Oratio 1

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 1: Orationes I-V. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

τῶν δ’ εἴ τις ἤρετο ὁντινοῦν, ὅτῳ μεγίστῳ καλλωπίζοιτο ἡ πόλις, τὰς ἐμὰς ἦν ἐν αὐτῇ διατριβὰς ἀκοῦσαι. ἐκείνη γὰρ αὖ ἡ πρὸς τοσοῦτον ἥκουσα με- γέθους τε καὶ κάλλους τῶν τε ἄλλων ἀγαθῶν, ὅσα γῆ τε καὶ θάλασσα δίδωσιν, οὐδενὸς ἂν ἐν μνήμῃ μεγαλαυχίας πρὸ τῶν ἐμῶν ἐμνημόνευσεν, ἐπεὶ καὶ πρὸς τὴν εὐδαιμονίαν | τῆς πλησίον πόλεως τοῦτο [*](R 39) ἀντεξῆγεν, ὡς ἡ μὲν εὐθηνοῖτο θεάτρων ἡδοναῖς, αὐτὴ δὲ φορᾷ παιδείας καὶ ὡς ἡ μὲν οὐδὲ φυλάξαι παρὸν εἰδείη καλόν, αὐτὴ δὲ καὶ ἀπὸν κτήσασθαι.

ἐγὼ δὲ ἐῴκειν ἀνδρὶ κατακεκλιμένῳ πρὸς πηγαῖς τε διαφανῶν ὑδάτων καὶ ὑπὸ δένδρων παντοίας ὑπερ- αιωρούντων χάριτας, ἐστεφανωμένῳ τε καὶ συνεχῶς εὐωχουμένῳ κατὰ τὸν Αἰγύπτιον ἐκεῖνον, ὃς ἐσοφίσατο μακρὸν αὑτῷ τὸν βραχὺν γενέσθαι χρόνον. ἐποίει δέ μοι τὰς ἡδονὰς οὐ τὸ ἐσθίειν καὶ πίνειν, τὸ δὲ τὰ τῶν λόγων εὖ καὶ καλῶς χωρεῖν καὶ τὸ τὰς Ἀθήνας τῆς Βιθυνίας καταβοᾶν, ὥσπερ γεωργοὶ γεωργῶν ῥύακος ἀρχαίου κωλυθέντος ᾗ πρότερον ῥεῖν. οὕτω τὸν ἐκεῖσε [*](1 Plat. Ion. 536 Α 10 Dem. de fals. leg. p. 413, 9 16 Μυκερῖνον Her. II 133 20 01 01 Cf. Hermog. de inv. II 2 (Rh. gr. III 83 sq. W)) [*](3 τῶν] fortasse praeferendum πολιτῶν 4 τὰς ἐν αὐτὴ ἂν ἐμὰς Β | ἦν scripsi ἂν libri et edd 5 ἀκούσαι V 8 ἐμνη- μόνευεν | 9 τοῦτ’ V 10 η in εὐθηνοῖτο in ras Cf εὐθένοῖτο Ρ 11 δὲ om L 12 αὕτη V 13 κατακεκριμένῳ CPB Ferr κατακεκρυμμένῳ L Mor 14 τε inserui e BVL 17 μακρὸν e μακρὰν corr C2 | αὑτῷ scripsi αὐτῷ libri et edd 18 τὰ om L 21 ἀρχαίου] ἑτέρου Ferr)

110
δρόμον τῶν νέων παλαιόν τε καὶ ἐξ ὅσουπερ ἐμπορία λόγων, ἥδε ἔστησέ τε ἡ γῆ παρ’ αὑτῇ καὶ ἔπεισε μὴ πόρρωθεν πονηρὰ λαμβάνειν ἐξὸν ἐγγύθεν ἀμείνω.

καὶ μὴν ὅ γε ἀνὴρ ἐκεῖνος ὁ Ἡρακλεώτης σωροὺς ἐφ’ ἁμάξης ἧκεν ἄγων βιβλίων, ποιῶν με οἷς ἐβουλόμην [*](R 40) πλούσιον· ἐπεὶ εἰ γῆν τε καὶ | ὁλκάδας καὶ συνοικίας ἐδίδου, δοκῶ μοι τὸν ἄνθρωπον ἂν ἐπαινέσας αὐτὸν κελεῦσαι ἔχειν. οἷόν τι καὶ πρὸς ἐκεῖνον ἐποίησα τὸν ἐπὶ δεῖπνόν τε ἅμα καὶ αὐτὴν τὴν θυγατέρα καλοῦντα μόνην ἐν μεγάλοις αὐτῷ τρεφομένην χρήμασι, τὴν μὲν γνώμην ἐπαινέσας, κελεύσας δὲ ζητεῖν νυμφίον, ὡς ἔμοιγε οὔσης ἀντὶ γυναικὸς τῆς τέχνης.

περὶ ἧς οὕτω τὴν ἔνθεον ἐμεμήνει μανίαν ἡ Νικομήδους πόλις, ὥστε ἤδη με κἀν ταῖς, θερμαῖς κολυμβήθραις τἀν τῷ διδασκαλείῳ ποιεῖν καὶ μηδὲ ταῦτα ἔξω τοῦ νόμου τοῖς ἰδιώταις εἶναι δοκεῖν. οὕτως ἡμῖν ἅπασα ἡ πόλις καθειστήκει μούσειον· οἵ γε καὶ τοὺς γους παραλαμβάνοντες, τἄλλα ἐκβάλλοντες ᾄσματα, ᾄδοντες πανταχοῦ διετέλουν.

ἡ μεγίστη δὲ τῶν εἰς εὐφροσύνην ἀφορμὴ τὸ σαφεῖς κεκτῆσθαι φίλους, ὧν οὐδὲν ὅ,τι οὐ λείπεσθαι τῶν δοκούντων ἀγαθῶν ὁ Εὐριπίδης φησίν, εἰδώς, ὅτι οὗτοι οἱ σαφεῖς οὐκ [*](4 Κρισπῖνος p. 96, 7 22 Eur. Or. 1155 sq. cf. IV 861, 26. ep. 487) [*](18 ἤτοι ἀπορρίπτοντες V) [*](1 ὅσου L αὐτῇ 5 μὲν L 6 εἰ εἰσ corr C 9 ἐμέ τε ἅμα Gasda 10 αὑτῷ Mor Re | τῆς τῆς γνώμης V et Gasda 12 ἐμοί γε PBV 14 κἂν CP Mor Re 15 τ’ ἂν CPV Mor Re | μηδ’ ἐνταῦθα Re Anim 19 δὴ libri Ferr et γρ Mor in Marg 20 κε in κεκτῆσθαι in ras P4 21 ὃτι οῦν L ὁτιοῦν Μοr)

111
οὐσίας μόνον ἀποσταῖεν ἂν ὑπὲρ τῶν ἐπιτηδείων, ἀλλὰ κἂν ἀποθάνοιεν, ὧν δὴ γενέσθαι καὶ τὸν τῆς Θέτιδος υἱόν, ὅς ἐπρίατο τῆς ψυχῆς τὴν ὑπὲρ τοῦ Πατρόκλου δίκην. ταύτης οὐδέν τι νωθροτέρας ταῦθα ἐκτησάμην φιλίας.

ὧν εἰ τὴν Ἀρι·σταινέτου | φαίην ὑπερφέρειν φιλίαν, οὐδένα ἂν νεμεσῆσαί μοι [*](R 41) δοκῶ τῶν τιθεμένων δευτέρων· ᾦ μοι καὶ ἡ μήτηρ καὶ εἴ τῳ ἄλλῳ λύπην ἐνεποίουν ἀπών, εἰκότως ἂν ἐγκαλοῖ. ἐκεῖνος γὰρ δὴ καὶ τὰ τοῦ ’κείνου τρόπου φάρμακα τῶν γλυκέων τούτων ἐφάνη γλυκύτερα.

Καίτοι τίς φιλομήτωρ μᾶλλον ἐμοῦ; τεκμηρίῳ δὲ μεγάλῳ τοῦτο ἀποδεικνύσθω. γῆν οὖσάν μοι πατρῴαν ἀπέδοτο, ὁ δὲ ἐωνημένος ἐπ’ Ἰταλίας πορευόμενος δείσας, μὴ παρακαλέσας ὕστερον τὴν συμμαχίαν τῶν νόμων ἢ ζώσης τῆς μητρὸς ἢ οἰχομένης ἐπιστρατεύσω τῇ πράσει, λύειν ἤδη ταύτην ἢ βεβαιοῦν ἐδεῖτο. ἠρόμην οὖν, εἰ αὐτὸς ἐν τοῖς πεπραμένοις εἴην, ὡς οὐδὲ τούτῳ μαχούμενος· καὶ ὃς τὸ βιβλίον προὔτεινεν, ὡς προσλάβοι ταυτησὶ τῆς χειρὸς γράμματα, καὶ ἡ μὲν ἔγραφεν, ὁ δὲ οἷς ἐώρα διηπίστει.

δεινὰ δὴ δο- [*](2 II. σ 90 sq.) [*](2 ἐπαποθάνοιεν MSchmidt Philol. X 614 | δεῖ L 4 τοι L | νωθροτέραν V 5 φιλίαν V 7 ᾦ μοι μοι uncis inclusit eius- que loco scholion quod est in Β et Ferr in marg τῷ Ἀρισται- νέτῳ ἂν αἰτιάσαιτό τις δικαίως, φησί, τοῦ ἀπεῖναι ἐμὲ καὶ μη- τρὸς καὶ τῶν ἐπιτηδείων. ἡ ἐκείνου γάρ, φησι, φιλία τούτων οὖσα ἰσχυροτέρα λήθην ἐκείνων ἐνέβαλε τῇ ἐμῇ ψυχῇ, ut ipse ait, e codice Romano in textu posuit Mor. expulerunt Valesius ad Ammian. Marc. XVII 7, 6 et Re ᾦ] ὅγ 8 ἐνεποίει L 18 μήτηρ ante ἀπέδοτο Ferr in marg, uncis inclusit Mor, reti- nedum censuit Re | Ἰταλίαν VL 17 πεπραγμένοις L 19 προσλάβῃ V sed οι supra η r 20 δεινὰ δὲ δὴ L)

112
[*](R 42) κῶν ἐμαυτῷ | δρᾶν, εἰ τὴν οὕτω στεργομένην μὴ συνὼν γηροτροφοίην, ὁπότε ἀκούοιμι φθεγγομένου τοῦ φίλου, δεσμὸς τοῦτο ἦν, ὥστε καὶ ἡνίκα δεῦρ’ ἐπανῄειν, ἐπὶ μόναις ταῖς παρ’ ἐκείνου τοῦτο ἐπράττετο ἀνάγκαις ἀπειλοῦντος ἦ μὴν χείρω με, εἰ τούτῳ ἀτιμάσαιμι τὸ δίκαιον, νομιεῖν.

60. Πλείοσι τοίνυν καὶ μείζοσιν ἀγαθοῖς τὰ δυσ- χερέστερα ἠφάνιζεν ἡ Τύχη, καὶ ἡ λύπη μικρὰ διὰ τὸ πλῆθος ἦν τῶν ἡδονῶν, μᾶλλον δὲ οὐδὲν τοσοῦτον, ὁπόσον καὶ ἀνιᾶσαι δύνασθαι, ὥσπερ αὖ καὶ τοῖς ἀρι- στεύουσιν ἃ πλήττονται κοῦφα διὰ μέγεθος ὧν δρῶσι. λεγέσθω οὖν καὶ τὰ χείρω· τῇδε γὰρ ἂν καθαρώτερον φανείη τὰ βελτίω δεικνυμένων τῶν ὑπ’ αὐτῶν νενι- κημένων.

61. Ὁ μὲν δὴ παῖς ἄνηβος ἐλπίσιν ἀπατηθεὶς ὑπὸ τῶν οὓς ἀναπείθουσιν ἀποκτιννύντων πεντακοσίους τε καὶ χιλίους ὑφελόμενος στατῆρας ᾤχετο, ὡς εἰκός, ἀποθανούμενος μέλλοντός μοι δέξεσθαι τοῦ ἄρχοντος [*](R 43) λόγον, καὶ | ἐπεδεικνύμην κινούμενος τὰ εἰωθότα τῶν ἀκροατῶν τῇ κλοπῇ τεταραγμένων, ὥστε εἶναί μοι πλοῦν τὸ θαῦμα, τὸ μὲν ὡς λέγειν ἐπισταμένῳ, τὸ δὲ ὡς τὰ τοιαῦτα φέρειν· καὶ τρίτον γε ἕτερον προσεγε- γόνει διωθουμένου μου τὸν ἠθροισμένον ἐκ τῶν πό- [*](1 ἐμαυτὸν L 2 γηροτροφείην corr. in γηρωτροφοίην L2 | ὁπότ’ L ἀλλ᾿ ὁπότε Re Anim ὁπότε δὲ Gasda 3 δεῦρο CP Mor Re 5 ἢ Ferr ᾖ MorRe | μὴ Ferr | τούτῳ scripsi τοῦτο libri et edd 7 Πλείοσι τοίνυν L in marg | δυσχερέ- στατα Β Mor Re 9 οὐδὲ Gasda 10 ἀνιᾶσαι supra ἀνιᾶ- σθαι Par (Gasda I 16) et coni Re ἀνιᾶσθαι reliqui libri et edd 12 λεγέσθω — χείρω οm Β 15 Ὁ] ὡς L | μὲν ἐμὸς δὴ Ferr in marg Mor)

113
λέων ἄργυρον παριόντα τὸν ἐξεληλυθότα χρυσὸν θε- ραπεύειν πειρωμένων τοῖς παρὰ σφῶν τὴν βλάβην.

Ταυτὶ μὲν ἀφείσθω τὴν ζημίαν ἔχοντα ἐν χρή- μασιν, ὅ δὴ διαπτύσειεν ἂν ἀνὴρ ἐλεύθερος. ἀλλ’ ἐνόσει μὲν ἡ γυνὴ τῷ σοφιστῇ τὰς φρένας, ὁ δὲ οὐ βουλόμενος ταῦτ’ εἶναι τῆς τοῦ σώματος πονηρίας ἐπ’ ἐμέ τε ἦγε τὴν αἰτίαν καὶ κακοῖς ἑπόμενος μασι βιβλογράφον καὶ αὐτὸς εἷλκε καὶ οἰχομένης δὴ τῆς γυναικὸς ἀπὸ τοῦ τάφου μετὰ δακρύων εἰς τὸ δικαστήριον ἐλθὼν κατήγορος μὲν κατὰ τοὺς νόμους οὐδὲ οὕτως γίνεται, τοσοῦτον δὲ εὗρε, τὸ δῆσαι τὸν ἄνθρωπον.

ἐπὶ τούτοις τὸ | πρᾶγμα ἀνέστραπτο [*](R 44) τοῦ μὲν φεύγοντος τὴν κρίσιν, ἐμοῦ δὲ ἐπαναγκάζον- τος. ὁ δικαστὴς δὲ ἄρα ἐγέλα, εἰ περὶ γυναῖκα ἐγὼ παρανήλισκον τὸν θάνατον ὑπερβὰς τὸν σοφιστήν, ὥσπερ ἂν εἴ τις ἀθλητὴς κτεῖναι ἔχων τὸν ἀντίπαλον τούτῳ μὲν ἠρνεῖτο συμπλέκεσθαι καὶ διέσωζε, τὴν τε- κοῦσαν δὲ αὐτὸν ἥρπαζε διὰ δαιμόνων. τῷ μὲν δὴ ἔργον ἦν φεύγειν, ὁ δικαστὴς δέ, οὐδὲ γὰρ ἀνίην, εἷλκέ τε διὰ τῶν ὑπηρετῶν καὶ ἐπηνάγκαζεν ἢ λαβεῖν ἢ δοῦναι δίκην, τὸν γὰρ αὖ νόμον οὐκ ἐᾶν κεναῖς αἰτίαις ὑβρίζειν. ὁ δὲ πεσὼν ἱκέτευε μὴ ἄτιμος ἀπελ- [*](1 ὃν παῖς ἐκεῖνος ὑφαιρησάμενος ᾤχετο post χρυσὸν Ferr in marg Mor expunxit Re 4 ν ἂν in διαπτύσειεν ἂν in ras Cf ἂν om Β 6 σωτηρίας L 7 τε om V 8 βιβλιογρά- φον edd 9 ἀπὸ τοῦ denuo incipit Α fol 19 τοῦ om Β 11 γίγνεται 11 | εὕρετο, δῆσαι Re Anim εὕρετο, ἔδησε coni idem in edit. 12 ἀντέστραπτο L Ferr in marg Mor Re 14 δὲ] τε Re 15 ἂν in παρανήλισκον suprapos. C2, η in ras Ρ2 ἀνήλισκον Ferr παρέπεμπον Ferr in marg Mor 17 ἠρνεῖτο corr ex ἡιρεῖτο Cn Par (Gasda I 16) ἡιρεῖτο A ᾐρεῖτο PVL Re ἠρεῖτο Β Ferr Mor | διέσωιζε AC 19 ἀνίειν V ἀνήειν L 21 αὖ delendum censet Re)

114
θεῖν μηδὲ αὑτοῦ μᾶλλον ἢ του πένθους ἐκεῖνα νο- μισθῆναι.

ἐλεεῖ τὸν σοφιστὴν ὁ δικαστής, καὶ οὐκ ἐμεμψάμην τὸν οἶκτον· ἐμοὶ γὰρ εἴη τὸν ἐχθρὸν εἰς [*](R 45) συγγνώμην καταφεύγοντα ἰδεῖν καὶ | οὐδὲν ἂν ἑτέρας δέοι δίκης, καὶ δὴ καὶ φίλον εἶναι βουλόμενον οὐκ ἀτιμάσω· ὅστις δὲ αἰσχυνόμενον τὸν ἡμαρτηκότα ὁρῶν προσαπολέσαι βούλοιτ᾿ ἄν, θηριώδης τε οὗτος καὶ οὐκ αἰσθανόμενος, ὡς ἀνθρώπῳ γε ὄντι γένοιτ᾿ ἄν ποτε ἴσως εἰς τὴν τῶν ὁμοίων χρείαν πεσεῖν. ἀλλ’ οὐχ οἱ πρὸς πρὸς ἐκεῖνον οὕτως, ἀλλ’ ὁ μὲν ἀπαντῶν ἐξετρέπετ’ αὐτόν, τῷ δὲ πρόνοια μὴ ἀπαντῆσαι, τὸ δὲ μὴ κεκολάσθαι τοῖς προσήκουσι τὸν ὑβριστὴν ἤδη τινά τι καὶ ἀπορρῖψαι εἰς τὸν ἐψηφισμένον καίτοι σφόδρα ἀγαπώμενον ἠνάγκασε.

πιεζόμενος δὴ πολλαχόθεν καὶ οὐκ ἀποχρώντων οἱ τῶν λόγων ἄλλως τε καὶ τοῦ τρόπου προσδιαβεβλημένου τρέπεται ἐπ’ ὠνὴν τῶν νέων, χρημάτων οὐ φειδόμενος πολλῶν οἱ προσιόντων ἐκ γῆς· οἱ δὲ δέχονται μὲν τὸ διδόμενον, [*](19) σφᾶς δὲ αὐτοὺς οὐ προΐενται, ἀλλ’ εἰς μέσον τε τὸ [*](R 46) ἀπόρρητον | ἤγετο καὶ γέλως διὰ τῆς πόλεως ἐχώρει, οἷα μὲν ἐμεμηχάνητο, οἷα δὲ ἤλπισεν, οἷα δὲ ἐπεπόν- [*](1 αὐτοῦ libri et edd 3 post γὰρ rasura 2 litterarum in A num γάρ ἀρκεῖ? 4 καταφυγόντα L 7 βούλοιτο ACPBL edd 9 ἴσως] οὗτος Β | ἐμπεσεῖν L | οὐχὶ Βιθυνοὶ Β 10 ὁ — 11 πρόνοια] οἱ μὲν γὰρ τῶν Βιθυνῶν ἐξετρέποντο αὐτὸν ἀπαν- τῶντα, οἱ δὲ προὐνοοῦντο Ferr in marg quae in textum recepit Mor cancellis inclusa aeque ac quae addidit: μὴ ἀπαντῆσαι αὐτῷ. ἤδη δὲ καί τις ἠναγκάσθη ὑβρίσαι καὶ τὸν ψηφισάμενον αὐτὸν μηδὲν παθεῖν· καίτοι πολλὰ ἀγαπώμενον· τοσοῦτο φησὶν] ἐμισεῖτο ὑπὸ πάντων Βιθυνῶν ὁ σοφιστὴς ἐκεῖνος ἐκεῖνος om- nia Re 11 αὐτόν scripsi coll. Dem. fals. leg. § 226 p. 411, 12 οὕτος ἐκτρέπεταί με νῦν ἀπαντῶν ἂν libri et edd 13 ἀπορ- ρίψαιεν τὸν L 14 ἠνάγκασεν A ἠνάγκασας L 18 προσ- ιόντων L et Re προσόντων reliqui libri Ferr Mor)

115
θεῖ.

ὡς δὲ αὐτῷ μόνος Βιθυνῶν συνελάμβανεν ἀνὴρ εἰς ὅ,τι ὁρμήσειεν ἀπαύστῳ φιλονεικίᾳ χρώμενος φήσας ἐν τῷ περὶ τουτωνὶ τῶν δώρων λόγῳ τε καὶ ἐλέγχῳ καὶ γέλωτι μηδὲ τὸ τῆς αὐτοῦ γυναικὸς ὄνομα σεσιγῆσθαι ὡς δὴ τοῦ τε ἔργου κεκοινωνηκυίας τῶν τε ἀνηλωμένων, ἐπὶ ζεῦγος ὁρικὸν ἀναβὰς ἤλαυνεν ἐπὶ Καππαδοκίας παρὰ ἄρχοντα φίλον εἰδότα χάριτι βλάψαι νόμον, νέω δὲ ἄρα τώδε πάντα ἀλλήλοιν Ἀθή- νησι κεχαρισμένω διὰ τέλους ἔμελλον τοῦτο ποιεῖν. ὁ δὲ παρασκευῆς τε αὐτὸν τῆς πρὸς τὸν Περσικὸν πό- λεμον ὃς τότε ἦν, ἑτέρων τε προμηθείας οὐ μείονος ἀξίων μένειν ἀναγκαζόντων πάντα τὰ μέγιστα μικρὰ ἡγησάμενος ἀναστὰς ἐφέρετο γυμνῷ τῷ ξίφει προ- πέμψας στρατιώτην, ᾧ χρῆν με εἰς Νικαίαν ἕπεσθαι τῶν νέων ἄγοντα ἑπτὰ τοὺς ὅτι μὴ σφᾶς αὐτοὺς ἀπέ- δοντο, ἠδικηκότας.

Νικομηδεῖς μὲν οὖν ἡμᾶς ἔτι ζῶντας ἐπένθουν, ὥσπερ οὖς εἰς τὸν λαβύρινθον ἔπεμ- πον Ἀθηναῖοι. σωτὴρ δὲ ἄρα ἡμῖν | ἔμελλε τῆς Τύχης [*](R 47) βουλομένης Ἡρακλῆς ὁ Δῖός ἔσεσθαι καὶ προὐδήλου γε, ὅ ποιήσει καὶ ὡς σβέσει τὴν πυράν, ὀνείρατι· πυρὰν γὰρ δὴ μεγάλην ἐν μέσῃ τῇ Νικαίᾳ τῶν τινα Ἀντι- σθένους μιμητῶν ἐδόκουν ἐφιζάνοντα σβεννύειν καὶ εἶναι κρεῖττον τοῦ πυρὸς τὸ σῶμα. θαρρῶν δὴ τοῖς [*](7 p. 116, 15 21 p. 116, 11 17 Plut. Thes. 17.) [*](2 ἀνὴρ — χρώμενος citat Plan fol 21 5 ε in κεκοινω- νηκυίας in ras C2 7 post παρὰ rasura duarum litterarum in A 8 νέων Re | τῶδε L 9 διατέλους BV 11 ἑτέρω L 12 ἀξιῶν L 13 γυμνὸς Β 16 ἁ in ἠδικηκότας in ras C2 | Νικομηδεῖς — 18 Ἀθηναῖοι citat Plan fol 21 | Νικο- μηδεῖς ἐκεῖνοι Plan | ἡμᾶς om L 18 ἡμῖν ἄρα Β 20 ποιή- σοι V | σβέσοι V 21 γὰρ] μὲν L | ν in νικαία in ras Ρ2)

116
τε ἀπὸ τῆς ἀληθείας τῇ τε ἐπαγγελίᾳ τῆς ἐπικουρίας ᾔειν· οἱ συνήγοροι δὲ ἡμῖν μέχρι Λίβου μὲν ἧκον, αὐτοῦ δὲ καταδύντες ἀπεσκόπουν, ὅπη τὸ πρᾶγμα πε- σεῖται, καὶ ἀναφανέντες ἐπὶ τῷ τέλει συνέχαιρον, ὥσπερ οἱ Λακεδαιμόνιοι μετὰ τὴν ἐν Μαραθῶνι μάχην τοῖς Ἀθηναίοις.

ἦν δὲ ἄρα κἀκεῖνο Ἡρακλέους τὸ ἔργον, ὃς καὶ ἡμῖν τὸ νέφος ἀπέωσεν· ᾖδον μὲν γὰρ ἀλεκτρυόνες καὶ ἐκήρυττον οἱ κήρυκες, ἐκρούετο δὲ ἡ [*](9) θύρα καὶ ὅτῳ μέλει τῶν τοιούτων ἐβόα καταβαίνειν. [*](R 48) ἐκαθήμεθ’ οὖν ἐν μυροπωλείῳ | τινὶ τὸν καιρὸν ἀνα- μένοντες Ἄλκιμός τε καὶ ἐγώ τὸν Ἄλκιμον τοῦτον θεοῦ τινος ἔγωγε παῖδα ἡγοῦμαι γεγονέναι, μὴ γὰρ ἂν ἐξ ἀνδρὸς φῦναι τοιοῦτον). σμικρὸν δὴ πρὸ μεσημ- βρίας οὐδενὶ κόσμῳ κεκραγὼς ὁ συκοφάντης ἔστειχεν ἡμιμανὴς κεκρατῆσθαι τῇ βαφῇ καὶ Φιλάγριον λέγων, ἡμῖν γε οὐ συνετὰ λέγων.

καὶ αὐτίκα ὁ δικαστὴς ἐξῄει, καὶ φαιδροὺς ἑωρῶμεν τοὺς φίλους ὡς δὴ ἐπ’ ἀγαθῷ τῳ, τουτὶ δὲ ὅ,τι τε ἦν ὅτῳ τε τρόπῳ συμβάν, [*](5 Her. VI 120 7 II o 668) [*](4 ἤτοι μετὰ τὸ τέλος V 5 παρ’ αὐτὴν γὰρ τὴν μάχην (αὐτῆ γὰρ τῆ μάχη P2B) κληθέντες τότε τότε οὐχ ἧκον διὰ τὴν πανσέληνον (δ. τ. π. om B), ὕστερον δὲ συνηδόμενοι Ἀθηναίοις τῆς νικῆς τῆ νίκη P2), ἧς καὶ Ἡρακλῆς μετὰ τοῦ Πανὸς γέγονεν αἴτιος P2B) [*](2 ο prius in συνήγοροι in 13,9 C2 3 ὅπηι A ὅποι Β Ferr 10 ἐκαθήμεθα CP Mor Re | μυροπωλίῳ ΑΡ Ferr μυροβολίῳ C 12 θεοῦ — 13 τοιοῦτον citat Plan fol 21 θεοῦ παῖδα τινὸς ἔγωγε Plan | ἔγωγε om VL 13 ἂν ἂν om Plan | ἀνθρώπου Plan | μικρὸν VL 15 κεκρατῆσθαι — 16 συνετὰ λέγων citat Thomas Mag. s. ν. ἀσύνετος p. 28, 8 παρὰ Λιβανίῳ ἐν τῷ περὶ τῆς ἑαυτοῦ τύχης· κεκρ. κτλ., cuius verba non sine mendis in margine codicis Β m2 repetita sunt 15 λέγων corr B2 in λόγων quod etiam schol. in marg e Thoma praebet)

117
εἰδέναι οὐκ ἦν, πρὶν δή τις τῶν ἡμῖν εὔνων πόρρωθεν ἐσήμηνε τῇ χειρὶ τὸν πολέμιον πεφευγέναι, τῷ δικαστῇ γὰρ ἀγάγκην ἐξαίφνης τῆς τοῦ νόμου φυλακῆς ἐπιπε- σεῖν· ἐγνωκότι γὰρ ἐπὶ πρόδηλον εἰσάγειν σφαγὴν ἥκειν [*](4) τινὰ ἄγγελον τῆς | Φιλίππου κινήσεως καὶ δεῖν ἤδη [*](R 49) θεῖν καὶ δέχεσθαι τοῖς ὅροις τὴν βλοσυρὰν ἀρχήν.· καὶ τὸν δείσαντα εἰπεῖν ἀπολωλέναι τὸν καιρὸν τῇ χάριτι καὶ εἶναι τοῦ νόμου τὸ κράτος, δεῖν οὖν ἢ γραφὴν ἀπενεγκεῖν ἢ μὴ ἀγανακτεῖν ὑπὸ ἀνάγκης νι- κώμενον. διὰ ταῦτα ἐκεῖνον μεμνῆσθαι τῆς βαφῆς ὡς δὴ μεταπεπεισμένου.

καὶ ὁ μὲν ὂν θυμὸν κατέδων ᾤχετο οἴκαδε στένων, ὁ δὲ οἷς ἔδωκεν ἂν ἐρυθριῶν καλέσας ἐμὲ καὶ παρ’ αὑτὸν καθίσας ἐν τῷ δικαστηρίῳ τρίβων τῇ χειρὶ τὸ πρόσωπον διασύρων τε τοὺς ὑπὲρ τοῦ σοφιστοῦ παρὰ τοῦ φίλου λόγους | ἠξίου με πρᾴως τε ἔχειν τῇ παρ’ αὐτὸν ὁδῷ καὶ [*](R 50) μηδὲν οἴεσθαι τῶν πεπραγμένων πεπρᾶχθαι, φήσαντος δέ μου καὶ πρὸ τῶν αὐτοῦ λόγων ὧδε ἔχειν πίστιν ἀπῄτει τῶν εἰρημένων, εἶναι δὲ πίστιν, εἰ ποιησαίμην αὐτὸν ἀκροατὴν ἐν μέσοις Νικομηδεῦσι λόγου τινός. καίτοι ὅ γε Φίλιππος, ἔφη, καλεῖ, ταυτὶ δὲ ὅμως προ- τετιμήσθω.

νεύω καὶ ὑπισχνοῦμαι, καὶ ἦμεν ἐν τῇ Νικομήδους καὶ εἰσῆγον τὴν ἐπίδειξιν. ἔπειτα ἧκέ [*](5 Gothofred. Prosopogr. cod. Theod. 378 11 II ζ 202) [*](1 πρὶν δή — 2 πεφευγέναι citat Plan fol 21 πρὶν δὴ] καί Plan πόρρωθεν om Plan 2 ἐσήμαινε L Plan 3 δήμου Β 4 ἐσάγειν ACPL Mor Re num ἐξάγειν? 6 ἐπὶ τοῖς ὅροις? 9 ἀνάγκης supra ἀνάγκην L2 10 διαταῦτα BV | ἐκείνου L τὸν συκοφάντην Mor 12 ἔδρασεν ἀνερυθριῶν? 13 αὑτὸν Re αὐτὸν libri Ferr Mor 21 καί τότε ὅ τε L τε in γε corr A2 | καλεῖν Β 23 ἧκε ex ἧκεν corr C ἧκεν Α)

118
ποθεν, ὥσπερ πνεῦμα, ὁ συκοφάντης ἄγων τὸν ὑπόπτην ἐκεῖνον καὶ ἔφασκε δεῖν τὸν ἐκείνου φθάσαι λόγον, πρὶν ὑπὸ κρότου πολλοῦ καταληφθῆναι τὸν δικαστήν. ὁ μὲν οὖν ἤσχαλλεν, ἐγὼ δὲ συνεχώρουν. ὁ δὲ εἰσελ- θῶν ἦν αὐτὸς καίτοι γε λέγων ἐν πεντεκαίδεκα ἀνθρώ- [*](R 51) ποις αὐτὸς δεηθεὶς τὴν ἐμὴν ἀπεῖναι | μερίδα. ὡς γὰρ εἶδε τὸ στάδιον, ἰλιγγιάσας ἐξενήνεκτο τῆς μνήμης καὶ ἐβόα μηδὲ τότε πεπαῦσθαι τὸν γόητα ἐμέ· του δὲ ἀναγνῶναι κελεύσαντος, εἰσελθεῖν γὰρ λόγον, οὐ μνή- μὴν κρινῶν, οὐδὲ τοὺς ὀφθαλμοὺς ἔφη δύνασθαι τὸ αὑτῶν ὑπὸ τοῦ αὐτοῦ ποιεῖν. ἀλλ’ ὁ δεῖνα λαβὼν ἀναγνώσεται, δείξας τῶν ῥητόρων τὸν ἄριστον. ὁ δὲ ὡς τοῦτο ἤκουσε, ῥίψας τὸ βιβλίον ἀπῄει πιμπλὰς τὴν ἀγορὰν ἀνοήτων ῥημάτων.

τῆς δὲ ὑστεραίας ὁ μὲν ὄχλος ἐν τῷ βουλευτηρίῳ, τοῦ δὲ ἐγγὺς ἐγὼ τὴν φω- νὴν ἀνακινῶν τε καὶ ἀποπειρώμενος, ὁ δὲ ἄρχων περὶ ἔξοδον, ὁ δὲ αἴσχιστα ἀπηλλαχὼς ἐκεῖνος ἐξ ἀκροπόλεως ἐπὶ τὸ σῶμα τοὐμὸν ὡπλισμένος παρῆν, καὶ ἐμὲ μὲν αί θύραι ῥύονται τοῦ νεὼ τῆς Τύχης, οὗπερ καὶ ἐκαθήμην. τὸν ἄρχοντα δὲ καὶ πρὸ τῶν [*](R 62) λόγων τῇ ’κείνου τόλμῃ κτῶμαι, καὶ σὺν | εὐνοίᾳ μὲν εἰσέρχεται, γενόμενος δὲ ἐραστὴς ἀνίσταται καὶ παρα- [*](1 post ἄγων rasura duarum vel trium litterarum in Α 3 καταληφθέντα L 5 ὁ αὐτὸς? | γε οm BVL | voce ἀνθρώ- ποις ιn Α fol 20 incipit manus saeculi XIII/XIv 9 κελεύ- σαντος scripsi e VL κελεύοντος ACPB edd 10 κρινῶν Gasda et Cobet Mnem. III 248 κρίνων libri edd | ὁ δὲ Β 11 αὐτῶν L 12 τῶν e τὸν corr L2 16 ἀνακινῶν defendi defendi potest coll. Plat. leg. IV 722 D οἱόν τινες δνακινήσεις et Aristox. fr. rhythm. elem. p. 282 ed. Mor ἡ φωνὴ κινεῖται Harm. | § 26 p. 8 et 9 Transactions of the American Philological Association XXX p. 42 sq. et Studies in honor of B L. Gildersleeve, Balti- more 1902), sed fortasse praeferendum ἀσκῶν 19 νεὼ] γρ. βωμοῦ Mor in marg 20 καὶ om Β 21 τῆκείνου Β)

119
χρῆμα γράμμασι συγγενεῖς τε, οἱ αὐτῷ παρ’ ἄλλοις διέτριβον, φίλων τε παῖδας εἰς ἒν τοῦτο διδασκαλεῖον ἤθροιζε τῷ λόγῳ τε ὂν ἠκηκόει, συνῆν αἰτήσας τε καὶ λαβών, τῷ συκοφάντῃ τε οἵαν οὐχ ἑτέραν ὀφείλειν ἔλεγε χάριν γνῶναι δόντι ταῦτα, ἃ ἀγνοεῖν ζημία.

73. Ὧν λεγομένων τε καὶ πραττομένων φερομένης τε εἰς ἐκείνους παρ’ ὧν ἀπεληλύθειν, τῆς φήμης, οἱ οὐχ ὅτι τὰ ἄστη, ἀλλὰ καὶ τοὺς σμικροτάτους τῶν ἀγρῶν ἀβάτους ᾤοντό μοι ταῖς διαβολαῖς ἐργάζεσθαι, τίς Τέλλος, τίνες Ἀργεῖοι νεανίσκοι διὰ τῶν περὶ τὴν ἅμαξαν τῇ μητρὶ κεχαρισμένοι, τῇ σφῶν αὐτῶν τὴν ἐμὴν εὐδαιμονίαν παρῄεσαν; ὥστε μοι δοκῶ καὶ τῆς αἰτίας ἣν ἐπὶ τῇ γενέσει τούτων ᾐτιασάμην | τὴν [*](R 53) Τύχην, ἀφήσειν τὴν θεόν, εἴπερ ἐκ τῆς βασάνου ταῦτα. οὐδὲ γὰρ Μέλανθος δήπουθεν ἠτύχει φεύγων μέλλων ἀντὶ τοῦ Μεσσήνην οἰκεῖν βασιλεύειν Ἀθηνῶν.

74. Ηὐξημένης δὴ τῆς δόξης μυρίων τε ἡμᾶς ἐπαι- νούντων στομάτων ὄντων τε τῶν καὶ τοῦτο λεγόντων, ὡς συνείην ἀνθρώποις οὓς ἐξέβαλεν ἂν κατὰ τὸν Ἀρχιλόχου φονέα τοῖς χρησμῖς ὁ Πύθιος, ἐπικειμένων [*](10 Her. | 30. 31. Luc Char 10 15 Her. V 65 20 Plut. ser. num. vind 17. Aristid. or. 46 t. II p. 380 D. Suid. s. v. Ἀρ- χίλοχος Μουσάων θεράποντα κατέκτανες ἔξιθι ναοῦ) cf. I 473, 11 R) [*](1 γράμμασι inserui e V et γρ. Mor in marg γράμματι L om ACPB | αὐτοῦ Mor | παρὰ ACB Ferr 7 τε delendum censet Re, fortasse recte 8 μικροτάτους V 9 τὰς διαβολὰς ACP Ferr τὰς διατριβὰς Β | ἐργάσασθαι Mor Re num ἐργά- σεσθαι? 13 ἠτιασ in ᾐτιασάμην in ras C2 15 ει in ἠτύχει in ras C2 16 μεσήνην BL 17 δὲ BL 19 συνήειν (??)L ἐξέβαλεν ex ἐξέβαλλεν corr L2)

120
τε τῶν ἔξω τῆς αἰτίας τοῖς ἐν αὐτῇ γίνονται πρὸς τὸν ὕπαρχον ἱκετεῖαι τῆς ἐμῆς ἀποδόσεως πέρι· ὡς δὲ ἀδικήσειν τοὺς ὑποδεξαμένους ἔφην καὶ ἅμα ἐδεόμην [*](4) μή με αὖθις ἐμβαλεῖν εἰς ἀηδῆ σιγήν, ἀπελθὼν ὡς δὴ [*](R 54) οὐκ ἐπαναγκάσων, | ἀνάγκῃ μεταφέρει μείζονι, βασι- λείοις γράμμασιν.

ἐγὼ μὲν δὴ τὴν τῶν αἰχμαλώ- των ἐλυπούμην λύπην, οἱ πατρίδα καὶ ἐλευθερίαν ἀποβαλόντες ἔρχονται ἐν ἀλλοτρίᾳ δουλεύσοντες. καὶ ἐμὲ τοίνυν κατελάμβανε τὸ τῶν μὲν ἡδίστων τε καὶ λυσιτελεστάτων στέρεσθαι, εἰς δὲ τὰ ἀνιάσοντά τε καὶ ζημιώσοντα ἄγεσθαι· χρῆν γὰρ δὴ ἢ συμπίνειν τοῖς δυνατοῖς καὶ περὶ τραπέζας ἡμέρας τε καὶ νυκτὸς δια- τρίβειν τὸ πλέον ἢ ἐχθρόν τε κεκρίσθαι καὶ πολεμεῖ- σθαι. ταυτὶ δὲ ὡς ἐναντιώτατα τοῖς τῆς ψυχῆς ἀγαθοῖς, πᾶς ἄν μοι συμφήσαι μεθύσας τε αὐτὸς καὶ ἕτερον Ἰδῶν τοῦτο πάσχοντα.