Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

  • Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τοῦ κατὰ πασῶν αἱρέσεων
  • ἐλέγχου·

    v.1.p.346

    Τίς ἡ δόξα Βασιλείδου, καὶ ὅτι τοῖς Ἀριστοτέλους δόγμασι καταπλαγεὶς ἐξ αὐτῶν τὴν αἵρεσιν συνέστησε.

  • Καὶ τίνα Σατορνεῖλος λέγει ὁ Βασιλείδῃ [σχεδὸν]
  • συνακμάσας.

    Πῶς δὲ Μένανδρος ἐπεβάλετο εἰπεῖν ὑπὸ ἀγγέλων τὸν κόσμον γεγονέναι.

    Τίς ἡ Μαρκίωνος ἀπόνοια, καὶ ὅτι τὸ δόγμα αὐτοῦ οὐ

  • καινόν, οὐδὲ ἐξ ἁγίων γραφῶν, ἀλλὰ Ἐμπεδοκλέους τυγχάνει.
  • Πῶς Καρποκράτης ματαιάζει, καὶ αὐτὸς ὑπὸ ἀγγέλων τὰ ὄντα φάσκων γεγενῆσθαι.

    Ὅτι Κήρινθος μηδὲν ἐκ γραφῶν, ἀλλ᾿ ἐκ τῶν Αἰγυπτίοις δοξάντων δόξαν συνεστήσατο.

  • Τίνα τὰ τοῖς Ἐβιωναίοις δοκοῦντα, καὶ ὅτι ἤθεσιν
  • Ἰουδαϊκοῖς μᾶλλον προσέχουσι.

    Πῶς καὶ ὁ Θεόδοτος πεπλάνηται, ἃ μὲν τῶν Ἐβιωναίων ἐρανισάμενος [ἃ δὲ τοῦ Κηρίνθου].

    Καὶ τίνα Κέρδωνι ἔδοξε, καὶ αὐτῷ τὰ Ἐμπεδοκλέους

  • εἰπόντι καὶ κακῶς προβιβάσαντι τὸν Μαρκίωνα.
  • Καὶ πῶς Λουκιανός, μαθητὴς γενόμενος Μαρκίωνος, ἀπηρυθρίασεν ὁμοίως τὸν θεὸν βλασφημῆσαι.

    Οὗ καὶ Ἀπελλῆς γενόμενος μαθητὴς οὐ τὰ αὐτὰ τῷ διδασκάλῳ ἐδογμάτισεν, ἀλλὰ ἐκ φυσικῶν δογμάτων κινηθεὶς

  • τὴν οὐσίαν τοῦ παντὸς ὑπέθετο.
  • Πελάγει κλυδωνιζομένῳ ὑπὸ βίας ἀνέμων ἐοικότα ὁρῶντας τὰ τῶν αἱρετικῶν δόγματα ἐχρῆν τοὺς ἀκροατὰς παραπλεῖν ἐπιζητοῦντας τὸν εὔδιον λιμένα. Τὸ γὰρ τοιοῦτον πέλαγός ἐστι καὶ θηριῶδες καὶ δύσβατον, ὡς εἰπεῖν τὸ Σικελιωτικόν,

  • ἐν ᾧ μυθεύεται Κύκλωψ καὶ Χάρυβδις καὶ Σκύλλα . . .
  • καὶ τὸ Σειρήνων ὄρος, ὃ διαπλεῦσαι φάσκουσι τὸν Ὀδυσσέα Ἑλλήνων οἱ ποιηταὶ πανούργως χρησάμενον τῇ τῶν παραξένων θηρίων δεινότητι· διάφορος γὰρ ἡ τούτων ὠμότης πρὸς τοὺς διαπλέοντας ἦν. Αἱ δὲ Σειρῆνες λιγὺ ᾄδουσαι καὶ μουσικὸν
    v.1.p.348
  • ἠπάτων τοὺς παραπλέοντας, πείθουσαι ἡδείᾳ φωνῇ προσάγειν
  • τοὺς ἀκροωμένους. Τοῦτο μαθόντα φασὶ τὸν Ὀδυσσέα κατακηρῶσαι τὰς ἀκοὰς τῶν ἑταίρων, ἑαυτὸν δὲ τῷ ξύλῳ προσδήσαντα παραπλεῦσαι ἀκινδύνως τὰς Σειρῆνας κατακούσαντα τῆς τούτων ᾠδῆς. Ὃ ποιῆσαι τοῖς ἐντυγχάνουσιν συμβουλὴ [ἐμή],
  • καὶ ἢ τὰ ὧτα κατακηρώσαντας δι᾿ ἀσθένειαν διαπλεῦσαι τὰ
  • τῶν αἱρέσεων δόγματα μηδὲ κατακούσαντας πείθειν εὐκόλως δυνάμενα πρὸς ἡδονήν, ὡς λιγυρὸν ᾆσμα Σειρήνων, ἢ ἑαυτὸν τῷ ξύλῳ Χριστοῦ προσδήσαντα πιστῶς κατακούσαντα μὴ ταραχθῆναι, πεποιθότα ᾧ προσέσφιγκται, καὶ ἑστηκέναι ὀρθῶς.

  • Ἐπειδὴ οὗν ἐν ταῖς πρὸ ταύτης βίβλοις ἓξ ἐκτεθείμεθα
  • τὰ πρότερα, δοκεῖ νῦν τὰ Βασιλείδου μὴ σιωπᾷν, ὄντα Ἀριστοτέλους τοῦ Σταγειρίτου δόγματα, οὐ Χριστοῦ. Ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται τὰ Ἀριστοτέλει δοκοῦντα, οὐδὲ νῦν ὀκνήσομεν προϋποθέσθαι ἐν συντόμῳ, πρὸς τὸ τοὺς ἐντυγχάνοντας
  • διὰ τῆς τούτων ἔγγιον ἀντιπαραθέσεως συνιδεῖν εὐκόλως τὰ
  • ὑπὸ Βασιλείδου ὄντα Ἀριστοτελικὰ σοφιστεύματα.

    Ἀριστοτέλης μὲν οὗν τὴν οὐσίαν διαιρεῖ τριχῶς. Ἔστι γὰρ αὐτῆς τὸ μέν τι γένος, τὸ δέ τι εἶδος, ὡς ἐκεῖνος λέγει, τὸ δέ τι ἄτομον· ἄτομον δὲ οὐ διὰ σμικρότητα σώματος, ἀλλὰ

  • φύσει τομὴν ἀναδέξασθαι μηδ᾿ ἥντινα οὗν δυνάμενον. Τὸ δὲ
  • γένος ἐστὶν οἱονεὶ σωρός τις ἐκ πολλῶν καὶ διαφόρων καταμεμιγμένος σπερμάτων, ἀφ᾿ οὗ γένους οἱονεί τινος σωροῦ πάντα τὰ τῶν γεγονότων εἴδη διάκεινται. Καὶ ἔστι τὸ γένος [αἴτι]ον πᾶσι τοῖς γεγενημένοις ἀρκοῦν. Ἵνα δὲ σαφὲς ἔσται τὸ λεγόμενον,
  • δείξω διά του παραδείγματος, δι᾿ οὗ ἐπὶ τὴν ὅλην τοῦ
  • Περιπάτου θεωρίαν ἀναδραμεῖν ἔσται.