Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τί δή μοι τοῦτο βούλεται; καὶ τό γε μηκῦναι τὸν περὶ τῶν στοῶν ὅλως λόγον εἰς τί ποτε αὖ φέρει; δοκεῖ μοι τῶν [*](R 343) ἐν ταῖς | πόλεσι καὶ χαριέστατον εἶναι, προσθείην δ’ ἂν ὅτι καὶ χρησιμώτατον, αἱ σύνοδοι καὶ τὸ ἀνα- μιχθῆναι. καὶ νὴ Δία γε καθαρῶς πόλις, οὗ τοῦτο ἔνεστι πολύ.