Excerpta

Cassius Longinus

Cassius Longinus. Rhetores Graeci, Volume 1. Spengel, Leonard, editor. Leipzig: Teubner, 1853.

21. Ὅτι χρὴ τὸν παραμυθούμενον μὴ μετὰ σοφιστικῆς τρανότητος, ἀλλὰ μετὰ συμπεπονθυίας λέγειν ἁπλότητος· οὐ γὰρ ῥητορικῶς ἀλλὰ θεραπευτικῶς ἔξεστι λέγειν.

22. Ὅτι πραγματικὴ σύνταξίς ἐστιν ἡ πρὸς τὸ σημαινόμενον τὴν ἀναφορὰν ἔχουσα, ἀλλʼ οὐ πρὸς τοὺς χαρακτῆρας τῶν ὀνομάτων ἤγουν τῶν λέξεων, ὡς τὸ „ἀπενέοντο ἡ πληθὺς ἐπὶ νῆας Ἀχὰιῶν“. καὶ τὸ ,,ὑμεῖς δʼ ὁ δῆμος“. καὶ ,,ἅπασα ἡ Ἑλλὰς ἐσιδηροφόρουν“.

328

23. Ὅτι ἐπὶ δεινῷ λόγῳ οὐ χρὴ τοῖς γυμνοῖς χρῆσθαι τῶν ὀνομάτων, ἀλλὰ τοῖς διʼ ἐμφάσεως τὸ βούλημα σημαίνουσιν.

24. Ὅτι ῥητορικῆς ἔργον τὰ μὲν σμικρὰ μεγάλως λέγειν, τὰ δὲ μεγάλα σμικρῶς, καὶ τὰ μὲν καινὰ παλαιῶς, τὰ δὲ παλαιὰ καινῶς.