Ars rhetorica

Cassius Longinus

Cassius Longinus. Rhetores Graeci, Volume 1. Spengel, Leonard, editor. Leipzig: Teubner, 1853.

Ὑπόκρισίς ἐστι μίμησις τῶν κατʼ ἀλήθειαν ἑκάστῳ παρισταμένων ἠθῶν καὶ παθῶν καὶ διάθεσις σώματός τε καὶ τόνου φωνῆς πρόσφορος τοῖς ὑποκειμένοις πράγμασι. δύναται δὲ μέγιστον εἰς πίστιν, καὶ τὸν ἀκροατὴν ἄγειν ἐπίσταται λαμβάνουσα ταῖς ἐπιβουλαῖς τε καὶ [*]((716)) γοητείαις, παραγωγαῖς τε καὶ παρακρούσεσιν. ἡ μὲν γὰρ πίστις τε καὶ ἀπόδειξις καὶ μετ’ ἀνάγκης ἄγει, ἡ δʼ ὑπόκρισις ἀπάτῃ δελεάζουσα καθέλκει τὴν γνώμην τοῦ κριτοῦ πρὸς τὸ δοκοῦν τῷ λέγοντι, διόπερ εἰκότως ὁ Δημοσθένης αὐτὴν ἔντιμον ἦγε, καὶ πολλὰ κατὰ τῆς

311
δυνάμεως ταύτης εἴρηκεν ἐγκώμια, τρὶς μὲν περὶ αὐτῆς [*](568) ἐρωτηθείς, τριπλᾶ δὲ αὐτῇ δοὺς τὰ νικητήρια καὶ ποιήσας πρώτην τε καὶ δευτέραν καὶ τρίτην. εἰ γὰρ στερήσεται λόγος τὰ ἄλλα πάντα ἔχων πλεονεκτήματα καὶ πρὸς τὸ πείθειν ἱκανῶς συγκεκροτημένος ταῖς ἀποδείξεσι καὶ σαφῶς τε καὶ καθαρῶς τῇ λέξει διακείμενος, τοῦ κατὰ τὴν ὑπόκρισιν πλάσματος, οὐκ ἄν ἔχοι πρακτικῶς παρὰ τῶν δικαστῶν. φαίνεται γὰρ ἀμυδρός τε καὶ ἀσθενὴς καὶ ἀχάριστος, ἀτερπής τε καὶ ἀγλευκής, καὶ τὸν δικαστὴν ἐνοχλῶν, ἐλαύνων μᾶλλον ἢ καὶ τὴν ψῆφον παρακαλῶν. ἄσκει δὲ αὐτὸ θεώμενος τοὺς ἐν τοῖς ἀληθινοῖς πράγμασιν ὁτιοῦν λέγοντας καὶ μετὰ τοῦ πάσχειν τριβομένους καὶ διατεινομένους ἐν τῷ διαλέγεσθαι, ἢ τοὐναντίον ἀνιεμένους καὶ πραϋνομένους καὶ πράξεως μετρίως μεταλαμβάνοντας. διαπλάττει γὰρ αὐτοὺς καὶ σχήματός πως μετέχειν ποιεῖ καὶ τόνου φωνῆς αὐτὰ τὰ πράγματα. πεπονθὼς γὰρ οὗτος αὐτὸς αὐτῷ κατὰ τὴν ἀλήθειαν οὕτω τῷ τέχνην συνισταμένῳ καὶ βουλομένῳ τὸ δέον μαθεῖν ὑποκρίνεται. δυνήσῃ δὲ καὶ παρὰ τῶν τῆς τραγῳδίας ὑποκριτῶν καὶ κωμῳδίας τῶν ἀρίστων, παρʼ ὅσον ποιεῖ τὴν εὔνοιαν ἢ τὴν ἀηδίαν ἑκάτερον οὐτων τό τε ἐν ὑποκρίσει καὶ ἄνευ ταύτης, καταμανθάνειν. ὡς δὲ ἐν τύποις περιλαβεῖν, θυμουμένῳ μὲν ἐπίτροχον ποιεῖσθαι τὸν λόγον συμφέρει καὶ πρέπει, καὶ τὴν φωνὴν ὀξεῖαν ἔχειν καὶ τὸ φθέγμα ἁπλούστερον, καθισταμένῳ δὲ τὰς ἀρχὰς πρᾷον τὸ φθέγμα ποιητέον καὶ ἐπιεικές, ἐπὶ τὸν ὄχλον δέ πως καὶ δεητικὸν καὶ τοιοῦτον οἷον παρακαλοῦντος καὶ ἐν χρείᾳκαθεστηκότος καὶ εὐλαβείας ἢ αἰδοῦς μετέχοντος. αἱ δὲ πίστεις τοῦ πνεύματος τὸν ῥυθμὸν ὑπαλλαττέτωσαν, καὶ τὸ τῶν ἐνθυμημάτων εἶδος ἐπιστρεφῆ ποιείτω τὸν λόγον, καὶ τὸ σχῆμα τοῦ σώματος μετὰ τῆς χειρὸς σύντονον καὶ [*](569)
312
δριμὺ βλέπειν ἄμεινον καὶ βλέποντα πρὸς τούς δικαστάς, καὶ συναποκλινόμενον αὐτὸν ταῖς τῆς πειθοῦς μεταβολαῖς. εἰ δέ τι ἀποδείξαις, καὶ καιρὸν ἄγοντα μάθοις τὸν δικαστὴν τοῖς ἐλέγχοις καὶ παραδεδεγμένον τὴν πιθανότητα τῆς ἀποδείξεως, σχετλιάζειν ἡ φύσις παρακαλεῖ καὶ καταπλήττειν τὸν ἀντίδικον τῷ πεπλασμένῳ τούτῳ φθέγματι, οἰκείῳ τῶν εὑρηκότων ὄντι τὴν ἀλήθειαν. ἐπικλάζειν γοῦν φιλοῦσι καὶ θέλγουσι καὶ αἱ κύνες τῇ τῶν ἰχνῶν εὑρέσει καὶ περιχαρείᾳ δηλοῦσιν ἔχειν ἐγγὺς τὸ πάλαι ζητούμενον· ἐπαίρεται δὲ καὶ μικρὸς παῖς οὗ γλίχεται τυχών. ταῦτα δὲ μὴ παρέργως βούλου θεωρεῖν, ἀλλὰ συλλέγειν εἰς τὸν ἑαυτοῦ λόγον, ἴδιον εἶδος πίστεων διʼ ἀπάτης εὐαγώγου πεπορισμένον ἀσυλλογίστῳ πάθει τοῦ πρὸς ταῦτα πειρωμένου. οἰκτιζόμενον δὲ δεῖ μεταξὺ λόγου τε καὶ ᾠδῆς τὸν ἦχον ποιήσασθαι, οὔτε γὰρ διαλεγόμενός ἐστιν· ἀναπείθει γὰρ οἶκτος ἐξᾴδειν, ὅθεν ἀρχαὶ μουσικῆς χαρμονή τε καὶ λύπη, τοῦ φθέγματος ἐπεγειρομένου πρὸς τὴν μεταβολὴν τῆς λέξεως· οὔτε δὴ ἔοικεν, ἀλλὰ πίπτει μεταξὺ τούτων. δρόμος δὲ οὐ πρέπων ἐν τῷ τοιούτῳ μέρει, πλὴν εἰ τοὺς ἐπιλόγους δεήσειεν οὐ κατʼ οἶκτον, ἀλλὰ κατὰ τὸ θυμοειδὲς διατίθεσθαι.

Ταῦτα ἱκανῶς ἐχέτω, τὰ δʼ ἄλλα ἐκ τούτων ὁ μαθὼν λήψεται, καὶ οὐκ ἄν ὅ γε εὐφυὴς ἀπόρως ἔχοι τῶν τούτοις ἑπομένων, ποιητικός τε ὢν καὶ ἐξεργαστικὸς καὶ ἀπὸ βραχείας ἀφορμῆς ἐπὶ πολὺ τείνων τὴν διάνοιαν, καὶ ἐφʼ ὅσον προσήκει τῷ μέλλοντι τελέῳ γενέσθαι ῥήτορι.

[*]((717))[*](570)

Μνήμης δὲ ὅτι οὐδέν ἐστι σπουδαιότερον ἀνθρώποις ὡς ἔπος εἰπεῖν, τίς ἄν ἀντιλέξειε νοῦν ἔχων; οἱ δὲ καὶ τὴν λήθην ἐπαινοῦσιν, ὡς Εὐριπίδης

313
  • ὧ πότνια λήθη τῶν κακῶν,
  • ὀνομάζων ἐγὼ δὲ λήθην μὲν καὶ ἔξοδον μνήμης ἢ τι οὐδὲν ἐπωφελεῖν κρίνω, τὰ δὲ μέγιστα καὶ κυριώτατα βλάπτειν τοῦ βίου καὶ παραιρεῖσθαι καὶ στερεῖν τῆς εὐδαιμονίας· τὸ γὰρ εὐμισητότατον τῶν ἁμαρτημάτων τε καὶ ἀδικημάτων, τὴν ἀχαριστίαν, ἐπιλειπούσης τῆς τοῦ μνημονεύειν δυνάμεως συμβαίνουσαν εὑρήσομεν· ὁ δὲ μεμνημένος τὴν χάριν οὔτε ἄδικος οὔτε ἀχάριστος· νόμων γε μὴν ἐπιλαθομένους καὶ τῶν σωφρονιζόντων ἡμᾶς δογμάτων, ἀναγκαῖόν ἐστι φαύλους τε καὶ μοχθηροὺς καὶ ἀναιδεῖς γενέσθαι, πᾶσά τε ἄνοια καὶ ψυχῆς ἀμαθία διὰ λήθην ἐμπίπτει. ὁ δὲ ἄκρως μνημονευτικός τε καὶ μνήμων διαφερόντως σοφός· ὅθεν καὶ τοῦτο ὀρθῶς ἐστιν εἰρημένον, οὐ μνημονεύω μὴ λίαν ἡ μὲν τοῦ σοφοῦ, καὶ σοφὸς ὁ πολλὰ εἰδὼς φύσει. τῶν δὲ τῆς ψυχῆς ἀρετῶν, εὐμαθείας, ἀγχινοίας, συνέσεως, μνήμης, μεγαλοπρεπείας, εὐεπείας, τὸ ζηλοῦν δύνασθαι καὶ ἀκριβῶς ἀπομιμεῖσθαι καὶ ἀπομάττεσθαι τοὺς τύπους τῶν λόγων, οὓς ἄν τις ἐπιδείξειε καὶ θαυμάσειε, καὶ τὸ τοῖς διδασκάλοις παραπλησίως τε καὶ ὅτι ἐγγυτάτω [*](571) λέγειν, ταῦτα ξύμπαντα μιᾶς ἔχεται φύσεώς τε καὶ δεινότητος καὶ πλεονεξίας τῆς ἐκ τοῦ μνημονεύειν ἑτοίμως ἔχειν. ἡ γὰρ κρᾶσις τῆς ψυχῆς σύμμετρος οὖσα καὶ δικαία κατὰ τὴν ἁρμονίαν τῶν δυνάμεων, καὶ οἷον κηρὸς εἰργασμένος εὔπλαστος μὲν καὶ εὐάγωγος καὶ μὴ σκληρὸς μηδʼ ἀντίτυπος μηδὲ ἀτέραμνος, μηδὲ αὖ μαλακός τε καὶ διαρρέων, ὡς συγχεῖσθαι τοὺς τύποὺς καὶ ἐξιτήλους γίνεσθαι συμπιπτόντων τῶν χαρακτήρων καὶ τῶν γραμμάτων, ἀναλαμβάνει καθάπερ ἐκμαγεῖον καὶ διατυποῦται ῥᾳδίως ὑπὸ τῶν φαντασμάτων τορνευόμενός τε καὶ γραφόμενος, ἐναργέσιν ὥσπερ καὶ κοίλοις γράμμασι καὶ νεοχαράκτοις σημείοις τῆς ἐπιστήμης.
    314
    πάντα γὰρ πᾶσιν εἰκάζων ὁ ἀγχίνους καὶ ταχέως ἐπιβάλλων διὰ τῆς ζητήσεως ἀπεμνημόνευσε καὶ ἔμαθεν ἐξευρεῖν τῆς ἀπορίας τὴν μηχανὴν καὶ συνεῖδε τὸ δέον. διόπερ μοι δοκεῖ καὶ ὁ Πλάτων τὰς μαθήσεις ἀναμνήσεις λέγειν. οὐδὲν γὰρ ἄλλο ἢ ὥσπερ ἀναμιμνησκόμενοι περὶ ὧν δοκοῦμεν μὴ μεμαθηκέναι μηδὲ ἐγνωκέναι καταλαμβάνομεν τὸ ζητούμενον· πῶς δʼ ἂν ἠβούλετό τις ζητεῖν, ἄτε συνειδὼς αὐτῷ μὴ μαθών, εἰ μὴ προσεδόκα μνήμῃ τινὶ ταῦτα ἀνευρήσειν. ἡ δὲ εὕρεσις ἄρα τοῦτό ἐστι, πείρας ἀνάμνησις, καὶ ἀφʼ ὧν ἔπαθέ τις καὶ ᾔσθετο συλλογισμὸς καὶ ὁμοίου καὶ ἀναλόγου ἢ μείζονος ἢ μικροτέρου παράθεσις. ἃ γὰρ αἱ αἰσθήσεις προὔλαβον καὶ ἡ [*](572) ψυχὴ παρὰ τῶν αἰσθήσεων ἔλαβε, ταῦτα μεμυκότα κεῖται καὶ ἠρεμοῦντα καὶ σχολάζοντα τοῖς νωθροῖς καὶ λήθης γέμουσιν, ὥσπερ ἐν διφθέραις εὐρῶτος ἢ πηλοῦ μεμιασμέναις καὶ ἐπαληλιμμέναις, τοῖς δὲ εὐφυεστέροις καὶ γονιμωτέροις καὶ αὐτῷ τούτῳ γνωμονικωτέροις, καθάπερ ἐν χαλκοῖς γραμματείοις σηπεδόνος κεχωρισμένοις καὶ διὰ χρόνον γιγνομένης ἐπηρείας, εἰς τὴν σωτηρίαγ τῶν τύπων ἀμίαντα καὶ ἄχραντα διὰ τέλους σώζεται. μνήμη μὲν γάρ ἐστι σωτηρία φαντασιῶν, καὶ αἰσθήσεως παρελθούσης παρουσία, καὶ κτῆσις πρὸς τὸ πρόχειρον τῆς χρήσεως. ἡ δὲ ἀνάμνησις ἐπιβολὴ φαντασίας παρελθούσης, ὡς παροιχομένης. ἔστι δέ τι καὶ μεταξὺ τοῦ εἰδέναι τε καὶ μή, ὃ δεῖται ὑπομνήσεως. καὶ ἔστιν ὑπόμνησις ὡς ἐξιούσης τῆς ἐπιστήμης ἀνανέωσις καὶ ἀνάληψις, ὧν προείμεθα λήθης χάριν. καὶ τῶν μὲν γνῶσις, τῶν δὲ ἀνάληψις εἰς τὸ ὁλόκληρον τῆς ἐπιστήμης. ὁ δὲ ἐπιλανθανόμενος τῶν ἐσκεμμένων ἰδιώτης ἄχρηστος, καὶ πάντα κληθεὶς δικαιότερον ἢ ῥήτωρ. ὅπου γε καὶ Δημοσθένην τῆς μνήμης ἐπιλειπούσης ἐπιλελοίπει καὶ ἡ δύναμις τῶν λόγων, καὶ συνόλως ἡ τέχνη·
    315
    τῆς γὰρ μνήμης ἐκπλαγείσης ὑπὸ τοῦ δέους πᾶσα τέχνη[*]((718)) φροῦδος, φησὶν ὁ Θουκυδίδης· φόβος γὰρ μνήμην ἐκπλήσσει, λέγει που, καὶ ὀρθῶς λέγει. γένοιο δʼ ἄν μνήμων διαίτης τρόπῳ σώφρονι καὶ φύσεως εὐτυχίᾳ καὶ θεῶν ἐπιπνοίᾳ καὶ φιλομαθίᾳ ἰδίᾳ καὶ φιλονεικίᾳ [*](573) τοῦ μεμνῆσθαι θέλειν. κινδυνεύει τε πᾶς φιλομαθής, κἂν ἐλλείπῃ τῆς μνήμης, μελέτῃ διὰ τέχνης πόθου δημιουργοῦ καὶ φροντίδος ἐξεργάζεσθαι τὸ μνημονεύειν πόθος μὲν γὰρ ἀρχὴ φροντίδος. μέριμνα δὲ καὶ φροντὶς ἐκδεξαμένη τοῦ πόθου τὴν καταβολὴν καὶ τῆς ἐπιθυμίας τὴν γένεσιν ἐρρωμένην οὖσαν, ὃ δὴ ἔρως κέκληται, συνιστᾷ τῆς μνημοσύνης τὴν οὐσίαν. αἰσθανομένη γὰρ ἡ ψυχὴ τοῦ καλοῦ μαθήματός τε καὶ θεάματος, ἢ τοὐναντίον τοῦ χείρονός τε καὶ χαλεπωτέρου, προσέσχε τὸν νοῦν, καὶ δεινὴν ἔλαβεν ὠδῖνα τοῦ πράγματος, ὥστε καὶ παραμένειν μέχρι παντὸς ἐθέλειν. ἐξ ὧν ἡ φροντὶς εἰσεγείρεται, σφύζοντος καὶ σφαδάζοντος καὶ πηδῶντος ἐν αὐτῇ τοῦ τῆς φαντασίας μέρους. ὁ δὲ ῥάθυμος ἀμβλύς τε καὶ νωθρὸς καὶ βραδύς, μόλις τε ᾔσθετο τοῦ γεγονότος,  καὶ μετὰ τὴν αἴσθησιν ἐγκατέλιπεν, εἰ μή τις αὐτὸν ἐπεγείρειεν θεῶν, ἢ ἑαυτὸν τοσοῦτον εὔφλεκτον καὶ εὐαίσθητον ἐξεργάσαιτο καὶ τρίβοι τοὺς τύπους ταῖς τῆς ἀναμνήσεως καὶ μελέτης καὶ μερίμνης ἐπιβολαῖς. τὸ γὰρ πολλάκις ἐθέλειν ἀκούειν καὶ λέγειν ὧν ἤκουσεν ἢ κατέλαβε διʼ ἑτέρας ἡστινοσοῦν αἰσθήσεως, τοῦτο ἀπεργάσεται τὸ μεμνῆσθαι κινουμένης ἀεὶ καὶ βάθος λαμβανούσης διὰ τὴς κινήσεως τῆς ἐναπομορχθείσης φαντασίας εἰς τὴν τῆς ψυχῆς ὑποδοχήν. ὡς γὰρ τὰ τρίμματα τῶν ἁμαξιτῶν κοιλαίνεται καὶ βάθος ἴσχει ταῖς πολλαῖς καὶ συνεχέσι καὶ καταγινομέναις τῶν τροχῶν ἐπιβολαῖς, οὕτω καὶ κατὰ τὴν ψυχήν τι συμβαίνει. τὸ δʼ εἰς ἅπαξ [*](574) καὶ πρῶτον καὶ μέχρι τινὸς καὶ ἕως τούτου λίαν ἐπιπολαίους
    316
    ποιεῖ τοὺς τύπους. οὕτω μὲν οὖν μνήμης περιέσῃ, καὶ εἰ μὴ τύχοις φύσει μετειληφώς.

    Ἤδη δὲ καὶ Σιμωνίδης καὶ πλείους μετʼ ἐκεῖνον μνήμης γνώμης ὁδοὺς προὐδίδαξαν, εἰδώλων παράθεσιν καὶ τόπων εἰσηγούμενοι πρὸς τὸ μνημονεύειν ἔχειν ὀνομάτων τε καὶ ῥημάτων· τὸ δέ ἐστιν οὐδὲν ἕτερον ἢ τῶν ὁμοίων πρὸς τὸ δοκοῦν καινὸν παραθεώρησις καὶ συζυγία πρὸς ἄλλο. τὸ γὰρ γνώριμον τοῦ γνωστοῦ τύπος τις καὶ ἴχνος καὶ λαβαὶ καὶ ἀφορμαί, καὶ τοῦτον τὸν τρόπον καὶ τὰς τῶν βαρβάρων φωνὰς συλλαβεῖν ἐστιν ἀντιτιθέντα τῷ γνωρίμῳ τὸ ἀντʼ αὐτοῦ, καὶ τούς τύπους τῶν πραγμάτων καταβλέποντα. ὁ δὲ τόπος τῆς μνήμης εἰς ἀφορμὴν ἔδωκεν, ὅτι μηδὲν ἄνευ τόπου, καὶ τὸ μέρος τοῦ λείποντος καὶ ὄλου. ὥσπερ γὰρ οἱ τὸ ἴχνος ἀνευρόντες κύνες καὶ τὴν χώραν τῶν ἰχνῶν κατὰ πόδας διώκουσι τὸ θηρίον, καὶ μόνον οὐκ ἔχειν ὑπολαμβάνουσιν, οὕτω δὴ καὶ τῷ σπουδάζοντι μνημονεύειν καὶ σώζειν τὰ μαθήματα θέλοντι τὰ μέρη τῶν μαθημάτων ἐστὶ θεωρητέον καὶ τὰ συμβεβηκότα αὐτοῖς, ἵνʼ ὅπου τύχοι προσβαλὼν ἐκεῖθεν αὐτῷ τὸ μνημονεύειν ὑπάρξαι. τοιγαροῦν καὶ τὰ μέτρα μᾶλλον μεμνήμεθα τῶν ἄνευ μέτρου πεποιημένων, ὅτι δὴ τὸ τοῦ ῥυθμοῦ καὶ τῆς εὐταξίας ἀνάλογον μνημονεύοντες καὶ τὰ καθʼ ἕκαστα τῶν ῥημάτων ἀνιχνεύομεν κατὰ πόδας ζητοῦντες τὸ λεῖπον ἐξ ὧν προειλήφαμεν. τὸ δὲ μέγιστον ἐν τούτοις, μελετᾶν ἀεὶ καὶ ἀπιστεῖν ὡς εἰδότι καὶ φοβεῖσθαι μὴ διαρρυέν σε τὸ μάθημα [*](575) οἰχήσεται. τὸ γὰρ ποιοῦν ἐπιλήσμονας ὑπόληψίς ἐστι τοῦ δοκεῖν εἰδέναι τὸ ἅπαξ ὀφθὲν ἢ λεχθὲν ἢ ἀκουσθέν,  καὶ τὸ προσδοκᾶν ὅτι καὶ εἰς νέωτα καὶ μετὰ χρόνον μοι παραμενεῖ, μή τι γε δὴ τρίτην ὕστερον ἡμέραν ἢ τετάρτην ἢ πέμπτην. ἔχει δὲ οὐχ οὕτως ἀλλʼ οἴχεται καὶ κατὰ μικρὸν διαφθείρεται καὶ δαπανᾶται μὴ μελετώμενον.

    317
    δεινὴ δὲ πρόφασις λήθης καὶ τὸ γεγράφθαι πού σοι τὰ μαθήματα καὶ ἐπὶ σχολῆς ἔχειν, ἐντυχόντα γνῶναι, καὶ ἀναλαβεῖν τὸ ἐκβεβλημένον. δεῖ δὲ οὐχ οὕτως, ἀλλʼ ἡγεῖσθαι μηδὲν ἐκείνων γεγράφθαι, μηδ᾿ [*]((719)) ἐπί σοι καθεστηκέναι διαναγνόντι καὶ ἐπιλεξαμένῳ μαθεῖν οἴου μηδὲ εἰδέναι γράμματα, τό γε ἐπὶ μνήμῃ, καὶ οὕτως ἔσῃ φροντιστὴς περὶ τὰ ἐγνωσμένα, καὶ μελετηρότατος εἰς μαθήματα. ἀμέλει τίς ἂν ἐπιλάθοιτο τοῦ ὀνόματος τῆς μητρὸς ἢ τοῦ πατρὸς ἢ τῆς πατρίδος ἢ τοῦ σφετέρου; ἃ δῆλον ὅτι διʼ οὐδὲν ἄλλο, ἢ ὅτι ἡ μελέτη τούτων ἀέναος γίνεται καὶ καθημερινή τε καὶ διὰ τέλους. τίς δέ ἐστιν ὅστις ἐρωμένης ἢ παιδικῶν ἐξελάθετο,  καὶ ὧν οὗτοι λέγουσιν ἢ πράττουσι; κἂν ληροῦντες τύχωσι, καὶ ὁτιοῦν φλυαροῦντες εἴπωσι, τοῦτο φροντίδι βεβαιωσάμενος περιφέρει καὶ μελέτῃ μακρᾷ τῷ πρὸς ἐκείνοις εἶναι τὴν γνώμην καὶ μετʼ ἐκείνων διαιτᾶσθαι. διὸ καὶ σοφούς τε καὶ ποιητικοὺς ὡς εἰκὸς ἀποτελεῖ ἡ μνήμη ὑποτρεφομένη. ἅμα τε γὰρ ἔσπασέ τι τῆς ἐπιθυμίας, καὶ ἐγέννησε τὸ μνημονεύειν ποθῶν ἀπερχόμενον [*](576) τὸ φανὲν κεχαρισμένον, καὶ σοφώτερος αὐτοῦ γεγενημένος καὶ ποιεῖν εἰς τὰ παιδικὰ ὀρέγεται καὶ γλίχεται τοῦ καλοῦ, καθάπερ τέως μελετηρὸς ὤν, νυνὶ δὲ πτερωθεὶς ὑπὸ μνημοσύνης, κἂν εἰ τύχοι ζωγραφικὸς ὢν ἢ πλαστικός, εἴδωλον ὁμοιότατον ἐκ τῆς μνήμης τῆς περὶ τῶν παιδικῶν συμπλάσεται καὶ διατυπώσει. νυστάζειν γὰρ αὐτὸν οὐκ ἐᾷ καὶ παριέναι τὰ μέρη τοῦ κάλλους ὁ πόθος ἐγκείμενος, οὐδὲ ἀμελῶς θεωρεῖν. οὐδὲ φιλάργυρος τῶν δραχμῶν ἐπιλήσεται τούτων ὧν ἀπέθηκεν εἰς τὸ ταμιεῖον φέρων, διὰ φροντίδος ἔχων ἃ διηρίθμησε καὶ συνήθροισε. φροντίζων δὴ καὶ σὺ περὶ ταῦτα ἃ μανθάνεις, εἰ βούλει μαθεῖν, καὶ μεθ᾿ ἡμέραν καὶ νύκτωρ, οὐκ ἐπιλήσῃ τὸ σύνολον, ἀλλʼ ἕξεις ἐπὶ τὴν χρείαν ἕτοιμα
    318
    ὑπόγυον, αὐτὰ καὶ πρὸ ὀλίγου τεθεραπευκὼς καὶ περὶ αὐτῶν διειλεγμένος. ἐὰν δὲ ἀνῇς, οἰχήσεται. πτερόεντα γοῦν οἱ ποιηταὶ τὰ ἔπη καὶ τὰ ῥήματα λέγουσιν, ὅτι τοῖς οὐκ ἀπρὶξ ἐχομένοις ἀναστάντα πέτεται. αἰνίττεται δὲ καὶ ὁ κατατετρῆσθαι δοκῶν πίθος, καὶ τὸ ἐν Ἅιδου κόσκινον, ὅτι μηδὲν στέγειν δυνάμεθα τῶν εἰς τὴν ψυχὴν εἰσιόντων, ἀλλʼ ἀπορρυτόν ἐστιν ἄνωθεν, ὥσπερ ἀπορρέοντός τινος ἀεὶ δεῖ τὸ ἐπεισρέον εἶναι. Ἀντιφῶν τε ἐν ταῖς ῥητορικαῖς τέχναις τὸ μὲν τὰ παρόντα ἔφη καὶ ὑπάρχοντα καὶ παρακείμενα αἰσθάνεσθαι κατὰ φύσιν εἶναι ἡμῖν, παρὰ φύσιν δὲ τὸ φυλάττειν αὐτῶν ἐκποδών γενομένων ἐναργῆ τὸν τύπον. ὅθεν ἐπειδὴ παρὰ φύσιν ἐστὶν τὸ μνημονεύειν, ἡ φροντὶς καὶ [*](577) ἡ ἄσκησις κράτιστον. ἀκροώμενος οὖν τῶν τε ἀποστοματιζόντων ἤτοι τὰ ἐσκεμμένα ἢ τοὺς αὐτοσχεδίους λόγους καὶ τῶν ἀναγνωσμάτων, πρῶτον μὲν τὴν ἰδέαν τοῦ λεγομένου περιλάμβανε, τοῦτο δέ ἐστιν ἡ περιβολὴ τῆς ἐννοίας καὶ ὁ κύκλος καὶ τὸ ἄρθρον τὸ περιγράφον καὶ ἀφορίζον τὰ μέρη τῶν μερῶν, οἷον εἰ μὲν προοίμιον εἴη, τίς ὁ λόγος τε καὶ ἡ ὑπόθεσις τῆς προοιμιακῆς ἐπιχειρήσεως, τοῦ ά, τοῦ β΄, τοῦ γʹ, τῶν ἄλλων ἐφεξῆς, καὶ τὸ διὰ τί εἴληπται λάμβανε. δεσμὸς γάρ ἐστι τῆς μνήμης σοι καὶ φυλακτήριον καὶ τὸ τοιοῦτον εἶδος λαβόντι. τὸ γὰρ διὰ τί τὸ κῦρος τῆς ἐπιστήμης καὶ τέχνης. ὡσαύτως γε μὴν καὶ περὶ τῆς διηγήσεως δηλώσεως οὔσης, εἴτε ἄνωθεν ἐξαρχῆς εἴτε καὶ πόθεν ἤρξατο καὶ τίνος χάριν, καὶ ταῦτα ἐπίκρινε. ὅταν δὲ ἅπτηται τῶν πίστεων, ἡγομένων τε καὶ ἀναγκαίων διάκρισιν ποιοῦ, καὶ τί τὸ κεφάλαιον τὸ ἰδικώτατόν ἐστιν αὐτῶν, καὶ πρὸς τί βλέπων λέγει καὶ πραγματεύεται. τὰ γὰρ καθʼ ἕκαστον τῶν ἐπιχειρημάτων ἐκ τούτων σοι παραστήσεται, μικροῦ δέω λέγειν ὅτι καὶ αὐτὰ τὰ ῥήματα ὅταν δʼ ἐκβοήσῃ τι
    319
    καλὸν καὶ καίριον καὶ περιττὸν καὶ συνέσεως ἀξίας ἐχόμενον, διότι τοιοῦτόν ἐστιν οὐκ ἀχρεῖον λαβεῖν εἰς ἀπομνημόνευσιν. ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τῶν ἐπιλόγων ἢ γὰρ αὔξει τὸ πρᾶγμα ἢ μὴ ταῖς ἐπανόδοις συστρέψας ἐν βραχεῖ διδάσκειν οἴεται δεῖν τὰ διὰ πολλῶν ἠνυσμένα. μαρτύριον δὲ πρὸς τοῖς εἰρημένοις οὐκ ἐλάχιστόν ἐστι τῆς μνήμης τὸ ἔργον ἡμέτερον εἶναι καὶ ἐφʼ ἡμῖν [*]((720)) τὸ τοὺς διαλυομένους, ὅταν καὶ ἀπαλλαττώμεθα ἀπʼ [*](578) ἀλλήλων παραπέμποντες ἢ προπεμπόμενοι, κελεύειν ἀλλήλων μεμνῆσθαι ἀπελθόντας· τοῦτο γὰρ σημαίνει τὸ ῥῆμα, ὅτι εἰ βουληθείημεν μὴ ἀμελεῖν τοῦ μεριμνᾶν, καὶ ἄποθεν ἀλλήλων μνημονεύοιμεν ἄν. τὰ δὲ ἐγκλήματα καὶ τὸ ἐπιτιμᾶν τοῖς μὴ μεμνημένοις οὐ σαφῶς εἰς τοῦτο φέρει τὸ δέον ἐπιμέλειαν ἔχειν μνημοσύνης καὶ τοῦ ἄποθεν ὄντος; ὅσα γοῦν οὐκ ἐφʼ ἡμῖν, ταῦτα οὐκ ἄν εἴη δίκαιον ἐπιτιμᾶν, οὐκ ἀμορφίαν, οὐ πήρωσιν, οὐδὲν τῶν ἄλλων ὅσαπερ οὐκ ἐφʼ ἡμῖν.

    Ὅτι τὰ τελικὰ καλούμενα κεφάλαια, περὶ ὧν ἡ σκέψις,  σύμπασιν ἐν τοῖς τρισὶν εἴδεσι τῶν λόγων ζητεῖσθαι δύναται. αἰ μὲν γὰρ συμβουλαὶ διττῶς διανέμονται καὶ ταύτης τῆς τιμῆς τυγχάνουσι· καὶ φέρε εἴπωμεν συμβουλίαν. κατατρέχοντος τοῦ Φιλίππου συνεχῶς τὴν Χερρόνησον γράφει Δημοσθένης διορύξαι τὸν ἰσθμὸν αὐτῆς λέξεις γὰρ οὕτω. παράνομα ταύτʼ ἐστιν, ὦ Δημόσθενες, ἂ γράφεις· καινὰ γὰρ καὶ ἄτοπα καὶ παρὰ τὸν τῆς φύσεως νόμον καὶ μὴ δόξαντα τοῖς προγόνοις μηδὲ τῷ θεῷ Διΐ, καὶ γὰρ ἂν ἔθηκε νῆσον, εἴπερ  ἠβούλετο. ἀλλʼ εἰ καὶ παράνομα, συμφέροντα μέντοι πρακτέα· τὰ γὰρ καινὰ ἐὰν σώζῃ τὴν Χερρόνησον,

    320
    πῶς οὐκ ἀναγκαῖα; τὰ δʼ ἀναγκαῖα πῶς ἐν Χερρονήσῳ καὶ τὴν ὑπὲρ αὐτῶν δαπάνην ὑποστῆναι; οὐ βοηθεῖν, [*](579) ἐν ᾧ τὸ πρέπον κατασκευάσεις· ἢ καὶ ἑτέρῳ τρόπῳ βοηθεῖν οἷόν τέ ἐστιν αὐτοῖς, ὅτι χαλεπὸν πορίσασθαι δύναμιν, οὐδὲ δυνατὸν τὴν ἐκείνῳ παραταξαμένην· εἰ οὔτε ῥᾴδιον, οὔτε εὔπορον, οὔτε δυνατὸν ὅλως διορύξαι τὴν Χερρόνησον· δεῖ γὰρ ἀμυθήτων χρημάτων, καὶ διχῆ δαπανᾶν εἰς τοὺς προαγωνιζομένους καὶ εἴργοντας τὴν Φιλίππου δύναμιν ἀπὸ τῶν ἐργαζομένων καὶ τῶν διασκαπτόντων, καὶ εἰς αὐτοὺς τοὺς ὀρύττοντας καὶ μεταλλεύοντας τὸ χωρίον, οὐκ ὀλίγους οὐδʼ εὐαριθμήτους. ὁ δὲ χρόνος ὅσος; εἰ δὲ καὶ πέτρᾳ ἐπιτύχοιεν δυσκατεργάστῳ καὶ ἀντιτύπῳ; εἰ δὲ χαλεπήνειεν καὶ τὸ δαιμόνιον, ὡς βίαιόν τι ποιούντων ἡμῶν καὶ ἀθέμιτον, καὶ παρὰ τοὺς νόμους τῶν θεῶν; ἐν ᾧ ὅτι πανταχόθεν οὔτε ἀσύμφορον, οὔτε ὁλόκληρον ἐργῶδες τὸ ἐγχείρημα, ἀλλὰ καὶ ὀλίγα ἀρκέσει χρήματα· κἂν εἰ πολλὰ εἰσάπαξ ἀναλώσωμεν, τὸν δὲ ἅπαντα ἐν ἀσφαλεῖ τὰς πόλεις ἕξομεν καὶ ὀχυρῷ, ἐν ᾧ ὅτι ἐν θαλάττῃ πάντων ἀνθρώπων ἀμείνους ἐσμέν, καὶ ὅσα ἐν ταῖς νήσοις ἔχομεν, ἄληπτα ταῦτα καὶ ἀχείρωτα ἄλλοις. καρπωσόμεθα οὖν καὶ Χλερρόνησον, ὡς Λῆμνον, ὡς Σκῦρον.