Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἀλλὰ ταύτην μὲν τὴν ἔριν ἣν τὸ παρ’ ἑκάστοις εἶναι τὴν πλεονεξίαν ἐμποιεῖ, μηδεὶς θεῶν ἡμᾶς ἀφέλοιτο, τῆς δ’ αὖ τῶν ὠνίων περιουσίας τί μὲν ἀφθονώτερον, τί δὲ διαρκέστερον; ἃ διὰ πάσης μὲν οὕτω κέχυται τῆς πόλεως, ὡς μὴ μέρος τι τῆς πόλεως ἒν ἀγορὰν κεκλῆσθαι μηδὲ δεῖν εἰς ἕν τι συνελθεῖν ὠνησομένους, ἀλλὰ πᾶσιν ἐν ποσὶν εἶναι καὶ πρὸ θυρῶν καὶ πανταχοῦ χεῖρα ἐκτείναντι λαβεῖν ὑπάρχειν.