Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
πρῶτον μὲν γὰρ γυνή τέ ἐστιν ἑκάστῳ καὶ παῖδες καὶ ἡ κατ’ οἶκον κατασκευή· ταῦτα δὲ εὐλά- βειαν παιδεύειν δύναται καὶ τὸ τὴν ἡσυχίαν διώκειν, ὥσπερ οἷς οὐδὲν τούτων ἐστί, στάσεις τε ὀξεῖς ἐμβαλεῖν καὶ ξιφῶν ἅψασθαι καὶ τέρψιν ποιήσασθαι τὸ φθειρόμε- νον καὶ συμφορὰν ὅτῳ τύχοιεν προσβαλόντες ἐπ’ ἄλλον ἀποδραμεῖν, ὅ πολλὰ μὲν κατ’ Αἴγυπτον, πολλὰ δὲ ἐν Ἰταλίᾳ τολμᾶται τῶν μὲν ἅπαν ῥῆμα θορύβου μένων πρόφασιν, τῶν δὲ ἐν ταῖς τῆς βουλῆς ἀκαιρίαις [*](R 322) τρυφώντων.