Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

κεφάλαιον δὲ τῶν Δάφνης καλῶν, οἶμαι δὲ καὶ τῆς γῆς ἁπάσης αἱ Δάφνης πηγαί. ὡς οὐδαμοῦ ἡ γῆ τοιαύτην ἔτεκε ναμάτων φύσιν οὔτε ἰδεῖν οὔτε χρήσασθαι. Νυμφῶν τινων ταῦτα βασίλεια, καὶ τῆς ἐκείνων δωρεᾶς τὸ καθαρώτα- τον καὶ εἰλικρινέστατον.