Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

πρὸς τοσοῦτον δὲ ἥκει τὸ σύστημα σεμνότητος, ὥσθ’ ὁμοῦ τε ἐφάνη καὶ παρὰ τῶν ὑπάρχων ὅ τι βούλεται διαπέπρακται. καὶ τῷ δόντι μέγιστον εἰς ἡδονὴν τὸ δεδωκέναι· χρηστούς τε γὰρ εὖ ποιῶν οἶδε καὶ δεινοὺς εἰπεῖν, ὧν τὸ μὲν πείθει μεμνῆσθαι τῆς χάριτος, τὸ δὲ παρέχει πρὸς ἀξίαν ὑμνεῖν.