Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οὐ μὴν ὥσπερ ἐπὶ ταύτῃ πολλὰς ᾤκι- σεν, οὕτως ἔστιν εἰπεῖν, ὡς πρὸ ταύτης ἑτέραν ἔθετο, ἀλλ’ αὐτός τε ἐνταῦθα τὸ σκῆπτρον ἱδρύσατο καὶ ταύτῃ κατὰ τῶν ἄλλων τὸ ἴσον ἔδωκεν, ὥσπερ θεραπαίνας αὐτῇ τὰς ἄλλας οἰκοδομούμενος καὶ βασιλείοις πρεπω- δεστέραν ἑτέραν οὐχ ὁρῶν.
105. Ἐν τοιούτοις τοίνυν ἔργοις καὶ βιοὺς καὶ τελευτήσας οὐκ εἰς φαυλοτέρους τὸν κλῆρον παρέπεμ- ψεν, ἀλλ’ ἀγαθοί τε ἐξ ἀγαθῶν πάντες ἔφυσαν καὶ ζηλοῦντες ἀεὶ παῖδες πατέρας τῇ τε ἄλλῃ καὶ τῷ πρὸς τὴν πόλιν ἔρωτι διεδείχθησαν.