Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

γνοίη δ’ ἄν τις τοῦ δήμου τὸν τρόπον, εἰ τὴν ἐξέτασιν ἀπ’ αὐτῶν ποιοῖτο τῶν δυσχερῶν. ἃ γὰρ ᾐτιάθη, ταῦτα αὐτοῦ τὴν ἐπιείκειαν ἐμφαίνει, καὶ τὸ ἔγκλημα αὐτῷ τὰ τῶν ἐγκωμίων δύνα- τᾶι. ἐπειδὴ γὰρ πόλιν οὖσαν ἔδει τι καὶ ὑπομεῖναι τῶν ἐνοχλούντων τὴν γῆν, τὴν τοῦ μὴ κωλύσαι τὸ συμβάν, οὐ τὴν τοῦ δεδρακέναι τι δεινὸν μέμψιν ἐδέ- ξατο.