Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ὁ μέν τις Μίνωος | ἱερὸν ἐποίησεν, [*](R 312) ὁ δὲ Δήμητρος, ἄλλος Ἡρακλέους, ἕτερος ἑτέρου, καὶ τῷ μὲν ἐδημιουργεῖτο θέατρον, τῷ δὲ βουλευτήριον, ὁ δὲ ὁδοὺς ἐλέαινεν, οἱ δὲ τὰ Νυμφῶν ὀχετοῖς ἐκόμιζον, οἱ μὲν ἐκ προαστείων εἰς τὴν πόλιν, οἱ δὲ εἰς τὸ νεώτερον μέρος ἐκ τῶν πηγῶν, αἷς ἡ παλαιτέρα βρύει, νεώς τε ἐπὶ νεῷ κατεσκευάζετο καὶ τὸ πλεῖστον ἦν τῆς πόλεως ἐν τοῖς ἱεροῖς· τὸ γὰρ αὐτό, κόσμος τε τῇ πόλει καὶ φυλακή, τῶν θεῶν τὰ ἀνάκτορα.