Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
διόπερ οὐδὲ περὶ τὰς δημοσίας παγκρατιάζομεν, ὅστις πρὸ τοῦ πλησίον ἀρύσεται, τοῦτο δὴ τὸ πολλὰς τῶν πολυχρύσων ἐνοχλοῦν· παρ’ οἷς ὠθισμός τε περὶ τὰς κρήνας καρτερὸς καὶ ἐπ’ ἀγγείοις καταγνυμένοις ὀδυρμὸς καὶ πρὸς τοῖς κρουνοῖς τὰ τραύματα. ἡμῖν δὲ διὰ τὸ εἴσω θυρῶν ἑκάστοις εἶναι κρήνην αἰ κοιναὶ πρὸς ἐπίδειξιν ῥέουσι.