Ars rhetorica

Cassius Longinus

Cassius Longinus. Rhetores Graeci, Volume 1. Spengel, Leonard, editor. Leipzig: Teubner, 1853.

Οὐκ ἐλάχιστον δὲ μέρος τῆς μεθόδου τῆς κατὰ τὴν ῥητορικὴν τέχνην τὸ τῆς λέξεώς ἐστι· τὰ γὰρ ἐνθυμήματα καὶ πάντα τὰ μέρη τοῦ λόγου φαίνεται τοιαῦτα τοῖς ἀκούουσιν, ὁποῖά ποτʼ ἂν εἴη τὰ τῶν λέξεων. φῶς γὰρ ὥσπερ τῶν νοημάτων τε καὶ ἐπιχειρημάτων ὁ τοιοῦτος λόγος, ἀποσαφῶν τοῖς δικασταῖς τὴν πιθανότητα τῆς πίστεως· οὐ τοίνυν ἀμελητέον αὐτῶν, ἀλλʼ ὡς ἔνι μάλιστα φυλακτέον παραδείγμασι χρωμένους τοῖς ἄριστα τῶν ῥητόρων τούτῳ τῷ μέρει χρησαμένοις, καὶ περικαλλῶς τε καὶ ποικίλως τὴν ἐξαγγελίαν ἠσκημένοις· πλέον γὰρ οὐδʼ ὁτιοῦν ἔσται τῆς ἀγχινοίας καὶ τῆς ὀξύτητος τῆς ἐπὶ τῇ κρίσει καὶ διαιρέσει καὶ περισκέψει τῆς γνώμης καὶ τῶν καθʼ ἕκαστον λογισμῶν, εἰ μὴ συνθεῖναι τῇ βελτίστῃλέξει τὰ νοήματα, καὶ ῥυθμοῖς χρήσῃ πρεπωδεστάτοις ἐκλέξει τε καὶ θέσει τῶν ὀνομάτων καὶ πλήθει ῥημάτων.

305
πολλὰ γὰρ τὰ κηλοῦντα τὸν ἀκροατὴν ἄνευ τῆς διανοίας καὶ τῆς πραγματικῆς κατασκευῆς καὶ τῆς ἠθικῆς πιθανότητος· τὸ γὰρ μουσικὸν καὶ εὔτακτον τῆς ἑρμηνεύσεως ἔμφυτον ἅπασι καὶ τοῖς ἀγελαίοις ζῴοις, οὔτι γε πολιτικῷ τε καὶ λογικῷ καὶ τάξεως αἴσθησιν εἰληφότι. εἰ τοίνυν τὸ μουσικόν τε καὶ ἐναρμόνιον καὶ ῥυθμικὸν [*](559) ξύμμετρόν τε καὶ ξυμμελὲς ἐξεργάσαιο καὶ διαπονήσαις εἰς τὸ ἀκριβέστατον, τῶν μὲν ἀφαιρῶν μέρη, τοῖς δὲ προσάπτων, ἐν καιρῷ καὶ χρείᾳ καὶ καλλονῇ διαμετρῶν τὸ δέον, ἔσται σοι πιθανώτατος ὁ λόγος καὶ ῥητορικώτατος, οἵα τε ἡ παρʼ Ὁμήρῳ ποίησις μὴ παρὰ φαῦλον ἡγησαμένῳ μηδὲ ἐν εὐτελεῖ, ἀναγνωστέον ἐν εὐτελεῖ ἑκάτερον γὰρ αὐτῶν ἔχει λόγον εὐπρεπῆ· τὸ τοιοῦτον, καὶ παρʼ Ἀρχιλόχῳ τῷ Παρίῳ. καὶ γὰρ οὗτος ἤσκηται· ἔτι δὲ καὶ τὸ τῶν τραγῳδοποιῶν φῦλον καὶ τὸ τῶν κωμῳδῶν, μελοποιῶν τε καὶ τῶν τοιούτων, τό τε τῶν σοφιστῶν, ὅπου μηδὲ τοῖς φιλοσοφοῦσιν ὑπερεώραται καὶ παρημέληται· τῷ μὲν γὰρ Πλάτωνι καὶ τῷ Ξενοφῶντι Αἰσχίνῃ τε καὶ Ἀντισθένει περιττῶς διαπεπόνηται καὶ ἱκανῶς ἠκρίβωται. τῶν δὲ ῥητόρων τῷ κορυφαίῳ ταύτην εἶναι συμβέβηκε τὴν ἀρετήν, καὶ παρὰ τοῦτο κρατεῖν ἂν δοκοίη τῶν ἑτέρων τῶν ἐκ ταὐτοῦ γένους.

Τὸ δὲ ἔργον αὐτῆς σαφῶς τε καὶ καθαρῶς διελθεῖν γνωρίμως τε καὶ γνωστῶς τοῖς ἀκούουσι, καὶ παρὰ τοῦτο μηδὲν ἐλλιπεῖν τῆς σεμνότητος, ἀλλὰ δοκεῖν μὲν κατὰ τὰ αὐτὰ τοῖς πολλοῖς συντιθέναι τὰ μόρια καὶ τὰ σημαίνοντα τὰ πράγματα τῆς διανοίας σύμβολα, συγκεκρᾶσθαι δὲ τῷ γνωστῷ καὶ τὸ ξένον, ἔτι δὲ τὸ καινόν τε καὶ περικαλλὲς τῆς ἀφηγήσεως· δεῖ γὰρ δύο τούτους ποιήσασθαι [*](560) σκοπούς, τὴν δήλωσιν τοῦ πράγματος καὶ τὸ μεθʼ ἡδονῆς δηλοῦν. οὐ γὰρ ψυχαγωγήσεις μὴ γοητεύων μετά τινος χάριτος καὶ ἡδονῆς μεταβολῇ τε καὶ ποικιλίᾳ τῶν

306
ὀνομάτων εἰ δὲ ὑπερβαίνοις ἀκαίρως ἀπαρτῶν τὸν λόγον μιᾶς λέξεως καὶ μετατιθεὶς τὴν ἀκολουθίαν, πρὸς ὀργὴν ἥξεις καὶ πρὸς ἀχθηδόνα, καὶ ἀμφίβολον τὴν λέξιν καὶ μεγάλας ἐλλείψεις ἔχουσαν, κἂν ὑπὲρ τὸν καιρὸν ἡ περίοδος περιγράφηται, καὶ τούς ὅρους μείζονας τοῦ μέτρου λαμβάνειν. πεφύλαξο δὲ τοῖς λίαν ἀρχαίοις καὶ ξένοις τῶν ὀνομάτων καταμιαίνειν τὸ σῶμα τῆς λέξεως καὶ τὴν ὑφὴν τῆς παρασκευῆς. οὐκ ἀχρεῖον δὲ οὐδὲ τῶν Ἰσοκράτους παραγγελμάτων ἐντρέπεσθαι, μὴ τραχύνειν τὸν λόγον τῇ παραθέσει καὶ συμπλοκῇ τῶν καλουμένων φωνηέντων, ἃ τὴν κρᾶσιν οὐκ ἀνέχεται καὶ τὸν λόγον [*](561) οὐχ ὁμοίως συνυφαίνειν ἔοικεν, οὔτε λείως τε καὶ ἀπταίστως εἰς τὴν ἀκοὴν παρίησιν, ἀλλʼ ἐπιλαμβάνεται τοῦ πνεύμονος καὶ ἐπίσχει τὸ πνεῦμα τῆς φωνῆς. τῆς δʼ εὐρυθμίας τὸ γνώρισμα δῆλον τῷ συνειθισμένῳ τὸ τῶν εὐρύθμων καὶ ἀποτετορνευμένων καὶ στρογγύλων ἀποδέχεσῦαι λόγων, καὶ τετριμμένῳ τὰ ὦτα πρὸς τὴν σύνθεσιν τῶν τε σεμνῶν καὶ ἀρχαίων λόγων, ὧν κατέλεξα [*]((714)) τοὺς εὑρετὰς καὶ πρώτους φήναντας τὰ παραδείγματα τῆς καλλιλογίας. ἴδοις δʼ ἂν αὐτοὺς προσέχων τὴν γνώμην παρὰ μέρη διῃρημένους τὴν κατὰ τὴν εὐφωνίαν ἐπιμέλειαν. ἢ γὰρ προσέθεσάν τι μόριον τῷ κοινῷ καὶ ἁπλῶς καὶ ἀργῶς λεγομένῳ καὶ κατὰ τοὺς πολλοὺς καὶ ἰδιώτας τῷ δημοσιεύοντι λόγῳ καὶ παρὰ πᾶσι λεγομένῳ· τὸ γὰρ παίζεις παντὸς εἰπεῖν καὶ τοῦ προστυχόντος, παίζεις δὲ ἔχων τινὰ ἴδιον τύπον φωνῆς καὶ διαλέκτου παρίστησι· πολλὰ δέ ἐστι τῶν προστιθεμένων ἐκ περιουσίας, καὶ πάντα σχεδὸν τὰ μέρη τοῦ λόγου μέχρι καὶ γραμμάτων· ἐπιβάλλουσι δὲ καὶ δύο μέρη πολλάκις καὶ πλείονα. καὶ περὶ τούτων τηρητέον ἔστι σοι καὶ φυλακτέον τῆς φωνῆς τὸν τύπον· σαυτοῦ γὰρ οὐ θήσεις οὐδὲ εἰσοίσεις ἴδιον νόμον, ὧν δεῖ προσνέμειν· οὐ γὰρ
307
ἐφʼ ἡμῖν ὁ νόμος τῶν λόγων, ἀλλʼ ἡμεῖς ἐπὶ τῷ νόμῳ. ἢ κατὰ ἀφαίρεσιν ἐν ἀρχῇ τε καὶ ἐπιμελείᾳ ἐπιβάλλεται. καὶ [*](562) ποικίλον τι καὶ περιττῶς ἔχον φαίνεται, καθάπερ ὅταν λέγω, καὶ χαλκοῦν μὲν ἔστησαν τόνδε, καὶ σίτησιν ἔδοσαν, καὶ τῆς γῆς τεμόντες, καὶ τὰ πρὸς ἡμὰς οὕτως ἔχουσι. λείπειν δʼ ἀξιοῦσι προθέσεις, συνδέσμους, ἅπαντα τὰ μέρη, καὶ σύνδυο τῶν μερῶν τοῦ λόγου.