Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τοιγαροῦν ἀντὶ ταύτης τῆς διανοίας τοιαύτης ἀπέλαυσε τῆς τῶν ἡγε- μόνων προνοίας, ὥστε γένει μόνον ἔδοξε μεταβεβλῆσθαι τὸ τῆς ἀρχῆς· ὡς ἥ γε τῶν | ἀγαθῶν φορὰ δι᾿ ἴσου [*](R 314) παρῆν, καθάπερ οὐχ ἑτέρων μὲν κτισάντων τὴν πόλιν, ἑτέρων δὲ παρειληφότων, ἀλλὰ Ῥωμαίων ἃ τὸ πρῶτον ἐποίησαν ἐχόντων καὶ τὴν ἀναγκαίαν εὔνοιαν πρὸς τὰ αὑτῶν ἔργα σωζόντων. οὕτως αὐτοῖς τήν τε ὑπάρ- χουσαν ἀξίωσιν ἐτήρησαν καὶ ὅση παρ’ αὐτοῖς νενό- μισται προσέθεσαν καὶ τὸ μητρόπολιν εἶναι τῆς Ἀσίας οὐκ ἀπεστέρησαν.

131. Πρὸς μὲν οὖν τοὺς οἰομένους οὐ πάλαι τὴν πόλιν ἡμῖν ἐν λόγῳ καθεστάναι ταῦτα εἰρήσθω· πρὸς δὲ τοὺς ἀπὸ λαμπροῦ σχήματος κατενεχθῆναι τὰ παρ- [*](2 ἐνθένδε I sed εν ex α corr m2 3 εός in θεός in ras I2 3 τῆ δὲ — 4 ἐζώννυ citat Plan fol. 99 3 ῥωμαίων ἀρχὴ Plan 4 ἐζώννυ ὁ θεός Plan 7 μεμαχημένην scripsi e Ρ (sed ν erasum) Μ (sed ν in ras e σ, ut videtur, corr) μεμα- χημένης CAIBMoCa Mor μεμαχημένοις 17 U Re, qui etiam μεμα- χημένῃ coniecit | τούτοις — προσέθετο citat Plan fol. 99 8 ἅπαντα Ca 10 ἀπήλαυσε MCa 12 δι’ ἴσων Re Anim ἐξ ἐσοῦ Cobet Mnem. V 108 (Coll. 104) 13 παρῆν scripsi cum Re et Cobeto 1. 1. περ ἦν libri edd 14 τοπρῶτον PMB 15 ν in εὔνοιαν in ras Ρ4 εὔροιαν Α 16 αὑτῶν ex αὐτῶν corr Ι2 αὐτῶν UBMCa 17 ὅση παρ’] num ὅσηπερ?)

480
ὄντα δεικνύσθω, φθόνος δὲ μὴ βάλοι τὸν λόγον. αἱ μὲν γάρ, ὥσπερ στρατιῶται γεγηρακότες, τὰ παλαιὰ σφῶν αὐτῶν ᾄδουσαι τοῖς παροῦσι στένουσιν, ἡμῖν δὲ ἐφάμιλλα τοῖς ᾀδομένοις τὰ ὁρώμενα, καὶ οὐ διηγή- σασθαι μᾶλλον ἔστιν ἢ δεῖξαι.

132. Σκοπείτω δέ τις, ὥσπερ ἐν μουσικῇ, τὴν πόλιν εἰ διὰ πάντων ἥρμοσται, ἢ νὴ Δία, ὥσπερ ἄγαλμά τι [*](R 315) τῶν ὀνομαστῶν, εἰ μὴ τὸ δέον ἐξ | ἡμισείας, ἀλλ’ ὡς ἔνι μάλιστα τελεώτατα παρέχεται.

133. Καὶ πρῶτον μὲν τὴν βουλὴν σκοπῶμεν, ἐπειδὴ καὶ τὸ πᾶν σχῆμα τῆς πόλεως, <ἐπὶ ταύτης> ἐπί τινος ῥίζης, ἔστηκε. μόνη τοίνυν αὕτη μεγίστη τῶν ἁπανταχοῦ καὶ ἀρίστη, πατέρας καὶ πάππους καὶ ἐπι- πάππους καὶ ἔτι περαιτέρω τῆς αὐτῆς τάξεως κατα- λέγειν ἔχοντες, διδασκάλοις τῆς εἰς τὴν πόλιν εὐνοίας τοῖς γονεῦσι κεχρημένοι, μετὰ τῆς οὐσίας ἕκαστος παρει- ληφώς, ὅτι χρὴ τὴν οὐσίαν τῷ κοινῷ κεκτῆσθαι.