴ τῶν τόπων οἷον καλωδίων, ὥσπερ Ὀδυσσεὺς τοῦ ἐρινεοῦ.