Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ὥσπερ γὰρ ἐν ταῖς γεωργίαις τὸ μὲν ὀλίγον γήδιον ῥᾳδίως, οἷον ἐν ζω- [*](14) γράφων | πίναξιν, ἤσκηται, αἰ δὲ τῶν εὐδαιμόνων [*](R 342) ἄρουραι τοῦτο οὐχ ὑπομένουσιν, ἀλλὰ κεχυμέναι δαψι- λῶς τὸ μὲν αὐτῶν εἰσέχει, τὸ δὲ ἐξέχει, οὕτω δὴ καὶ ἐπὶ τῶν πόλεων τὸ μὲν ἐστερημένον μεγέθους εἴκει μιᾷ μορφῇ, τὸ δὲ μεγέθους τυγχάνον κατὰ τὸ συμβὰν ἐκφέρεται.