Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Ἔστι μὲν οὗν ἡ Οὐαλεντίνου αἵρεσις Πυθαγορικὴν

  • ἔχουσα καὶ Πλατωνικὴν τὴν ὑπόθεσιν. Καὶ γὰρ Πλάτων ὅλως
  • ἐν τῷ Τιμαίῳ τὸν Πυθαγόραν ἀπεμάξατο· τοιγαροῦν καὶ ὁ Τίμαιος αὐτός ἐστιν αὐτῷ Πυθαγόρειος ξένος. Διὸ δοκεῖ ὀλίγα τῆς Πυθογορείου καὶ Πλατωνικῆς ὑπομνησθέντας ὑποθέσεως ἄρξασθαι καὶ τὰ Οὐαλεντίνου λέγειν. Εἰ γὰρ καὶ ἐν τοῖς
  • πρότερον ὑφ᾿ ἡμῶν πεπονημένοις ἔγκεινται καὶ τὰ Πυθαγόρᾳ
  • καὶ Πλάτωνι δεδοκημένα, ἀλλά γε καὶ νῦν οὐκ ἀλόγως ὑπομνησθήσομαι δι᾿ ἐπιτομῆς καὶ κορυφαιότατα τῶν αὐτοῖς ἀρεσκομένων, πρὸς τὸ εὐεπίγνωστα γενέσθαι τὰ Οὐαλεντίνῳ δόξαντα διὰ τῆς ἐγγίονος παραθέσεως καὶ ὁμοίας συγκρίσεως τῶν μὲν
  • πάλαι ἀπ᾿ Αἰγυπτίων ταῦτα παραλαβόντων καὶ εἰς Ἕλληνας
  • μεταδιδαξάντων, τοῦ δὲ παρὰ τούτων, ὅτι δὲ παρ᾿ αὐτῶν, διαψευσαμένου ἰδίαν τε δόξαν συστῆσαι πεπειραμένου, . . . σπαράξαντα μὲν τὰ ἐκείνων ὀνόμασι καὶ ἀριθμοῖς, ἰδίως δὲ καλέσαντα καὶ μέτροις διορίσαντα, ὅπως αἵρεσιν Ἑλληνικὴν ποικίλην
  • μέν, ἀσύστατον δὲ καὶ οὐκ ἀνήκουσαν Χριστῷ συστήσῃ.
  • Ἡ μὲν οὖν ἀρχὴ τῆς ὑποθέσεώς ἐστιν ἐν τῷ Τιμαίῳ τῷ Πλάτωνι σοφία Αἰγυπτίων· ἐκεῖθεν γὰρ ὁ Σόλων τὴν ὅλην ὑπόθεσιν περὶ τῆς κόσμου γεννήσεως καὶ φθορᾶς παλαιῷ τινὶ

    v.1.p.260
    λόγῳ καὶ προφητικῷ, ὡς φησὶν ὁ Πλάτων, τοὺς Ἕλληνας ἐδίδαξε,
  • παῖδας νέους ὄντας καὶ πρεσβύτερον ἐπισταμένους μάθημα
  • οὐδὲν θεολογούμενον. Ἵν᾿ οὗν παρακολουθήσωμεν τοῖς λόγοις, οἷς καταβέβληται Οὐαλεντῖνος, προεκθήσομαι νῦν, τίνα ἐστὶν ἃ Πυθαγόρας ὁ Σάμιος μετὰ τῆς ὑμνουμένης ἐκείνης παρὰ τοῖς Ἕλλησι σιγῆς φιλοσοφεῖ, εἶθ᾿ οὕτως ταῦτα, ἃ Πυθαγόρου
  • λαβὼν καὶ Πλάτωνος Οὐαλεντῖνος σεμνολογῶν ἀνατίθησι
  • Χριστῷ καὶ πρὸ τοῦ Χριστοῦ τῷ πατρὶ τῶν ὅλων καὶ σιγῇ τῇ συνεζευγμένῃ τῷ πατρί.

    Πυθαγόρας τοίνυν ἀρχὴν τῶν ὅλων ἀγέννητον ἀπεφήνατο τὴν μονάδα, γεννητὴν δὲ τὴν δυάδα καὶ πάντας τοὺς

  • ἄλλους ἀριθμούς. Καὶ τῆς μὲν δυάδος πατέρα φησὶν εἶναι τὴν
  • μονάδα, πάντων δὲ τῶν γεννωμένων μητέρα δυάδα, γεννητὴν γεννητῶν. Καὶ Ζαράτας ὁ Πυθαγόρου διδάσκαλος ἐκάλει τὸ μὲν ἓν πατέρα, τὰ δὲ δύο μητέρα. Γεγέννηται γὰρ ἐκ μὲν μονάδος δυὰς κατὰ τὸν Πυθαγόραν, καὶ ἔστιν ἡ μὲν μονὰς ἄρρεν
  • καὶ πρώτη, ἡ δὲ δυὰς θῆλυ. Παρὰ τῆς δυάδος δὲ πάλιν, ὡς
  • ὁ Πυθαγόρας λέγει, ἡ τριὰς καὶ οἱ ἐφεξῆς ἀριθμοὶ μέχρι τῶν δέκα. Τοῦτον γὰρ οἶδε μόνον τέλειον ἀριθμὸν Πυθαγόρας τὸν δέκα· τὸν γὰρ ἕνδεκα καὶ δώδεκα προσθήκην καὶ ἐπαναποδισμὸν τὴς δεκάδος, οὐκ ἄλλου τινὸς ἀριθμοῦ γέννησιν τὸ προστιθέμενον.
  • Πάντα δὲ σώματα στερεὰ ἐξ ἀσωμάτων γεννᾷ. Τῶν
  • τε γὰρ σωμάτων καὶ ἀσωμάτων· ὁμοῦ στοιχεῖον εἶναι φησὶ καὶ ἀρχὴν τὸ σημεῖον ὅ ἐστιν ἀμερές, γίνεται δὲ, φησίν, ἐκ σημείου γραμμή, καὶ [ἐκ γραμμῆς ἐπιφάνεια], ἐπιφάνεια δὲ ῥυεῖσα εἰς βάθος στερεὸν ὑφέστηκε, φησί, σῶμα. Ὅθεν καὶ ὅρκος τίς
  • ἐστι τοῖς Πυθαγορικοῖς ἡ τῶν τεσσάρων στοιχείων συμφωνία.
  • Ὀμνύουσι δ᾿ οὕτως· Ναὶ μὰ τὸν ἁμετέρᾳ κεφαλᾴ παραδόντα τετρακτύν, Πηγὴν ἀενάου φύσεως [ῥιζώματ᾿] ἔχουσαν. Ἔστι δὲ ἡ τετρακτὺς τῶν φυσικῶν καὶ στερεῶν σωμάτων ἀρχή,
  • ὡς ἡ μονὰς τῶν νοητῶν. Ὅτι δὲ καὶ ἡ τετρακτὺς γεννᾷ, φησί,
  • τὸν τέλειον ἀριθμόν, ὡς ἐν τοῖς νοητοῖς [ἡ μονάς], τὸν δέκα,
    v.1.p.262
    διδάσκουσιν οὕτως. Εἵ ἀρξάμενος ἀριθμεῖν λέγει τις ὅτι ἕν, καὶ ἐπιφέρει δύο, ἔπειτα ὁμοίως τρία, ἔσονται ταῦτα ἕξ· πρὸς δὲ τούτοις ἔτι τέσσαρα, ἔσται ὁμοίως τὸ πᾶν δέκα. Τὸ γὰρ ἕν,
  • δύο, τρία, τέσσαρα γίνεται δέκα, ὁ τέλειος ἀριθμός. Οὕτως,
  • φησί, κατὰ πάντα ἐμιμήσατο ἡ τετρακτὺς τὴν νοητὴν μονάδα, τέλειον ἀριθμὸν γεννῆσαι δυνηθεῖσαν.

    Δύο οὖν κατὰ τὸν Πυθαγόραν εἰσί κόσμοι, εἷς μὲν νοητός, ὃς ἔχει τὴν μονάδα ἀρχήν, εἷς δὲ αἰσθητός, τούτου δέ

  • ἐστι τετρακτὺς ἔχουσα ἰῶτα, τὴν μίαν κεραίαν, ἀριθμὸν τέλειον·
  • καὶ ἔστι κατὰ τοὺς Πυθαγορικ(??)ς τὸ ῑ, ἡ μία κεραία, πρώτη καὶ κυριωτάτη καὶ τῶν νοητῶν οὐσία νοητῶς καὶ αἰσθητῶς λαμβανομένη· συμβεβηκότα γένη ἀσώματα ἐννέα, ἃ χωρὶς εἶναι τῆς οὐσίας οὐ δύναται, ποιὸν καὶ ποσὸν καὶ πρός τι καὶ
  • ποῦ καὶ πότε καὶ κεῖσθαι καὶ ἔχειν καὶ ποιεῖν καὶ πάσχειν.
  • Ἔστιν οὗν ἐννέα τὰ συμβεβηκότα τῇ οὐσίᾳ, οἶς ἀριθμουμένη συνέχει τὸν τέλειον ἀριθμόν, τὸν ῑ. Διόπερ διῃρημένου τοῦ παντός, ὡς εἴπομεν, εἰς νοητὸν καὶ αἰσθητὸν κόσμον,
  • ἔχομεν καὶ ἡμεῖς ἀπὸ τοῦ νοητοῦ τὸν λόγον, ἵνα τῷ λόγω τὴν
  • τῶν νοητῶν καὶ ἀσωμάτων καὶ θείων ἐποπτεύωμεν οὐσίαν, αἰσθήσεις δὲ, φησίν, ἔχομεν πέντε, ὄσφρησιν, ὅρασιν, ἀκοήν, γεῦσιν καὶ ἁφήν, ἐν οἷς τῶν αἰσθητῶν ἐρχόμεθα εἰς γνῶσιν· καὶ οὕτω, φ(??)ίν, ἐστὶ διῃρημένος ὁ αἰσθητὸς ἀπὸ τοῦ νοητοῦ
  • κόσμου. Καἴ ὅτι ἔχομεν γνώσεως ὄργανον πρὸς ἑκάτερον αὐτῶν,
  • ἐντεῦθεν κατανοῶμεν. Οὐδὲν, φησί, τῶν νοητῶν γνωστὸν ἡμῖν δύναται γενέσθαι δι᾿ αἰσθήσεως· ἐκεῖνο γὰρ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτ᾿ ἔγνω, φησί, τῶν ἄλλων αἰσθήσεων οἱαδητισοῦν. Οὐδ᾿ αὖ πάλιν τῷ λόγῳ εἰς γνῶσιν
  • τῶν αἰσθητῶν οὐχ οἷόν τε ἐλθεῖν τινός, ἀλλὰ δεῖ ὅτι λευκόν
  • ἐστιν ἰδεῖν, καὶ γεύσασθαι ὅτι γλυκύ, καὶ ὅτι ᾠδικὸν ἤ ἀπῳδικὸν ἀκούσαντας εἰδέναι, καὶ εἴ τι τῶν ὀσμῶν ἐστὶν εὐῶδες ἢ ἀηδές, ὀσφρήσεως ἔργον, οὐ λόγου. Ὡσαύτως δὲ ἔχει καὶ τὰ τῆς ἁφῆς· σκληρὸν γὰρ ἢ ἁπαλόν, ἢ θερμὸν ἢ ψυχρὸν οὐχ
  • οἷόν τε ἐστὶν ἀκούσαντα εἰδέναι, ἀλλὰ γὰρ τῶν τοιούτων ἐστὶ
  • v.1.p.264
    κρίσις ἡ ἁφή. Τούτων οὕτως ὑφεστηκότων, ἡ διακόσμησις τῶν γεγονότων καὶ γινομένων ἀριθμητικῶς γινομένη θεωρεῖται. Ὃν γὰρ τρόπον ἀπὸ μονάδος ἀρξάμενοι κατὰ προσθήκην μονάδων ἢ τριάδων καὶ τῶν ἐξῆς ἀθροιζομένων ἀριθμῶν ἕν τι σύστημα
  • ποιοῦμεν μέγιστον ἀριθμοῦ, εἶτα πάλιν ἀπὸ τοῦ κατὰ τὴν σύνθεσιν
  • ἀθροισθέντος ἀφαιρέσει τινὶ καὶ ἀναποδισμῷ λύσιν τῶν συνεστώτων ἀριθμητικῶς ἐργαζόμεθα·

    οὕτω φησὶ καὶ τὸν κόσμον ἀριθμητικῷ τινὶ καὶ μουσικῷ δεσμῷ δεδεμένον ἐπιτάσει καὶ ἀνέσει καὶ προσθήκῃ καὶ ἀφαιρέσει ἀεὶ καὶ διὰ παντὸς

  • ἀδιάφθορον φυλαχθῆναι. Τοιγαροῦν καὶ περὶ τῆς διανομῆς
  • τοῦ κόσμου ἀποφαίνονται τοιοῦτόν τινα τρόπον οἱ Πυθαγορικοί· ἠ γὰρ καὶ πάρος ἦν τε καὶ ἔσσεται, οὐδέ ποτ᾿, οἴω, τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών. Τίνων δὲ τούτων; τοῦ νείκους καὶ τῆς φιλίας. Ἀπεργάζεται
  • δὲ αὐτοῖς ἡ φιλία ἄφθαρτον, ἀΐδιον τὸν κόσμον, ὡς ὑπονοοῦσιν·
  • ἔστι γὰρ ἡ οὐσία καὶ ὁ κόσμος ἕν· τὸ δὲ νεῖκος διασπᾷ καὶ διαφέρει καὶ πολλὰ πειρᾶται καταδιαιροῦσα τὸν κόσμον ποιεῖν. Ὥσπερ εἴ τις ἀριθμητικῶς τὴν μυριάδα εἰς χιλιάδας καὶ ἑκατοντάδας καὶ δεκάδας, καὶ δραχμὰς εἰς ὀβολοὺς καὶ κοδράντας
  • μικροὺς κατακερματίσας τέμνει, οὕτω τὸ νεῖκος τὴν
  • οὐσίαν τοῦ κόσμου, φησί, τέμνει εἰς ζῷα, φυτά, μέταλλα καὶ τὰ τούτοις παραπλήσια· καὶ ἔστι τῆς γενέσεως τῶν γινομένων πάντων κατ᾿ αὐτοὺς δημιουργὸς τὸ νεῖκος, ἡ δ᾿ αὖ φιλία ἐπιτροπεύουσα καὶ προνοουμένη τοῦ παντὸς ἵνα μένῃ, καὶ εἰς τὸ
  • ἓν τὰ διῃρημένα καὶ τοῦ παντὸς ἀπεσπασμένα συνάγουσα καὶ
  • ἐξάγουσα τοῦ βίου, συνάπτει καὶ προστίθησι τῷ παντί, ἵνα μένῃ, καὶ ἔστιν ἕν. Οὐ παύσεται οὖν οὔτε τὸ νεῖκος τὸν κόσμον διαιροῦν οὔτε ἡ φιλία τὰ διῃρημένα τῷ κόσμῳ προσνέμουσα. Αὕτη τὶς ἐστίν, ὡς ἔοικε, κατὰ Πυθαγόραν ἡ τοῦ
  • κόσμου διανομή. Λέγει δὲ Πυθαγόρας εἶναι ἀπορραγάδας
  • τοῦ ἡλίου τοὺς ἀστέρας, καὶ τὰς ψυχὰς τῶν ζῴων ἀπὸ τῶν
    v.1.p.266
    ἄστρων φέρεσθαι· εἶναι δὲ αὐτὰς θνητὰς μέν, ὅταν ὦσιν ἐν τῷ σώματι, οἱονεὶ ἐγκατορωρυγμένας ὡς ἐν τάφῳ, ἀνίστασθαι δὲ καὶ γίνεσθαι ἀθανάτους, ὅταν τῶν σωμάτων ἀπολυθῶμεν.
  • Ὅθεν ὁ Πλάτων ἐρωτηθεὶς ὑπό τινος· τί ἐστι φιλοσοφία; ἔφη·
  • χωρισμὸς ψυχῆς ἀπὸ σώματος,

    Πυθαγόρου καὶ τούτων τῶν λόγων γενόμενος μαθητής, ἐν οἷς λέγει καὶ δι᾿ αἰνιγμάτων καὶ τοιούτων λόγων· Ἐκ τῆς ἰδίας ἐὰν ἀποδημῇς, μὴ ἐπιστρέφου· εἰ δὲ μή, Ἐριννύες Δίκης ἐπικουροί σε

  • μετελεύσονται· ἰδίην καλῶν τὸ σῶμα, Ἐριννύας δὲ τὰ
  • πάθη. Ἐὰν οὖν φησίν, ἀποδημῇς, τουτέστιν ἐὰν ἐξέρχῃ ἐκ τοῦ σώματος, μὴ αὐτοῦ ἀντιποιοῦ· ἐὰν δὲ ἀντιποιήσῃ, πάλιν σε τὰ πάθη καθείρξουσιν εἰς σῶμα. Εἶναι γὰρ οὗτοι τῶν ψυχῶν μετενσωμάτωσιν νομίζουσιν, ὡς καὶ ὁ Ἐμπεδοκλῆς πυθαγορίζων
  • λέγει. Δεῖ γὰρ, φησί, τὰς φιληδόνους ψυχάς, ὡς ὁ
  • Πλάτων λέγει, ἐὰν ἐν ἀνθρώπου πάθει γενόμεναι μὴ φιλοσοφήσωσι, διὰ πάντων ζῴων ἐλθεῖν καὶ φυτῶν πάλιν εἰς ἀνθρώπινον σῶμα, καὶ ἐὰν μὲν φιλοσοφήσῃ κατὰ τὸ αὐτὸ τρίς, εἰς τὴν τοῦ συννόμου ἄστρου φύσιν ἀνελθεῖν, ἐὰν δὲ μὴ φιλοσοφήσῃ,
  • πάλιν ἐπὶ τὰ αὐτά. Δύνασθαι οὗν φησὶ ποτὲ τὴν
  • ψυχὴν καὶ θνητὴν γενέσθαι, ἐὰν ὑπὸ τῶν Ἐριννύων κρατῆται, τουτέστι τῶν παθῶν, καὶ ἀθάνατον, ἐὰν τὰς Ἐριννῦς ἐκφύγῃ, ἅ ἐστι πάθη.

    Ἀλλ᾿ ἐπεὶ καὶ τὰ σκοτεινῶς ὑπὸ τοῦ Πυθαγόρου λεγόμενα

  • πρὸς τοὺς μαθητὰς δι᾿ ὑποσυμβόλων ἐνηρξάμεθα λέγειν,
  • δοκεῖ καὶ τῶν ἑτέρων ὑπομνησθῆναι διὰ τὸ καὶ τοὺς αἱρεσιάρχας τοιούτῳ τινὶ τρόπῳ ἐπικεχειρηκέναι ὁμιλεῖν διὰ ὑποσυμβόλων, καὶ τοῦτο οὐκ ἰδίων, ἀλλὰ Πυθαγορείων πλεονεκτήσαντες λόγων. Διδάσκει οὖν ὁ Πυθαγόρας τοὺς μαθητὰς
  • λέγων· Τὸν στρωματόδεσμον δῆσον· ἐπεὶ οἱ ὁδοιπορεῖν
  • μέλλοντες εἰς δέρμα δεσμοῦσι τὰ ἱμάτια αὐτῶν πρὸς ἑτοιμασίαν τῆς ὁδοῦ· οὕτως ἑτοίμους εἶναι θέλει τοὺς μαθητάς, ὡς καθ᾿ ἑκάστην στιγμὴν τοῦ θανάτου ἐφεστηκέναι μέλλοντος, μηδὲν ἔχοντας τῶν μαθητῶν ἐνδεές. Διόπερ ἐξ ἀνάγκης ἅμα τῷ
    v.1.p.268
  • ἡμέραν γενέσθαι ἐδίδασκε διακελεύεσθαι αὑτοῖς τοὺς Πυθαγορείους
  • δεσμεύειν τὸν στρωματόδεσμον, τουτέστιν ἑτοίμους εἶναι πρὸς θάνατον. Πῦρ μαχαίρῃ μὴ σκάλευε, τὸν τεθυμωμένον ἄνθρωπον λέγων μὴ ἐρέθιζε· πυρὶ γὰρ ἔοικεν ὁ θυμούμενος, μαχαίρᾳ δὲ λόγος. Σάρον μὴ ὑπέρβαινε, μικροῦ
  • πράγματος μὴ καταφρόνει. Φοίνικα ἐν οἰκίᾳ μὴ φύτευε,
  • φιλονεικίαν ἐν οἰκίᾳ μὴ κατασκεύαζε· μάχης γὰρ καὶ διαφορᾶς ἐστὶν ὁ φοῖνιξ σημεῖον. Ἀπὸ δίφρου μὴ ἔσθιε, βάναυσον τέχνην μὴ μεταχειρίζου, ἵνα μὴ δουλεύσῃς τῷ σώματι ὄντι φθαρτῷ, ἀλλὰ ποιοῦ τὸν βίον ἀπὸ λόγων· ἐνέσται γάρ σοι
  • καὶ τρέφειν τὸ σῶμα καὶ τὴν ψυχὴν ποιεῖν κρείττονα. Ἀπὸ
  • ὅλου ἄρτου μὴ ἀπόδακνε· τὰ ὑπάρχοντά σου μὴ μειοῦ, ἀλλὰ ἀπὸ τῆς προσόδου ζῆθι, φύλασσε δὲ τὴν οὐσίαν ὡς ἄρτον ὁλόκληρον. Κυάμους μὴ ἔσθιε· ἀρχὴν πόλεως μὴ ἀποδέχου· κυάμοις γὰρ ἐκληροῦντο τὰς ἀρχὰς κατ᾿ ἐκεῖνον
  • τὸν χρόνον.
  • Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα οἱ Πυθαγόρειοι λέγουσιν, οὓς μιμούμενοι οἱ αἱρετικοὶ μεγάλα νομίζονται τισὶ λέγειν. Δημιουργὸν δὲ εἶναι τῶν γενομένων πάντων φησὶν ὁ

  • Πυθαγόρειος λόγος τὸν μέγαν γεωμέτρην καὶ ἀριθμητὴν ἣλιον,
  • καὶ ἐστηρίχθαι τοῦτον ἐν ὅλῳ τῷ κόσμῳ, καθάπερ ἐν τοῖς σώμασι ψυχήν, ὥς φησιν ὁ Πλάτων. Πῦρ γάρ ἐστιν ἥλιος ὡς ψυχή, σῶμα δὲ γῆ. Χωρισθὲν δὲ πυρὸς οὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο, οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ
  • ἄνευ γῆς. Ὅθεν ἐκ πυρὸς καὶ γῆς ἀέρα τε ὁ θεὸς ἐν μέσῳ
  • θέμενος τὸ τοῦ παντὸς ἐδημιούργησε σῶμα. Ἀριθμεῖ δὲ, φησί, καὶ γεωμετρεῖ τὸν κόσμον ὁ ἥλιος τοιοῦτόν τινα τρόπον. Ὁ μὲν κόσμος ἐστὶν ὁ αἰσθητὸς εἷς, περὶ οὗ λέγομεν τανῦν. Διῄρηκε δ᾿ αὐτὸν ἀριθμητικός τις ὢν καὶ γεωμέτρης εἰς μοίρας (??)
  • Καὶ ἔστι ταῖς μοίραις ταύταις ὀνόματα· Κριός, Ταῦρος, Δίδυμοι,
  • Καρκίνος, Λέων, Παρθένος, Ζυγός, Σκορπίος, Τοξότης, Αἰγόκερως, Ὑδροχόος, Ἰχθύες. Πάλιν τῶν δώδεκα μοιρῶν ἑκάστην διαιρεῖ εἰς μοίρας τριάκοντα, αἵτινες εἰσίν ἡμέραι μηνός. Πάλιν αὖ τῶν τριάκοντα μοιρῶν ἑκάστην μοῖραν διαιρεῖ
    v.1.p.270
  • εἰς λεπτὰ ἑξήκοντα καὶ τῶν λεπτῶν λεπτὰ καὶ ἔτι λεπτότερα.
  • Καὶ τοῦτο ἀεὶ ποιῶν καὶ μὴ παυόμενος, ἀλλ᾿ ἀθροίζων ἐκ τούτων τῶν μοιρῶν τῶν διῃρημένων καὶ ποιῶν ἐνιαυτόν, καὶ αὗθις ἀναλύων καὶ διαιρῶν τὸ συγκείμενον τὸν μέγαν ἐνιαυτὸν ἀπεργάζεται κόσμου.

  • Τοιαύτη τις, ὡς ἐν κεφαλαίοις εἰπεῖν ἐπελθόντα, ἡ
  • Πυθαγόρου καὶ Πλάτωνος συνέστηκε δόξα, ἀφ᾿ ἧς Οὐαλεντῖνος, οὐκ ἀπὸ τῶν εὐαγγελίων τὴν αἵρεσιν τὴν ἑαυτοῦ συναγαγών, ὡς ἐπιδείξομεν, δικαίως Πυθαγορικὸς καὶ Πλατωνικός, οὐ Χριστιανὸς λογισθείη. Οὐαλεντῖνος τοίνυν καὶ Ἡρακλέων
  • καὶ Πτολεμαῖος καὶ πᾶσα ἡ τούτων σχολή, οἱ Πυθαγόρου καὶ
  • Πλάτωνος μαθηταί, ἀκολουθήσαντες τοῖς καθηγησαμένοις, ἀριθμητικὴν τὴν διδασκαλίαν τὴν ἑαυτῶν κατεβάλοντο. Καὶ γὰρ τούτων ἔστιν ἀρχὴ τῶν πάντων μονὰς ἀγέννητος, ἄφθαρτος, ἀκατάληπτος, ἀπερινόητος, γόνιμος καὶ πάντων τῆς γενέσεως
  • αἰτία τῶν γενομένων· καλεῖται δὲ ὑπ᾿ αὐτῶν ἡ προειρημένη
  • μονὰς πατήρ. Διαφορὰ δέ τις εὑρίσκεται πολλὴ παρ᾿ αὐτοῖς· οἱ μὲν γὰρ αὐτῶν, ἵν᾿ ᾖ παντάπασι καθαρὸν τὸ δόγμα τοῦ Οὐαλεντίνου Πυθαγορικόν, ἄθηλυν καὶ ἄζυγον καὶ μόνον τὸν πατέρα νομίζουσιν εἶναι· οἱ δὲ ἀδύνατον νομίζοντες δύνασθαι
  • ἐξ ἄρρενος μόνου γένεσιν ὅλως τῶν γεγενημένων γενέσθαι τινός,
  • καὶ τῷ πατρὶ τῶν ὅλων, ἵνα γένηται πατήρ, σιγὴν ἐξ ἀνάγκης συναριθμοῦσι τὴν σύζυγον. Ἀλλὰ περὶ μὲν σιγῆς, πότερόν ποτε σύζυγός ἐστιν ἢ οὐκ ἔστιν, αὐτοὶ πρὸς αὐτοῖς τοῦτον ἐχέτωσαν τὸν ἀγῶνα. Τὰ δὲ νῦν αὐτοὶ ἡμεῖς φυλάττοντες
  • τὴν Πυθαγόρειον ἀρχήν, μίαν οὖσαν καὶ ἄζυγον, ἄθηλυν,
  • ἀπροσδεῆ, μνημονεύσαντες ὡς ἐκεῖνοι διδάσκουσιν ἐροῦμεν. Ἦν ὅλως, φησί, γεννητὸν οὐδέν, πατὴρ δὲ ἧν μόνος ἀγέννητος, οὐ τόπον ἔχων, οὐ χρόνον, οὐ σύμβουλον, οὐκ ἄλλην τινὰ κατ᾿ οὐδένα τῶν τρόπων νοηθῆναι δυναμένην οὐσίαν·
  • ἀλλὰ ἦν μόνος, ἠρεμῶν, ὡς λέγουσι, καὶ ἀναπαυόμενος αὐτὸς
  • v.1.p.272
    ἐν ἑαυτῷ μόνος. Ἐπεὶ δὲ ἦν γόνιμος, ἔδοξεν αὐτῷ ποτὲ τὸ κάλλιστον καὶ τελεώτατον, ὃ εἶχεν ἐν αὐτῷ, γεννῆσαι καὶ προαγαγεῖν· φιλέρημος γὰρ οὐκ ἦν. Ἀγάπη γὰρ, φησίν, ἦν ὅλος, ἡ δὲ ἀγάπη οὐκ ἔστιν ἀγάπη, ἐὰν μὴ ᾐ τὸ ἀγαπώμενον. Προέβαλεν
  • οὖν καὶ ἐγέννησεν αὐτὸς ὁ πατήρ, ὥσπερ ἦν μόνος,
  • νοῦν καὶ ἀλήθειαν, τουτέστι δυάδα, ἥτις κυρία καὶ ἀρχὴ γέγονε καὶ μήτηρ πάντων τῶν ἐντὸς πληρώματος καταριθμουμένων αἰώνων ὑπ᾿ αὐτῶν. Προβληθεὶς δὲ ὁ νοῦς καὶ ἡ ἀλήθεια ἀπὸ τοῦ πατρός, ἀπὸ γονίμου γόνιμος, προέβαλε καὶ
  • αὐτὸς λόγον καὶ ζωήν, τὸν πατέρα μιμούμενος· ὁ δὲ λόγος
  • καὶ ἡ ζωὴ προβάλλουσιν ἄνθρωπον καὶ ἐκκλησίαν. Ὁ δὲ νοῦς καὶ ἡ ἀλήθεια, ἐπεὶ εἶδον [τοῦ λόγου καὶ τῆς ζωῆς] τὰ ἴδια γεννήματα γόνιμα γεγεννημένα, ηὐχαρίστησαν τῷ πατρὶ τῶν ὅλων καὶ προσφέρουσιν αὐτῷ τέλειον ἀριθμόν,
  • αἰῶνας δέκα. Τούτου γὰρ, φησί, τελειότερον ἀριθμοῦ ὁ νοῦς
  • καὶ ἡ ἀλήθεια τῷ πατρὶ προσενεγκεῖν οὐκ ἠδυνήθησαν. Ἔδει γὰρ τέλειον ὄντα τὸν πατέρα ἀριθμῷ δοξάζεσθαι τελείῳ, τέλειος δέ ἐστιν ὁ δέκα, ὅτι πρῶτος τῶν κατὰ πλῆθος γενομένων οὗτος ἐστὶ τέλειος. Τελειότερος δὲ ὁ πατήρ, ὅτι
  • ἀγέννητος ὢν μόνος διὰ πρώτης τῆς μιᾶς συζυγίας τοῦ νοῦ
  • καὶ τῆς ἀληθείας πάσας τὰς τῶν γενομένων προβαλεῖν εὐπόρησε ῥίζας.

    Ἰδὼν οὖν καὶ αὐτὸς ὁ λόγος καὶ ἡ ζωή, ὅτι ὁ νοῦς καὶ ἡ ἀλήθεια δεδόξακαν τὸν πατέρα τῶν ὅλων ἐν ἀριθμῷ

  • τελείῳ, δοξάσαι καὶ αὐτὸς ὁ λόγος μετὰ τῆς ζωῆς ἠθέλησε
  • τὸν ἑαυτοῦ πατέρα καὶ τὴν μητέρα, τὸν νοῦν καὶ τὴν ἀλήθειαν. Ἐπεὶ δὲ γεννητὸς ἦν ὁ νοῦς καὶ ἡ ἀλήθεια καὶ οὐκ εἴχε τὸ πατρικὸν τέλειον τὴν ἀγεννησίαν, οὐκέτι τελείῳ ἀριθμῷ ὁ λόγος καὶ ἡ ζωὴ δοξάζουσι τὸν ἑαυτῶν πατέρα τὸν
  • νοῦν, ἀλλὰ γὰρ ἀτελεῖ· δώδεκα γὰρ αἰῶνας προσφέρουσιν ὁ
  • λόγος καὶ ἡ ζωὴ τῷ νοῒ καὶ τῇ ἀληθείᾳ. Αὗται γὰρ πρῶται κατὰ Οὐαλεντῖνον ῥίζαι τῶν αἰώνων γεγόνασι, νοῦς καὶ ἀλήθεια, λόγος καὶ ζωή, ἄνθρωπος καὶ ἐκκλησία, δέκα δὲ οἱ τοῦ νοὸς καὶ τῆς ἀληθείας, δύο καὶ δέκα δὲ οἱ
  • τοῦ λόγου καὶ τῆς ζωῆς, εἴκοσι καὶ ὀκτὼ οἱ πάντες· οἷς καλοῦσιν
  • ὀνόματα ταῦτα· βύθιος καὶ μῖξις, ἀγήρατος καὶ
    v.1.p.274
    ἕνωσις, αὐτοφυὴς καὶ ἡδονή, ἀκίνητος καὶ σύγκρασις, μονογενὴς καὶ μακαρία. Οὗτοι οἱ δέκα αἰῶνες, οὓς τινὲς μὲν ὑπὸ τοῦ νοῦ καὶ τῆς ἀληθείας λέγουσι, τινὲς δὲ
  • ὑπὸ τοῦ λόγου καὶ τῆς ζωῆς. Ἕτεροι δὲ τοὺς δώδεκα ὑπὸ
  • τοῦ ἀνθρώπου καὶ τῆς ἐκκλησίας, ἕτεροι δὲ ὑπὸ τοῦ λόγου καὶ τῆς ζωῆς, οἷς ταῦτα τὰ ὀνόματα χαρίζονται· παράκλητος καὶ πίστις, πατρικὸς καὶ ἐλπίς, μητρικὸς καὶ ἀγάπη, ἀείνους καὶ σύνεσις, ἐκκλησιαστικὸς καὶ μακαριότης,
  • θελητὸς καὶ σοφία. Ἀπὸ δὲ τῶν δεκαδύο ὁ
  • δωδέκατος καὶ νεώτατος πάντων τῶν εἰκοσιοκτὼ αἰώνων, θῆλυς ὢν καὶ καλούμενος σοφία, κατενόησε τὸ πλῆθος καὶ τὴν δύναμιν τῶν γεγεννηκότων αἰώνων καὶ ἀνέδραμεν εἰς τὸ βάθος τὸ τοῦ πατρός, καὶ ἐνόησεν, ὅτι οἱ μὲν ἄλλοι πάντες αἰῶνες
  • γεννητοὶ ὑπάρχοντες κατὰ συζυγίαν γεννῶσιν, ὁ δὲ πατὴρ μόνος·
  • ἄζυγος ἐγέννησεν. Ἠθέλησε μιμήσασθαι τὸν πατέρα καὶ γεννῆσαι καθ᾿ ἑαυτὴν δίχα τοῦ συζύγου, ἵνα μηδὲν ᾖ ἔργον ὑποδεέστερον τοῦ πατρὸς εἰργασμένη, ἀγνοοῦσα ὅτι ὁ μὲν
  • ἀγέννητος, ὑπάρχων ἀρχὴ τῶν ὅλων καὶ ῥίζα καὶ βάθος καὶ
  • βυθός, δυνατῶς ἔχει γεννῆσαι μόνος, γεννητὴ δὲ οὖσα ἡ σοφία καὶ μετὰ πλείονας γενομένη, τὴν τοῦ ἀγεννήτου δύναμιν οὐ δύναται ἔχειν. Ἐν μὲν γὰρ τῷ ἀγεννήτῳ, φησίν, ἔστι πάντα ὁμοῦ, ἐν δὲ τοῖς γεννητοῖς τὸ μὲν θῆλυ ἔστιν οὐσ(??)ς προβλητικόν,
  • τὸ δὲ ἄρρεν μορφωτικὸν τῆς ὑπὸ τοῦ θήλεως προβαλλομένης
  • οὐσίας. Προέβαλεν οὖν ἡ σοφία τοῦτο μόνον ὅπερ ἠδύνατο, οὐσίαν ἄμορφον καὶ ἀκατασκεύαστον. Καὶ τοῦτο ἐστί, φησίν, δ λέγει Μωϋσῆς· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Αὕτη ἐστί, φησίν, ἡ ἀγαθή, ἡ ἐπουράνιος Ἱερουσαλήμ,
  • εἰς ἦν ἐπηγγείλατο ὁ θεὸς εἰσαγαγεῖν τοῦς υἱοὺς
  • Ἰσραήλ, λέγων· Εἰσάξω ὑμᾶς εἰς γῆν ἀγαθὴν ῥέουσαν μέλι καὶ γάλα.

    Γενομένης οὖν ἐντὸς πληρώματος ἀγνοίας κατὰ τὴν σοφίαν καὶ ἀμορφίας κατὰ τὸ γέννημα τῆς σοφίας, θόρυβος

    v.1.p.276
  • ἐγένετο ἐν τῷ πληρώματι [οἱ αἰῶνες οἱ γενόμενοι], ὅτι
  • παραπλησίως ἄμορφα καὶ ἀτελῆ γενήσεται τῶν αἰώνων τὰ γεννήματα καὶ φθορά τις καταλήψεται οὐκ εἰς μακράν ποτε τοὺς αἰῶνας. Κατέφυγον οὖν πάντες οἱ αἰῶνες ἐπὶ δέησιν τοῦ πατρός, ἵνα λυπουμένην τὴν σοφίαν ἀναπαύσῃ· ἔκλαιε γὰρ καὶ
  • κατωδύρετο ἐπὶ τῷ γεγενημένῳ ὑπ᾿ αὐτῆς ἐκτρώματι· οὕτω γὰρ
  • καλοῦσιν. Ἐλεήσας οὖν ὁ πατὴρ τὰ δάκρυα τῆς σοφίας καὶ προσδεξάμενος τῶν αἰώνων τὴν δέησιν, ἐπιπροβαλεῖν κελεύει· οὐ γὰρ αὐτός, φησί, προέβαλεν, ἀλλὰ ὁ νοῦς καὶ ἡ ἀλήθεια, Χριστὸν καὶ πνεῦμα ἅγιον εἰς μόρφωσιν καὶ διαίρεσιν
  • τοῦ ἐκτρώματος καὶ παραμυθίαν καὶ διανάπαυσιν τῶν τῆς σοφίας
  • στεναγμῶν. Καὶ γίνονται τριάκοντα αἰῶνες μετὰ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος. Τινὲς μὲν οὖν αὐτῶν ταύτην εἶναι θέλουσι τὴν τριακοντάδα τῶν αἰώνων, τινὲς δὲ συνυπάρχειν τῷ πατρὶ σιγὴν καὶ σὺν αὐτοῖς καταριθμεῖσθαι
  • τοὺς αἰῶνας θέλουσιν. Ἐπιπροβληθεὶς οὖν ὁ Χριστὸς
  • καὶ τὸ ἅγιον πνεῦμα ὑπὸ τοῦ νοῦ καὶ τῆς ἀληθείας, εὐθέως τὸ ἔκτρωμα τὸ ἄμορφον τοῦτο τῆς σοφίας μονογενὲς καὶ δίχα συζύγου γεγεννημένον ἀποχωρίζει τῶν ὅλων αἰώνων, ἵνα μὴ βλέποντες αὐτὸ ταράσσωνται διὰ τὴν ἀμορφίαν οἱ τέλειοι
  • αἰῶνες. Ἵν᾿ οὖν μηδ᾿ ὅλως τοῖς αἰῶσι τοῖς τελείοις καταφανῇ
  • τοῦ ἐκτρώματος ἡ ἀμορφία, πάλιν καὶ ὁ πατὴρ ἐπιπροβάλλει αἰῶνα ἕνα τὸν σταυρόν, ὃς γεγεννημένος μέγας, ὡς μεγάλου καὶ τελείου πατρός, εἰς φρουρὰν καὶ χαράκωμα τῶν αἰώνων προβεβλημένος, ὅρος γίνεται τοῦ πληρώματος, ἔχων ἐντὸς ἑαυτοῦ
  • πάντας ὁμοῦ τοὺς τριάκοντα αἰῶνας· οὗτοι γάρ εἰσιν οἱ προβεβλημένοι.
  • Καλεῖται δὲ ὅρος μὲν οὗτος, ὅτι ἀφορίζει ἀπὸ τοῦ πληρώματος ἔξω τὸ ὑστέρημα, μετοχεὺς δέ, ὅτι μετέχει καὶ τοῦ ὑστερήματος, σταυρὸς δέ, ὅτι πέπηγεν ἀκλινῶς καὶ ἀμετανοήτως, ὡς μὴ δύνασθαι μηδὲν τοῦ ὑστερήματος καταγενέσθαι
  • ἐγγὺς τῶν ἐντὸς πληρώματος αἰώνων. Ἔξω οὖν τοῦ
  • ὅρου, τοῦ σταυροῦ, τοῦ μετοχέως ἐστὶν ἡ καλουμένη κατ᾿ αὐτοὺς ὀγδοάς, ἥτις ἐστὶν ἡ ἐκτὸς πληρώματος σοφία, ἣν ὁ Χριστὸς ἐπιπροβληθεὶς ὑπὸ τοῦ νοῦ καὶ τῆς ἀληθείας ἐμόρφωσε καὶ ἀπειργάσατο τέλειον αἰῶνα, οὐδενὶ τῶν ἐντὸς
    v.1.p.278
  • πληρώματος χείρονουν . . . ον γενέσθαι. Ἐπειδὴ δὲ μεμόρφωτο
  • ἡ σοφία ἔξω, καὶ οὐχ οἷόν τε ἦν ἴσον τὸν Χριστὸν καὶ τὸ ἅγιον [πνεῦμα] ἐκ τοῦ νοὸς προβεβλημένα καὶ τῆς ἀληθείας ἔξω τοῦ πληρώματος μένειν, ἀνέδραμεν ἀπὸ τῆς μεμορφωμένης ὁ Χριστὸς καὶ τὸ ἅγιον πνεῦμα πρὸς τὸν νοῦν
  • καὶ τὴν ἀλήθειαν ἐντὸς τοῦ ὅρου μετὰ τῶν ἄλλων αἰώνων
  • δοξάζων τὸν πατέρα.

    Ἐπεὶ οὖν μία τις ἦν εἰρήνη καὶ συμφωνία πάντων τῶν ἐντὸς πληρώματος αἰώνων, ἔδοξεν αὐτοῖς μὴ μόνον κατὰ συζυγίαν δεδοξακέναι αὐτόν, δοξάσαι [δὲ] καὶ διὰ προσφορᾶς

  • καρπῶν πρεπόντων τῷ πατρί. Πάντες οὐν ηὐδόκησαν οἱ
  • τριάκοντα αἰῶνες ἕνα προβαλεῖν αἰῶνα, κοινὸν τοῦ πληρώματος καρπόν, ἵν᾿ ᾖ τῆς ἑνότητος αὐτῶν καὶ τῆς ὁμοφροσύνης καὶ εἰρήνης. Καὶ μόνος ὑπὸ πάντων αἰώνων προβεβλημένος τῷ πατρὶ οὗτος ἐστὶν ὁ καλούμενος παρ᾿ αὐτοῖς κοινὸς τοῦ
  • πληρώματος καρπός. Ταῦτα μὲν οὖν ἐντὸς πληρώματος
  • ἦν οὕτως. Καὶ προβέβλητο ὁ κοινὸς τοῦ πληρώματος καρπός, ὁ Ἰησοῦς (τοῦτο γὰρ ὄνομα αὐτῷ), ὁ ἀρχιερεὺς ὁ μέγας. Ἡ δὲ ἔξω τοῦ πληρώματος σοφία, ἐπιζητοῦσα τὸν Χριστὸν τὸν μεμορφωκότα καὶ τὸ ἅγιον πνεῦμα, ἐν φόβῳ
  • μεγάλῳ κατέστη, ὅτι ἀπολεῖται κεχωρισμένου τοῦ μορφώσαντος
  • αὐτὴν καὶ στηρίσαντος. Καὶ ἐλυπήθη καὶ ἐν ἀπορίᾳ ἐγένετο πολλῇ, λογιζομένη, τίς ἦν ὁ μορφώσας, τί τὸ ἅγιον πνεῦμα, ποῦ ἀπῆλθε, τίς ὁ κωλύσας αὐτοὺς συμπαρεῖναι, τίς ἐφθόνησε τοῦ καλοῦ καὶ μακαρίου θεάματος ἐκείνου. Ἐπὶ τούτοις καθεστῶσα
  • τοῖς πάθεσι τρέπεται ἐπὶ δέησιν καὶ ἱκετείαν τοῦ ἀπολιπόντος
  • αὐτήν. Δεομένης οὖν αὐτῆς κατηλέησεν ὁ Χριστὸς ὁ ἐντὸς πληρώματος ὢν καὶ οἱ ἄλλοι πάντες αἰῶνες, καὶ ἐκπέμπουσιν ἔξω τοῦ πληρώματος τὸν κοινὸν τοῦ πληρώματος καρπόν, σύζυγον τῆς ἔξω σοφίας καὶ διορθωτὴν παθῶν,
  • ὦν ἔπαθεν ἐπιζητοῦσα τὸν Χριστόν. Γενόμενος οὖν ἔξω τοῦ
  • πληρώματος καρπὸς καὶ εὑρὼν αὐτὴν ἐν πάθεσι τοῖς πρώτοις τέτρασι, καὶ φόβῳ καὶ λύπῃ καὶ ἀπορίᾳ καὶ δεήσει, διωρθώσατο τὰ πάθη αὐτῆς, διορθούμενος δὲ ἑώρα, ὅτι ἀπολέσθαι αὐτὰ αἰώνια ὄντα καὶ τῆς σοφίας ἴδια οὐ καλόν, οὔτε ἐν
    v.1.p.280
  • πάθεσιν εἶναι τὴν σοφίαν τοιούτοις, ἐν φόβῳ καὶ λύπῃ,
  • ἱκετείᾳ, ἀπορίᾳ. Ἐποίησεν οὖν, ὡς τηλικοῦτος αἰὼν καὶ παντὸς τοῦ πληρώματος ἔκγονος, ἐκστῆναι τὰ πάθη ἀπ᾿ αὐτῆς, καὶ ἐποίησεν αὐτὰ ὑποστατικὰς οὐσίας, καὶ τὸν μὲν φόβον ψυχικὴν ἐποίησεν οὐσίαν, τὴν δὲ λύπην ὑλικήν, τὴν δὲ ἀπορίαν δαιμόνων,
  • τὴν δὲ ἐπιστροφὴν καὶ δέησιν καὶ ἱκετείαν ἄνοδον καὶ μετάνοιαν
  • καὶ δύναμιν ψυχικῆς οὐσίας, ἥτις καλεῖται δεξιά. Ὁ δημιουργὸς ἀπὸ τοῦ φόβου· τουτέστιν ὃ λέγει, φησίν, ἡ γραφή· Ἀρχὴ σοφίας φόβος κυρίου. Αὕτη γὰρ ἀρχὴ τῶν τῆς σοφίας παθῶν· ἐφοβήθη γάρ, εἶτα ἐλυπήθη, εἶτα ἠπόρησε, καὶ οὕτως
  • ἐπὶ δέησιν καὶ ἱκετείαν κατέφυγεν. Ἔστι δὲ πυρώδης, φησίν,
  • ἡ ψυχικὴ οὐσία, καλεῖται δὲ καὶ τόπος [(??)] ὑπ᾿ αὐτῶν καὶ ἑβδομὰς καὶ παλαιὸς τῶν ἡμερῶν· καὶ ὅσα τοιαῦτα λέγουσι περὶ τούτου, ταῦτα εἶναι τοῦ ψυχικοῦ, ὅν φασιν εἶναι τοῦ
  • κόσμου δημιουργόν· ἔστι δὲ πυρώδης. Λέγει, φησί, καὶ Μωϋσῆς·
  • Κύριος ὁ θεός σου πῦρ ἐστι φλέγον καὶ καταναλίσκον. Καὶ γὰρ τοῦτο οὕτως γεγράφθαι θέλει. Διπλῆ δέ τις ἐστί, φησίν, ἡ δύναμις τοῦ πυρός· ἔστι γὰρ πῦρ παμφάγον, κατασβεσθῆναι μὴ δυνάμενον ... Κατὰ τοῦτο τοίνυν τὸ μέρος
  • θνητή τις ἐστὶν ἡ ψυχή, μεσότης τις οὖσα· ἔστι γὰρ ἑβδομὰς
  • καὶ κατάπαυσις. Ὑποκάτω γάρ ἐστι τῆς ὀγδοάδος, ὅπου ἐστὶν ἡ σοφία, ἡμέρα μεμορφωμένη, καὶ ὁ κοινὸς τοῦ πληρώματος καρπός, ὑπεράνω δὲ τῆς ὕλης, ἦς ἐστι δημιουργός. Ἐὰν οὖν ἐξομοιωθῇ τοῖς ἄνω, τῇ ὀγδοάδι, ἀθάνατος ἐγένετο
  • καὶ ἦλθεν εἰς τὴν ὀγδοάδα, ἥτις ἐστί, φησίν, Ἱερουσαλὴμ ἐπουράνιος,
  • ἐὰν δὲ ἐξομοιωθῇ τῇ ὕλῃ, τουτέστι τοῖς πάθεσι τοῖς ὑλικοῖς, φθαρτὴ ἔσται καὶ ἀπώλετο.

    Ὥσπερ οὖν τῆς ψυχικῆς οὐσίας ἡ πρώτη καὶ μεγίστη δύναμις γέγονεν . . . . . εἰκὼν διάβολος, ὁ ἄρχων τοῦ κόσμου

  • τούτου· τῆς δὲ τῶν δαιμόνων οὐσίας, ἥτις ἐστὶν ἐκ τῆς ἀπορίας,
  • ὁ Βεελζεβούλ, ἡ σοφία ἄνωθεν ἀπὸ τῆς ὀγδοάδος ἐνεργοῦσα
    v.1.p.282
    ἕως τῆς ἑβδομάδος. Οὐδὲν οἶδεν, λέγουσιν, ὁ δημιουργὸς ὅλως, ἀλλ᾿ ἔστιν ἄνους καὶ μωρὸς κατ᾿ αὐτούς, καὶ τί πράσσει ἢ ἐργάζεται, οὐκ οἶδεν. Ἀγνοοῦντι δὲ αὐτῷ, ὅ, τι δὴ ποιεῖ, ἡ σοφία
  • ἐνήργησε πάντα καὶ ἐνίσχυσε, καὶ ἐκείνης ἐνεργούσης αὐτὸς ᾤετο
  • ἀφ᾿ ἑαυτοῦ ποιεῖν τὴν κτίσιν τοῦ κόσμου· ὅθεν ἤρξατο λέγειν· Ἐγὼ ὁ θεός, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν.

    Ἔστιν οὗν ἡ κατὰ Οὐαλεντῖνον τετρακτὺς πηγή τις ἀενάου φύσεως ῥιζώματ᾿ ἔχουσα, καὶ ἡ σοφία, ἀφ᾿ ἧς

  • ἡ κτίσις ἡ ψυχικὴ καὶ ὑλικὴ συνέστηκε νῦν. Καλεῖται δὲ ἡ μὲν
  • σοφία πνεῦμα, ὁ δὲ δημιουργὸς ψυχή, ὁ διάβολος δὲ ὁ ἄρχων τοῦ κόσμου, Βεελζεβοὺλ δ᾿ ὁ τῶν δαιμόνων. Ταῦτά ἐστιν ἃ λέγουσιν. Ἔτι [δὲ] πρὸς τούτοις, ἀριθμητικὴν ποιούμενοι τὴν πᾶσαν αὐτῶν διδασκαλίαν, ὡς προεῖπον, τοὺς ἐντὸς πληρώματος
  • αἰῶνας τριάκοντα πάλιν ἐπιπροβεβληκέναι αὐτοῖς· κατὰ
  • ἀναλογίαν αἰῶνας ἄλλους, ἵν᾿ ᾖ τὸ πλήρωμα ἐν ἀριθμῷ τελείῳ συνηθροισμένον. Ὡς γὰρ οἱ Πυθαγορικοὶ διεῖλον εἰς δώδεκα καὶ τριάκοντα καὶ ἑξήκοντα [καὶ λεπτὰ λέπτῶν εἰσὶν ἐκείνοις, δεδήλωται]· οὕτως οὗτοι τὰ ἐντὸς πληρώματος ὑποδιαιροῦσιν.
  • Ὑποδιῄρηται δὲ καὶ τὰ ἐν τῇ ὀγδοάδι, καὶ προβεβλήκασιν ἡ
  • σοφία, ἥτις ἐστὶ μήτηρ πάντων τῶν ζώντων κατ᾿ αὐτούς, καὶ ὁ κοινὸς τοῦ πληρώματος καρπὸς (??) λόγους, οἵτινες εἰσὶν ἄγγελοι ἐπουράνιοι, πολιτευόμενοι ἐν Ἱερουσαλὴμ τῇ ἄνω, τῇ ἐν οὐρανοῖς· αὕτη γάρ ἐστιν Ἱερουσαλὴμ ἡ ἔξω σοφία, καὶ
  • ὁ νυμφίος αὐτῆς ὁ κοινὸς τοῦ πληρώματος καρπός.
  • Προέβαλε καὶ ὁ δημιουργὸς ψυχάς· αὕτη γὰρ οὐσία ψυχῶν· οὗτός ἐστι κατ᾿ αὐτοὺς ῾Λβραὰμ καὶ ταῦτα τοῦ ῾Λβραὰμ τὰ τέκνα. Ἐκ τῆς ὑλικῆς οὐσίας οὖν καὶ διαβολικῆς ἐποίησεν ὁ δημιουργὸς ταῖς ψυχαῖς τὰ σώματα. Τοῦτό ἐστι τὸ εἰρημένον· Καὶ
  • ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς
  • λαβών, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Οὗτός ἐστι κατ᾿ αὐτοὺς ὁ ἔσω ἄνθρωπος, ὁ ψυχικός, ἐν τῷ
    v.1.p.284
    σώματι κατοικῶν τῷ ὑλικῷ, ὅ ἐστιν ὁ ὑλικός, φθαρτός, ἀτέλειος,
  • ἐκ τῆς διαβολικῆς οὐσίας πεπλασμένος. Ἔστι δὲ οὗτος
  • ὁ ὑλικὸς ἄνθρωπος οἱονεὶ κατ᾿ αὐτοὺς πανδοχεῖον ἢ κατοικητήριον ποτὲ μὲν ψυχῆς μόνης, ποτὲ δὲ ψυχῆς καὶ δαιμόνων, ποτὲ δὲ ψυχῆς καὶ λόγων, οἵτινές εἰσι λόγοι ἄνωθεν κατεσπαρμένοι ἀπὸ τοῦ κοινοῦ τοῦ πληρώματος καρποῦ
  • καὶ τῆς σοφίας εἰς τοῦτον τὸν κόσμον, κατοικοῦντες ἐν [σώμα-]
  • τι χοϊκῷ μετὰ ψυχῆς, ὅταν δαίμονες μὴ συνοικῶσι τῇ ψυχῇ. Τοῦτο ἐστί, φησί, τὸ γεγραμμένον ἐν τῇ γραφῇ· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν θεὸν καὶ πατέρα καὶ κύριον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα
  • δῴη ὑμῖν ὁ θεὸς κατοικῆσαι τὸν Χριστὸν εἰς τὸν
  • ἔσω ἄνθρωπον, τουτέστι τὸν ψυχικόν, οὐ τὸν σωματικόν, ἵνα ἐξισχύσητε νοῆσαι, τί τὸ βάθος, ὅπερ ἐστὶν ὁ πατὴρ τῶν ὅλων, καὶ τί τὸ πλάτος, ὅπερ ἐστὶν ὁ σταυρός, ὁ ὅρος τοῦ πληρώματος, ἢ τί τὸ μῆκος, τουτέστι τὸ πλήρωμα
  • τῶν αἰώνων. Διὰ τοῦτο ψυχικὸς, φησίν, ἄνθρωπος οὐ
  • δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστί· μωρία δέ, φησίν, ἐστὶν ἡ δύναμις τοῦ δημιουργοῦ, μωρὸς γὰρ ἦν καὶ ἄνους, καὶ ἐνόμιζεν αὐτὸς δημιουργεῖν τὸν κόσμον, ἀγνοῶν, ὅτι πάντα ἡ σοφία, ἡ μήτηρ, ἡ ὀγδοὰς ἐνεργεῖ
  • αὐτῷ πρὸς τὴν κτίσιν τοῦ κόσμου οὐκ εἰδότι.
  • Πάντες οὖν οἱ προφῆται καὶ ὁ νόμος ἐλάλησαν ἀπὸ τοῦ δημιουργοῦ, μωροῦ λέγει θεοῦ, μωροὶ οὐδὲν εἰδότες. Διὰ τοῦτο, φησί, λέγει ὁ σωτήρ· Πάντες οἱ πρὸ ἐμοῦ ἐληλυθότες κλέπται καὶ λῃσταὶ εἰσί, καὶ ὁ ἀπόστολος· τὸ μυστήριον

  • ὃ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη.
  • Οὐδεὶς γὰρ, φησί, τῶν προφητῶν εἴρηκε περὶ τούτων οὐδὲν, ὧν ἡμεῖς λέγομεν· ἠγνοεῖτο γάρ· πάντα . . . ἅτε δὴ ἀπὸ μόνου τοῦ δημιουργοῦ λελαλημένα. Ὅτε οὖν τέλος ἔλαβεν ἡ κτίσις, καὶ ἔδει λοιπὸν γενέσθαι τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ,
  • τουτέστι τοῦ δημιουργοῦ, τὴν ἐγκεκαλυμμένην, ἥν, φησίν, ἐγκεκάλυπτο
  • ὁ ψυχικὸς ἄνθρωπος, καὶ εἶχε κάλυμμα ἐπὶ τὴν καρδίαν· ὁπότε οὖν ἔδει ἀρθῆναι τὸ κάλυμμα καὶ ὀφθῆναι ταῦτα τὰ μυστήρια, γεγέννηται ὁ Ἰησοῦς διὰ Μαρίας τῆς παρθένου
    v.1.p.286
    κατὰ τὸ εἰρημένον· Πνεῦμα ἄγιον ἐπελεύσεται ἐπὶ σέ·
  • πνεῦμα ἐστὶν ἡ σοφία· καὶ δύναμις ὑψίστου ἐπισκιάσει
  • σοι· ὕψιστός ἐστιν ὁ δημιουργός· διὸ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται. Γεγέννηται γὰρ οὐκ ἀπὸ ὑψίστου μόνου, ὥσπερ οἱ κατὰ τὸν Ἀδὰμ κτισθέντες ἀπὸ μόνου ἐκτίσθησαν τοῦ ὑψίστου, τουτέστι [τῆς σοφίας καὶ] τοῦ δημιουργοῦ·
  • ὁ δὲ Ἰησοῦς ὁ καινὸς ἄνθρωπος ἀπὸ πνεύματος ἁγίου, τουτέστι
  • τῆς σοφίας καὶ τοῦ δημιουργοῦ, ἵνα τὴν μὲν πλάσιν καὶ κατασκευὴν τοῦ σώματος αὐτοῦ ὁ δημιουργὸς καταρτίσῃ, τὴν δὲ οὐσίαν αὐτοῦ τὸ πνεῦμα παράσχῃ τὸ ἄγιον, καὶ γένηται λόγος ἐπουράνιος ἀπὸ τῆς ὀγδοάδος γεννηθεὶς διὰ Μαρίας. Περὶ
  • τούτου ζήτησις μεγάλη ἐστὶν αὐτοῖς καὶ σχισμάτων καὶ διαφορᾶς
  • ἀφορμή. Καὶ γέγονεν ἐντεῦθεν ἡ διδασκαλία αὐτῶν διῃρημένη, καὶ καλεῖται ἡ μὲν ἀνατολική τις διδασκαλία κατ᾿ αὐτούς, ἡ δὲ Ἰταλιωτική. Οἱ μὲν ἀπὸ τῆς Ἰταλίας, ὧν ἐστὶν Ἡρακλέων καὶ
  • Πτολεμαῖος, ψυχικόν φασι τὸ σῶμα τοῦ Ἰησοῦ γεγονέναι, καὶ
  • διὰ τοῦτο ἐπὶ τοῦ βαπτίσματος τὸ πνεῦμα ὡς περιστερὰ κατελήλυθε, τουτέστιν ὁ λόγος ὁ τῆς μητρὸς ἄνωθεν τῆς σοφίας, καὶ γέγονε τῷ ψυχικῷ, καὶ ἐγήγερκεν αὐτὸν ἐκ νεκρῶν. Τοῦτο ἐστί, φησί, τὸ εἰρημένον· Ὁ ἐγείρας Χριστὸν ἐκ
  • νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, ἤτοι
  • ψυχικά. Ὁ χοῦς γὰρ ὑπὸ κατάραν ἐλήλυθε. Γῆ γὰρ, φησίν, εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Οἱ δ᾿ αὖ ἀπὸ τῆς ἀνατολῆς λέγουσιν, ὧν ἐστὶν Ἀξιόνικος καὶ Ἀρδησιάνης, ὅτι πνευματικὸν ἦν τὸ σῶμα τοῦ σωτῆρος· πνεῦμα γὰρ ἅγιον ἦλθεν ἐπὶ
  • τὴν Μαρίαν, τουτέστιν ἡ σοφία, καὶ ἡ δύναμις τοῦ ὑψίστου,
  • ἡ δημιουργικὴ τέχνη, ἵνα διαπλασθῇ τὸ ὑπὸ τοῦ πνεύματος τῇ Μαρίᾳ δοθέν.

    Ταῦτα οὖν ἐκεῖνοι ζητείτωσαν κατ᾿ αὐτοὺς καὶ εἴ τινι ἄλλῳ γένηται φίλον ζητεῖν. Ἀλλ᾿ ἐπιλέγει· ὡς διώρθωτο μὲν

  • τὰ κατὰ τοὺς αἰῶνας ἔσω σφάλματα, διώρθωτο δὲ καὶ κατὰ
  • τὴν ὀγδοάδα, τὴν ἔξω σοφίαν, διώρθωτο δὲ καὶ κατὰ τὴν ἑβδομάδα· (ἐδιδάχθη γὰρ ὑπὸ τῆς σοφίας ὁ δημιουργός, ὅτι
    v.1.p.288
    οὐκ ἔστιν αὐτὸς θεὸς μόνος, ὡς ἐνόμιζε, καὶ πλὴν αὐτοῦ ἕτερος οὐκ ἔστιν, ἀλλ᾿ ἔγνω διδαχθεὶς ὑπὸ τῆς σοφίας τὸν κρείττονα·
  • κατηχήθη γὰρ ὑπ᾿ αὐτῆς καὶ ἐμυήθη καὶ ἐδιδάχθη τὸ μέγα
  • τοῦ πατρὸς καὶ τῶν αἰώνων μυστήριον, καὶ ἐξεῖπεν αὐτὸ οὐδενί, τουτέστιν, ὥς φησιν, ὃ λέγει πρὸς Μωϋσῆν· Ἐγὼ ὁ θεὸς Ἁβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ, καὶ τὸ ὄνομα θεοῦ οὐκ ἀπήγγειλα αὐτοῖς, τουτέστι τὸ μυστήριον
  • οὐκ εἶπα, οὐδὲ ἐξηγησάμην, τίς ἐστὶν ὁ θεός, ἀλλ᾿ ἐφύλαξα
  • παρ᾿ ἐμαυτῷ ἐν ἀποκρύφῳ τὸ μυστήριον, ὃ ἤκουσα παρὰ τῆς σοφίας)· ἔδει οὖν διωρθωμένων τῶν ἄνω κατὰ τὴν αὐτὴν ἀκολουθίαν καὶ τὰ ἐνθάδε τυχεῖν διορθώσεως. Τούτου χάριν ἐγεννήθη Ἰησοῦς ὁ σωτὴρ διὰ τῆς Μαρίας, ἵνα διορθώσηται τὰ
  • ἐνθάδε, ὥσπερ ὁ Χριστός, ὁ ἄνωθεν ἐπιπροβληθεὶς ὑπὸ τοῦ
  • νοὸς καὶ τῆς ἀληθείας, διωρθώσατο τὰ πάθη τῆς ἔξω σοφίας, τουτέστι τοῦ ἐκτρώματος· καὶ πάλιν ὁ διὰ Μαρίας γεγεννημένος ὁ σωτὴρ ἦλθε διορθώσασθαι τὰ πάθη τῆς ψυχῆς. Εἰσὶν οὖν [κατ᾿ αὐτοὺς] τρεῖς Χριστοί, ὁ ἐπιπροβληθεὶς ὑπὸ
  • τοῦ νοὸς καὶ τῆς ἀληθείας μετὰ τοῦ ἁγίου πνεύματος, καὶ
  • ὁ κοινὸς τοῦ πληρώματος καρπός, ἰσόζυγος τῆς ἔξω σοφίας, ἥτις καλεῖται καὶ αὐτὴ πνεῦμα ἅγιον ὑποδεέστερον τοῦ πρώτου, καὶ τρίτος ὁ διὰ Μαρίας γεννηθεὶς εἰς ἐπανόρθωσιν τῆς κτίσεως τῆς καθ᾿ ἡμᾶς.

  • Διὰ πλειόνων νομίζω αὐτάρκως τὴν Οὐαλεντίνου αἵρεσιν
  • Πυθαγόρειον οὖσαν ὑποτετυπῶσθαι. Δοκεῖ δὲ καὶ δι᾿ ἐλέγχων τὰ δοκοῦντα αὐτοῖς ἐκθέμενον παύσασθαι. Πλάτων τοίνυν περὶ τοῦ παντὸς ἐκτιθέμενος μυστήρια γράφει πρὸς Διονύσιον τοιοῦτον τινὰ τρόπον λέγων· Φραστέον δή σοι δι᾿
  • αἰνιγμάτων, ἵν᾿ ἄν τι ἡ δέλτος ἢ πόντου [ἢ γῆς] ἐν
  • πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ· ὧδε γὰρ ἔχει· περὶ τὸν πάντων βασιλέα πάντα ἐστί, κἀκείνου ἕνεκα πάντα, κἀκεῖνος αἴτιος πάντων τῶν καλῶν. Δεύτερον περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα. Τοῦ
  • δὲ βασιλέως πέρι [καὶ] ὧν εἶπον οὐδέν ἐστι τοιοῦτον.
  • Τὸ δὲ μετὰ τοῦτο, ἡ ψυχὴ ἐπιζητεῖ μαθεῖν ὁποῖα
    v.1.p.290
    ἄττα ἐστί, βλέπουσα εἰς τὰ ἑαυτῆς συγγενῆ, ὧν οὐδὲν ἱκανῶς ἔχει. Τουτέστιν, ὧ παῖ Διονυσίου καὶ Δωρίδος, τὸ ἐρώτημα, ὃ πάντων αἴτιόν ἐστι κακῶν·
  • μᾶλλον δὲ ἡ περὶ τούτου φροντὶς ἐν τῇ ψυχῇ ἐγγινομένη,
  • ἣν ἐὰν μή τις ἐξαιρεθῇ, τῆς ἀληθείας ὄντως οὐ μή ποτε τύχῃ. Ὃ δὲ θαυμαστὸν αὐτοῦ γέγονεν, [ἄκουσον]. Εἰσὶ γὰρ ἄνδρες ταῦτα ἀκηκοότες μαθεῖν [μὲν δυνατοί], δυνατοὶ δὲ μνημονεῦσαι καὶ βασανίσαντες
  • πάντη πάντως κρῖναι γέροντες ἤδη, οἵ φασι
  • τὰ μὲν τότε πιστὰ εἶναι δόξαντα, νῦν ἄπιστα, τὰ δὲ τότε ἄπιστα, νῦν τοὐναντίον. Πρὸς ταῦτα οὖν σκοπῶν εὐλαβοῦ, μή ποτε σοὶ μεταμελήσῃ τῶνδε ἀναξίως ἐκπεσόντων. Διὰ τοῦτο ἐγὼ περὶ τούτων γέ[γραφα
  • οὐ]δέν, οὐδὲ ἔστι Πλάτωνος σύγγραμμα οὐδέν,
  • οὐδὲ ἔσται πώποτε. Τὰ δὲ νῦν λεγόμενα Σωκράτους ἐστὶ καλοῦ καὶ νέου γεγονότος. Τούτοις περιτυχὼν Οὐαλεντῖνος ὑπεστήσατο τὸν πάντων βασιλέα, ὃν ἔφη Πλάτων, οὗτος πατέρα καὶ βυθὸν καὶ πᾶσι γῆν τῶν ὅλων αἰώνων.
  • Δεύτερον περὶ τὰ δεύτερα τοῦ Πλάτωνος εἰρηκότος, τὰ
  • δεύτερα Οὐαλεντῖνος τοῦ ἐντὸς ὅρου τὸν ὅρον ὑπέθετο πάντας αἰῶνας, καὶ τρίτον περὶ τὰ τρίτα τὴν ἔξω τοῦ ὅρου καὶ τοῦ πληρώματος διαταγὴν συνέθηκε πᾶσαν. Καὶ δεδήλωκεν αὐτὴν δι᾿ ἐλαχίστων Οὐαλεντῖνος ἐν ψαλμῷ κάτωθεν ἀρξάμενος,
  • οὐχ ὥσπερ ὁ Πλάτων ἄνωθεν, λέγων οὕτως· Αἰθέρος
  • πάντα κρεμάμενα πνεύματι βλέπω, πάντα δ᾿ ὀχούμενα πνεύματι νοῶ· σάρκα μὲν ἐκ ψυχῆς κρεμαμένην, ψυχὴν δὲ ἀέρος ἐξοχουμένην, ἀέρα δὲ ἐξ αἰθέρος κρεμάμενον, ἐκ δὲ βυθοῦ καρποὺς φερομένους, ἐκ
  • μήτρας δὲ βρέφος φερόμενον· οὕτως ταῦτα νοῶν· σὰρξ
  • ἐστὶν ἡ ὕλη κατ᾿ αὐτούς, ἥτις κρέμαται ἐκ τῆς ψυχῆς τοῦ δημιουργοῦ.
    v.1.p.292
    Ψυχὴ δὲ ἀέρος ἐξοχεῖται, τουτέστιν ὁ δημιουργὸς τοῦ πνεύματος ἔξω πληρώματος. Ἀὴρ δὲ αἰθέρος ἐξοχεῖται, τουτέστιν ἡ ἔξω σοφία τῆς ἐντὸς ὅρου καὶ παντὸς
  • πληρώματος. Ἐκ δὲ βυθοῦ καρποὶ φέρονται, ἡ ἐκ τοῦ
  • πατρὸς πᾶσα προβολὴ τῶν αἰώνων γενομένη. Τὰ μὲν οὖν τῷ Οὐαλεντίνῳ δοκοῦντα ἱκανῶς λέλεκται . . . σχολῆς προκόψασιν ἐξειπεῖν, ἄλλου ἄλλως δογματίσαντος τὰ δόξαντα αὐτοῖς.

    Σεκοῦνδος μέν τις κατὰ τὸ αὐτὸ ἅμα τῷ Πτολεμαίῳ

  • γενόμενος οὕτως λέγει· τετράδα εἶναι δεξιὰν καὶ τετράδα ἀριστεράν,
  • καὶ φῶς καὶ σκότος· καὶ τὴν ἀποστᾶσαν δὲ καὶ ὑστερήσασαν δύναμιν οὐκ ἀπὸ τῶν τριάκοντα αἰώνων λέγει γεγενῆσθαι, ἀλλὰ ἀπὸ τῶν καρπῶν αὐτῶν. Ἄλλος δέ τις Ἐπιφάνης, διδάσκαλος αὐτῶν οὕτως λέγει· Ἦν ἡ πρώτη ἀρχὴ ἀνεννόητος,
  • ἄρρητός τε καὶ ἀνονόμαστος, ἣν μονότητα καλεῖ· ταύτῃ [δὲ]
  • συνυπάρχ]ειν δύναμιν, ἣν ὀνομάζει ἑνό[τητα]. Αὕτη ἡ ἑνότης ἥ τε μονότης προήκαντο μὴ προέμεναι ἀρχὴν ἐπὶ πάντων νοητὴν ἀγέννητόν τε καὶ ἀόρατον, ἣν μονάδα καλεῖ. Ταύτῃ
  • τῇ δυνάμει συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἣν καὶ αὐτὴν
  • v.1.p.294
    ὀνομάζω τὸ ἕν. Αὗται αἱ τέσσαρες δυνάμεις προήκαντο τὰς λοιπὰς τῶν αἰώνων προβολάς. Ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχέγονον ὀγδοάδα τούτοις τοῖς ὀνόμασιν ἐκάλεσαν· [πρῶτον προαρχήν, ἔπειτα ἀνεννόητον, τὴν δὲ τρίτην ἄρρητον,
  • καὶ τὴν] τετάρτην ἀόρατον. Καὶ ἐκ μὲν τῆς πρώτης προαρχῆς
  • προβεβλῆσθαι πρώτῳ καὶ πέμπτῳ τόπῳ ἀρχήν, ἐκ δὲ τῆς ἀνεννοήτου δευτέρῳ καὶ ἕκτῳ [τόπῳ] ἀκατάληπτον, ἐκ δὲ τῆς ἀρρήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ ἀκατάληπτον, ἐκ δὲ τῆς ἀοράτου ἀγέννητον, πλήρωμα τῆς πρώτης ὀγδοάδος.
  • Ταύτας βούλονται τὰς δυνάμεις προϋπάρχειν τοῦ βυθοῦ καὶ
  • τῆς σιγῆς. Πολλαὶ δὲ περὶ αὐτοῦ τοῦ βυθοῦ καὶ διάφοροι γνῶμαι. Οἱ μὲν αὐτὸν ἄζυγον λέγουσι, μήτε ἄρρενα μήτε θῆλυν, ἄλλοι δὲ τὴν σιγὴν θήλειαν αὐτῷ συμπαρεῖναι καὶ εἶναι ταύτην πρώτην συζυγίαν. Οἱ δὲ περὶ τὸν Πτολεμαῖον δύο συζύγους
  • αὐτὸν ἔχειν λέγουσιν, ἃς καὶ διαθέσεις καλοῦσιν, ἔννοιαν καὶ
  • θέλησιν· πρῶτον γὰρ (??)οήθη τι προβαλεῖν, ὥς φασιν, ἔπειτα ἠθέλησε. Διὸ καὶ τῶν δύο τούτων διαθέσεων καὶ δυνάμεων,
    v.1.p.296
    τῆς τε ἐννοίας καὶ τῆς θελήσεως, ὥσπερ συγκραθεισῶν εἰς ἀλλήλας ἡ προβολὴ τοῦ τε μονογενοῦς καὶ τῆς ἀληθείας
  • κατὰ συζυγίαν ἐγένετο, οὕς τινας τύπους καὶ εἰκόνας τῶν δύο
  • διαθέσεων τοῦ πατρὸς διελθεῖν ἐκ τῶν ἀοράτων ὁρατάς, τοῦ μὲν θελήματος τὸν νοῦν, τῆς δὲ ἐννοίας τὴν ἀλήθειαν· καὶ διὰ τοῦτο τοῦ ἐπιγεννητοῦ θελήματος ὁ ἄρρην εἰκών, τῆς δὲ ἀγεννήτου ἐννοίας ὁ θῆλυς, ἐπεὶ τὸ θέλημα ὥσπερ δύναμις
  • ἐγένετο τῆς ἐννοίας. Ἐνενοεῖτο μὲν γὰρ ἀεὶ ἡ ἔννοια
  • τὴν προβολήν, οὐ μέντοι γε προβάλλειν αὐτὴ κατ᾿ αὐτὴν ἠδύνατο, ἀλλὰ ἐνενοεῖτο, ὅτε δὲ ἡ τοῦ θελήματος δύναμις [ἐπεγένετο], τότε [ὃ] ἐνενοεῖτο προβάλλει.

    Ἄλλος δέ τις διδάσκαλος αὐτῶν Μάρκος, μαγικῆς

  • ἔμπειρος ἃ μὲν διὰ κυβείας ἐνεργῶν, ἃ δὲ καὶ διὰ δαιμόνων
  • ἠπάτα πολλούς. Οὗτος ἔλεγεν ἐν αὐτῷ τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων εἶναι δύναμιν. Καὶ δὴ πολλάκις λαμβάνων ποτήριον ὡς εὐχαριστῶν, καὶ ἐπὶ πλεῖον ἐκτείνων τὸν λόγον τῆς ἐπικλήσεως πορφύρεον τὸ κέρασμα ἐποίει
    v.1.p.298
  • φαίνεσθαι καί ποτε ἐρυθρόν, ὡς δοκεῖν τοὺς ἀπατωμένους χάριν
  • τινὰ κατιέναι καὶ αἱματώδη δύναμιν παρέχειν τῷ πόματι. Ὁ δὲ πανοῦργος τότε μὲν πολλοὺς ἔλαθε, νυνὶ δὲ ἐλεγχόμενος παύσεται· φάρμακον γάρ τι τοιαύτην δυνάμενον χρόαν παρασχεῖν λαθραίως ἐνιῶν τῷ κεράσματι ἐπιπολὺ φλυαρῶν ἀνέμενεν,
  • ὅπως τῆς ὑγρότητος μεταλαβὸν λυθῇ καὶ ἀναμιγὲν ἐπιχρωτίσῃ
  • τὸ πόμα. Τὰ δὲ δυνάμενα τοῦτο παρασχεῖν φάρμακα ἐν τῇ κατὰ μάγων βίβλῳ προείπομεν ἐκθέμενοι, ὡς πολλοὺς πλανῶντες ἀφανίζουσιν, οἷς εἰ φίλον περιεργότερον τῷ εἰρημένῳ προσεπισχεῖν, εἴσονται τὴν Μάρκου πλάνην.

  • Ὃς καὶ ποτήριον μικρότερον κιρνῶν ἐδίδου γυναικὶ
  • εὐχαριστεῖν, αὐτὸς παρεστὼς καὶ ἕτερον κρατῶν ἐκείνου μεῖζον κενόν, καὶ εὐχαριστησάσης τῆς ἀπατωμένης δεξάμενος ἐπέχει εἰς τὸν μείζω, καὶ πολλάκις ἀντεπιχέων ἕτερον εἰς ἕτερον ἐπέλεγεν οὕτως· Ἡ πρὸ τῶν ὅλων, [ἡ] ἀνεννόητος καὶ ἄρρητος
  • χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον καὶ πληθύναι
  • ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν. Καὶ τοιαῦτα τινὰ ἐπειπὼν καὶ ἐκστήσας τήν τε ἀπατωμένην καὶ τοὺς παρόντας ὡς θαυματοποιὸς ἐνομίζετο, τοῦ μείζονος ποτηρίου πληρουμένου
  • ἐκ τοῦ μικροτέρου ὡς καὶ ὑπερχεῖσθαι πλεονάζον. Καὶ
  • τούτου δὲ τὴν τέχνην ὁμοίως ἐν τῇ προειρημένῃ βίβλῳ ἐξεθέμεθα δείξαντες πλεῖστα φάρμακα δυνάμενα αὔξησιν παρασχεῖν ἐπιμιγέντα οὕτως ὑγραῖς οὐσίαις, μάλιστα οἴνῳ κεκερασμένῳ, ὧν ἕν τι φάρμακον ἐν τῷ κενῷ ποτηρίῳ κρύβδην ἔ . . . ος . . .
  • χρισ . . ὡς μηδὲν ἔχον δείξας, ἐπιχέων ἐκ τ . . . καὶ ἐπαναχέων,
  • ἀναλυομένου τοῦ φαρμάκου ὑπὸ τῆς τοῦ ὑγροῦ μίξεως, ὄντος φυσώδους, πλεονασμὸς τοῦ κεράσματος ἐγίνετο καὶ ἐπὶ τοσοῦτον ηὔξανεν, ἐς ὅσον ἐπαναχυνόμενον ἐκινεῖτο, τοιαύτης οὔσης τῆς τοῦ φαρμάκου φύσεως· ὃ εἰ ἀπόθοιτό τις πληρωθέν,
  • μετ᾿ οὐ πολὺ εἰς τὸ κατὰ φύσιν μέτρον πάλιν τραπήσεται, τῆς
  • τοῦ φαρμάκου δυνάμεως σβεσθείσης τῇ τοῦ ὑγροῦ παραμονῇ. Διὸ μετὰ σπουδῆς τοῖς παροῦσι προσεδίδου πίνειν, οἱ δὲ ὡς θεῖόν τι καὶ θεῷ μεμελετημένον φρίσσοντες ἅμα καὶ σπεύδοντες ἔπινον.

    v.1.p.300