Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἡ δὲ δεινότης ἥδε τοὺς ἄρχοντας ἐπαναγκάζει τοὔνομα | βεβαιοῦν, [*](R 318) ἀλλ’ οὐκ εἰς τυράννων μίμησιν ἐκβαίνειν. τί δὲ τοῦτό ἐστιν; οὗ μὲν ἀμαθὴς ἡ βουλὴ, κἂν πάνυ ζάχρυσος ᾖ, μετὰ ἀφωνίας, τοῖς μὲν ἄρχουσιν ὑβρίσαι πρόχειρον, τοῖς δὲ φέρειν ἀνάγκη σιγῇ. οἱ γὰρ οὐκ ἔχοντες λόγῳ τῶν δικαίων τυγχάνειν, ἀδικεῖσθαι πρόκεινται, καὶ τοὔνομα μὲν αὐτοῖς βουλή , δούλων δὲ τὰ πάθη.