Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
437
Ἀμφοτέροις ἄν τις εἰκότως ἐπιτιμήσειεν, ἐμοί τε [*](R 275) τῷ ζῶντι περὶ τοὺς λόγους καὶ τοῖς ἀκροωμένοις ὑμῖν· ὑμῖν μέν, εἰ τὴν ἡμετέραν δύναμιν ἐν ταῖς ἄλλαις ὑποθέσεσιν ὡς ἥδιστα ὁρῶντες καὶ παρακαλοῦντές γε ἐπ’ ἐνίας αὐτῶν ἒν τοῦτο οὐκ ἐπετάξατε, κοσμῆσαι λόγῳ τὴν πόλιν, ἐμοὶ δέ, εἰ πλεῖστα δὴ τῶν νῦν ὄντων συγγράμματα πεποιηκὼς καὶ τοὺς μὲν ἐπαινέσας, τοῖς δὲ συμβουλεύσας, οὐκ ὀλίγα δὲ ἠγωνισμένος ἐν πλά- σμασιν εἴς γε τὸν τῆς ἐνεγκούσης ἔπαινον ἄφωνος γέγονα.