Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ βασιλεῦσί τε κτῆμα περιμάχητον ἥδε ἡ μοῖρα, καὶ ὅτῳ γέγονεν, οὗτος παρὰ τοῦτο μείζων, πᾶσί τε ἀνθρώποις εἰς ἀκοὴν ἐρχόμενον τοὔνομα χάριν τινὰ κομίζον ἔρχεται καὶ τὰς ψυχὰς ἡδονῆς ὑποπίμπλησιν, [*](R 280) ὥσπερ τῶν ὀνειράτων ὁπόσα κήπων εἰκόσι | τοὺς καθεύδοντας εὐφραίνει.

οὕτω δὲ ἁπάσης τῆς ἑῴας ἐχούσης τὰ πρῶτα εἰς ἡμᾶς ἔρχεται. τοῖς μὲν γὰρ ἄλλοις ἡ χώρα τὸ μὲν δίδωσι, τὸ δὲ οὐ δίδωσιν, ἢ νὴ Δία γε παντοδαπὰ δίδωσι μέν, ὑπερβολαῖς δὲ ὡρῶν τὸ λυπηρὸν οὐκ ἐκπέφευγεν, ἢ διαφεύγει μὲν καὶ τοῦτο, σπάνει δὲ ὑδάτων καὶ τὴν ἄλλην εὐκαιρίαν ἀμβλύνει.

ἡμῖν δὲ πάντα ἀλλήλοις ἐφάμιλλα, ἡ γῆ, τὰ νάματα, [*](3 μοι] μὲν Mor 4 τοῖς BCa γῆς Iacobs lect. 339 | οὐ in οὐρανῷ in ras Ρ5 | καλλίστοις BCa 5 ἥδε] τόδε Gasda μὲν om Mo 6 τοῦθ’ ὃ scripsi praeeunte Morello qui in marg habet ἴσ. τουθ’ ὁ, coll. or. I. p. 99, 14 ἀνίσχει ἥλιος διὰ νεφῶν προσβάλλων τὴν θάλασσαν et II. ἡ 421 = Od. τ 433 ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας τοῦτο libri edd | πρῶτον inser Α2 post ᾦ ponere voluerunt Re et Gasda | ὦι P sed m2 et post ὢ ras unius litterae (ut videtur ν) delevi | σ in προσβάλλει inser P5M2B2 7 δὲ MBMoCa, fortasse recte | χρῆμα Μο 8 verba πᾶσί τε — 12 εὐφραίνει citat Plan fol. 103 | δὲ Ca 10 κομίζων Μο | μ in ὑποπίμπλησιν in ras A, inser ΜΡ2 ὑποπίπλησιν C 12 ἴω MoCa | ἔω ἀνεχούσης Mor, γρ ἐξεχούσης in marg 14 τὰ (bis) MoCa 15 ὑπερβολὴ MoCa | ὁρῶν Μο)

443
τῶν ὡρῶν ἡ κρᾶσις. γῆ τοίνυν ἡ μὲν ὑπτία τοῖς πελάγεσι παρισουμένη, βαθεῖα καὶ πίειρα καὶ μαλακή, ῥᾳδίως μὲν ἀρότροις εἴκουσα, γεωργῶν δὲ ἐπιθυμίας ἐπιεικῶς ὑπερβαίνουσα, ὁμοίως μὲν ἀγαθὴ σπείρειν, ὁμοίως δὲ ἀγαθὴ φυτεύειν καὶ πρὸς ἐκατέρων τὰς γονὰς εὖ ἡρμοσμένη, δένδρα μὲν ὑψηλὰ μεθ’ ὥρας παρεχομένη, τοὺς δὲ ἀστάχυς τῶν παρ’ ἄλλοις δένδρων ὑψηλοτέρους, τοὺς δὲ καρποὺς εἰς πλῆθος, τὸ δὲ λος ὑπὲρ τὸ πλῆθος.

ἄπεστι δὲ οὐδὲν ὃ παρεῖναι βέλτιον, ἀλλ’ ἄν τε τὸν Διόνυσον εἴπῃς, πολὺς παρ’ ἡμῖν βακχεύει, ἄν τε τὴν Ἀθηνᾶν, τῷ φυτῷ αὐτῆς ἡ γῆ κομᾷ· ὥστε πολὺς μὲν οἶνος εἰς τοὺς ὁμόρους ἐν- θένδε ῥεῖ, πολλῷ δὲ ἔτι πλέον ἔλαιον ἐν ὁλκάσιν ἄγεται πανταχοῖ.

Δημήτηρ δὲ οὕτω δή τι τὴν ἡμετέραν ἠγάπησε μᾶλλον ἢ Σικελίαν, ὥστε Ἥφαιστος μὲν ἐπὶ τῆς ἀσπίδος χρυσῆν ἄρουραν ἐποίησεν, ἡ δὲ μοῖραν ἡμῖν τῆς γῆς οὐ|μικρὰν χρυσῷ προσόμοιον ἐποίησε [*](R 281) τῇ τε χρόᾳ καὶ ἅμα ὁ καρπός, οἷος οὐκ ἄλλοθεν, καὶ τὸ δῶρον ξανθῆς ὄντως θεοῦ.

ὄρη δὲ ἡμῖν τὰ μὲν ἐν τῇ χώρᾳ, τὰ δ’ αὖ περὶ τὴν χώραν, τὰ μὲν τὴν [*](14 Schol. Theocr. I 65 16 Il. σ 549 19 Il. ἑ 500) [*](1 ὁρῶν Mo 2 πελάγεσιν ἐξισουμένη MoCa 3 ἡδέως Mo et γρ Ca in marg 5 δὲ] μὲν Μο 6 μετ’ ὀπώρας M Schmidt Philol. XII 292 7 verba τοὺς δὲ — 9 πλῆθος citat Plan fol. 103 7 δένδρον Μο 8 τὸ — 9 πλῆθος Α2 in marg delere vult Gasda | ἄπεστιν οὐδὲν MoCa 10 εἴπόις Ca εἴποις Μο | παρ’ om M 11 ταύτης UIMBMoCa 12 ἐνθένδε corr ex ἐνθεντε Ρ2 14 πανταχῆ UIM πανταχοῦ BMoCa | δήμητρα MoCa | τοι BMCa 16 ἐποίησεν Ρ sed ν in ras m2 om BMoCa | ἡ δὲ in ras P2 16 μοῖραν — 18 τῇ τε infra textum add Ρ2 17 ἐποίησεν ἥ τε γὰρ χρόα Re Anim 18 ἄλλοθεν corr in ἄλλοθι P2I2 | καὶ τὸ] ἐστὶ ἐστὶ vel καλεῖται? 19 οὕτω Μο)

444
πεδιάδα τέμνοντα, τὰ δ’ εὐρέα τὴν εἴσοδον, τὰ δὲ πρὸς τοῖς τέρμασι περικλείοντα. τούτων δὲ τὰ μὲν τῷ σχή- ματι διέστηκε τῆς ὑπτίας εἰς ὕψος ἠρμένα, τὰ δὲ τῷ εὔγεῳ ἁμιλλᾶται τοῖς κάτω, καὶ οὐκ ἐν ἀτιμοτέροις γεωργοὶ πονοῦσι ζεύγη περὶ τὰς κορυφὰς ἐλαύνοντες, ἀλλ’ ὅσα μὲν ἡ ἄπεδος ἀλλαχοῦ τρέφει μόνη, ταῦτα παρ’ ἡμῖν καὶ τὰ ὄρη γεννᾷ, ὅσα δὲ τῶν ὀρῶν ἐστιν ἀλλαχοῦ δοῦναι μόνων, ταῦτα παρ’ ἡμῖν καὶ παρὰ τῶν πεδίων τίκτεται.

οὐ γὰρ διῄρηται τὸ μὲν εἰς φυ- τῶν αὔξησιν, τὸ δὲ εἰς σπερμάτων ὑποδοχήν, ἀλλ’ ἴδοις ἂν ἐν τοῖς αὐτοῖς δένδρα τε ἀναδραμόντα καὶ ὑπὸ | [*](R 282) τοῖς δένδρεσι λήια θάλλοντα, μᾶλλον δὲ καὶ μεμε- ρισμένως ταῦτα δείκνυσι καὶ κατὰ σύνοδον φέρει. τουτὶ μὲν <γὰρ> τῆς γῆς πολύπυρον, τουτὶ δὲ νότατον, τουτὶ δὲ πάντα συνείληφε.

καὶ τὸ τὰ ὄρη μὴ λείπεσθαι τῶν πεδίων εἰς γονὰς οὐ δίδωσι χώραν λιμῷ ῥᾳδίως συμβῆναι. ἐν γὰρ ταῖς τῶν ὡρῶν ἀταξίαις οὐχ ἡ αὐτὴ κατ’ ἀμφοτέρων βλάβη. τὸ γὰρ ἐνδεέστερον πρὸς τὰ κάτω τοῦτο πολλάκις πρὸς τὰ μετέωρα μέτριον καὶ τὸ ’κείνοις ἐπιζήμιον πολλάκις [*](1 τὰ — εἴσοδον inserui ex A2 ευ et α in εὐρέα rasuram passa sunt) P2 (partim in rasura sex litterarum antecedentium μνοντα, partim in marg) UI in quo tamen puncta superposita sunt, om reliqui libri edd cf. Her. III 117 3 τῆς in ras Ρ2 | τῷ δ’ εὔγεω Μο Re 4 εὐγαίω U εὐγέω reliqui libri et Re 6 ἄπεδος scripsi e C auctoribus Re Anim et Gasda εὔπε- δος ΑΡ2 (supra ἔμπεδος) Ι sed υ in rasura paulo maiore) et Mor ἔμπεδος U πεδιάς BMMoCa 7 καὶ — 9 τίκτεται partim in rasura 22 fere litterarum partim in marg P3 7 καὶ om MoCa 8 μόνον UBMCa | ταῦτα παρ’ ἡμῖν καὶ om Mor 10 ς in ras ἴδοις in ras P2 11 ἐν in ras I2 ἐπὶ καὶ om Mor | παρὰ Ca 14 γὰρ inserui auctore Re | δὲ om Μο | πολυοινότερον MoCa 20 ἐκείνοις UBMMoCaI sed in hoc ἑ erasum 20 ἐπιζήμιον — 445, 1 διαφεύγει C2 in marg in ras ἐπικείμενον Mor)

445
διαφεύγει τὰ κάτω, ὥστ’ ἐπ’ ἀσφαλοῦς ἐξεῖναι τὰ πολλὰ βιοτεύειν ἢ πάσης εὐθηνούσης ἢ πάντως γε τῶν ρων.

τῶν δὲ ὀρῶν ὁπόσα οὐ κάρπιμα τὴν φύσιν, ἑτέρωθι συντελεῖ. τὰ μὲν γὰρ ταῖς λιθοτομίαις ἵστησι τῇ πόλει τοὺς τοίχους, τὰ δὲ ταῖς ὕλαις ἐρέπτει τε καὶ τἄλλα συνεργάζεται καὶ χωρὶς τούτων σιτοποιοῖς τε καὶ λουτροῖς παρέχει τὸ πῦρ, ὅθεν περιεῖναί τε καὶ τρυφᾶν ὑπάρχει.

ποίμνιά τε καὶ αἰπόλια τῶν βοσκημάτων εἰς τὴν ἀνθρώπου τροφὴν τελεῖ, καὶ οὐδέν, ὥσπερ ἐν τοῖς πεπηρωμένοις σώμασιν, ἀργὸν ἔρριπται τῆς χώρας, ἀλλὰ τὰ μὲν ἀμείβεται τοὺς πόνους πρεπῶς, τὰ δ’ ἄνευ πόνων δωροφορεῖ.

27. Ποτάμους τοίνυν ὁπόσοι διαρρέουσι τὴν γῆν, τίς ὄν ἐξαριθμήσειε τοὺς μὲν μείζους, τοὺς δὲ ἐλάττους, καὶ τοὺς μὲν ἀενάους, τοὺς δὲ τοῦ χειμῶνος ἐκγόνους, πάντας δὲ ὁμοίως χρησίμους, | τοὺς μὲν ἐκ τῶν ὀρῶν [*](R 283) ὁρμωμένους, τοὺς δὲ ἐκ τῶν πεδίων ἀνίσχοντας, τοὺς μὲν εἰς ἀλλήλους ἐμβάλλοντας, τοὺς δὲ εἰς λίμνην ἰόντας, τοὺς δὲ εἰς θάλατταν στείχοντας;

[*](15 Hes. op. 737)[*](1 ταπολλὰ ΒΜΜο 2 ἑ alterum in εὐθενούσης in ras I2 εὐθυνούσης MoCa 3 ὁρῶν BMo et in ὀρῶν corr Ρ2 | τὴν φύσιν οὐ κάρπιμα Μο 4 ἑτέρωθεν Mor ἑτέρωσε Gasda at cf. § 28 p. 446, 3 ἐνταῦθα 5 τὰ τείχη coni Mor | ἐρέπτει citat Plan fol. 103 ἐρέπτει τε I sed supra εἰ circumflex. eras et m2 gravis supra τε 6 γ in συνεργάζεται in ras Ρ2 7 λουτροῖς A sed λουτ in ras m2, P sed ὒ in ras m4 λοετροῖς C et Mor | τε om Mor 9 ἐς Μο | συντελεῖ BCa 10 ὥσπερ om B 12 δωροφορεῖ e δορυφορεῖ corr Cs 13 περὶ ποταμῶν titulus CB in marg 15 ἀεννάους Α sed prius ν erasum, Ρ sed m3 corr in ἀενάους, UICa Re 16 ὁ in ὀρῶν in ras P2 18 ἐμβαλ in ἐμβάλλοντας in ras P2 ἐμβάντας Mor | ν in λίμνην inser Mo2 19 δ’ Re | θάλασσαν Μ)
446

28. Αἵ γε μὴν πηγαὶ καὶ τὸ τούτων ἄφθονον ἡμέ- τερον ἀκριβῶς γνώρισμα, καὶ οὐδεὶς οὕτω θρασὺς οὐδὲ ἐπὶ Νύμφαις μεγαλοφρονῶν, ὅστις ἂν ὡς ἴσον ἐνταῦθα ἔχων παρρησιάσαιτο.

29. Ὑπὲρ δὴ τοιαύτης τῆς ἡμετέρας γῆς αἰ Ὧραι χορεύουσιν ἐμμελῶς οὐ διαφθείρουσαι τὴν ἀπὸ ταύτης χάριν τῷ παρὰ σφῶν ἀηδεῖ· οὔτε γὰρ ὁ χειμὼν ὑπὸ πλεονεξίας ἐπιλαμβάνει τὸν τοῦ ἦρος χρόνον μεθαρ- μόττων εἰς αὑτὸν τὴν ἐκείνου τέρψιν οὔτε τὸ θέρος ταὐτὰ ποιοῦν ἐκτείνεται πρὸς τὸν χειμῶνα τὴν αὑτοῦ τε κἀκείνου μέσην ὥραν ἐκβάλλον, ἀλλ’ ἑκάστη τε ἐν ὅροις μένει καὶ τοῦ ἔτους ἴσον ἀποτέμνεται μέτρον καὶ τῆς δευτέρας προσιούσης ἐξίσταται. καὶ τὸ μέγιστον, αἰ γὰρ ἐκ τῶν ὑπερβολῶν ἀνιαραὶ τοῖς σώμασιν, ἡ μὲν τοῦ ψύχους, ἡ δὲ τοῦ θάλπους τὸ ὑπερβάλλον δεῦρο κολάζουσαι ταῖς ἡμερωτέραις ἐοικέναι βούλονται.